Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ πνεύματος

Μέγας Βασίλειος

Η πανταχού παρουσία και η θεοποιός δύναμη του Πνεύματος

Εξετάζεται η φωτιστική και ζωοποιός ενέργεια του Πνεύματος, το οποίο παρίσταται αδιαίρετα σε όλη την κτίση και θεοποιεί τους αγίους κατά χάριν, αποδεικνύοντας τη θεότητά του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 3

Προσίτω δὲ ἡσύχῳ τῇ καταστάσει. Ἥσυχον δὲ αὐτῆς ἔστω μὴ μόνον τὸ περικείμενον σῶμα καὶ ὁ τοῦ σώματος κλύδων, ἀλλὰ καὶ πᾶν τὸ περιέχον· οὐρανός, γῆ, θάλασσα καὶ τὰ ἐν τούτοις λογικά. Καὶ νοείτω τὰ πάντα πληρούμενα καὶ παντόθεν εἰς αὐτὰ ἑστὼς τὸ Πνεῦμα οἷον εἰσρέον καὶ εἰσχυθὲν καὶ παντόθεν εἰσιὸν καὶ εἰσλάμπον· 〈πνεῦμα〉 γὰρ 〈κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει Θεοῦ·〉 εἰσλάμπει δὲ ἐν πᾶσι τοῖς ἀξίοις· καθάπερ γὰρ ἡλίου βολαὶ φωτίσασαι νέφος καὶ λάμπειν ποιοῦσι χρυσοειδῆ ὄψιν ποιοῦσαι, οὕτω καὶ Πνεῦμα ἅγιον ἐπελθὸν εἰς ἀνθρώπου σῶμα ἔδωκε μὲν ζωήν, ἔδωκε δὲ ἀθανασίαν, ἔδωκεν ἁγιασμόν, ἤγειρε δὲ κείμενον. Τὸ δὲ κινηθὲν κίνησιν ἀίδιον ὑπὸ Πνεύματος ἁγίου ζῷον ἅγιον ἐγένετο· ἔσχε δὲ ἀξίαν ἄνθρωπος, Πνεύματος εἰσοικισθέντος προφήτου, ἀποστόλου, ἀγγέλου Θεοῦ ὢν πρὸ τούτου γῆ καὶ σποδός.

Γένοιτο δὲ ἂν φανερωτέρα καὶ ἐναργεστέρα τοῦ Πνεύματος ἡ δύναμις καὶ ἡ φύσις ἥ τις ἐστίν, εἰ ἐνθυμηθείημεν ὅπως περιέχει καὶ ἄγει τῷ ἑαυτοῦ βουλήματι τοὺς ἁγίους καὶ πᾶσαν τὴν λογικὴν φύσιν. Ἅπαντι μὲν γὰρ τῷ πλήθει τῶν οὐρανίων δυνάμεων καὶ τῷ πλήθει τῶν δικαίων ἔδωκεν ἑαυτό· καὶ πᾶσα ὑπόστασις δικαίων καὶ μεγάλων καὶ μικρῶν καὶ ἀγγέλων καὶ ἀρχαγγέλων ἡγίασται· καὶ ἄλλῃ μὲν καὶ ἄλλῃ κειμένων τῶν σωμάτων τοῦ μὲν ὧδε, τοῦ δὲ ὧδε καὶ τῶν ἄλλων δυνάμεων ἀπ᾽ ἀλλήλων ἐχουσῶν τι μέσον· οὐ τὸ Πνεῦμα οὕτως, οὐδὲ μέρος αὐτοῦ ἑκάστῳ κατακερματισθὲν ζῆν ποιεῖ θείως, ἀλλὰ ἅπαντα ζῇ τῇ ὅλῃ αὐτοῦ δυνάμει καὶ πάρεστι πανταχοῦ τῷ ἐκπέμποντι αὐτὸ Θεῷ ὁμοιούμενον καὶ κατὰ τὸ εἶναι καὶ κατὰ τὸ πανταχοῦ καὶ ἐν πᾶσιν ὁμοίως εἶναι.

Καὶ εὐαγγελιζόμενος τὴν Μαρίαν ὁ Γαβριήλ· καὶ ἄλλος ἀλλαχοῦ τινα τῶν ἁγίων· καὶ προφητεύων ἕκαστος τῶν προφητῶν· καὶ Παῦλος ἐν Ῥώμῃ εὐαγγελιζόμενος· καὶ Ἰάκωβος ἐν Ἰερουσαλήμ· καὶ Μάρκος ἐν Ἀλεξανδρείᾳ· καὶ ἄλλος ἐν ἄλλῃ πόλει ἐπληροῦντο τῷ Πνεύματι, οὐδενὸς διαστήματος κωλύοντος ἐν τῷ αὐτῷ ἐνεργεῖσθαι τὴν αὐτὴν χάριν καὶ θεός ἐστι διὰ τοῦτο ἕκαστος τῶν ἁγίων· εἴρηται γὰρ πρὸς αὐτοὺς παρὰ τοῦ Θεοῦ· 〈ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες〉 καὶ 〈Θεὸς θεῶν,〉 δηλονότι τῶν ἁγίων, 〈κύριος ἐλάλησε,〉 καὶ 〈ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών,〉 δηλονότι τῶν ἁγίων· Ἀνάγκη δὲ τὸ θεοῖς αἴτιον τοῦ θεοὺς εἶναι, θεῖον Πνεῦμα καὶ ἐκ Θεοῦ εἶναι· ὡς γὰρ τὸ τοῖς καυστικοῖς αἴτιον τοῦ καυστικοὺς εἶναι ἀνάγκη καυστικὸν εἶναι, καὶ τὸ ἁγίοις αἴτιον τοῦ ἁγίους εἶναι, ἀνάγκη ἅγιον εἶναι, οὕτω καὶ τὸ θεοῖς αἴτιον τοῦ θεοὺς εἶναι, ἀνάγκη Θεὸν εἶναι.