Πάντα γὰρ δὴ πρὸς ταπεινοφροσύνην παιδεύοντα τὰ τοῦ Κυρίου εὑρίσκομεν. Βρέφος ὢν, εὐθὺς ἐν σπηλαίῳ, καὶ οὐδὲ ἐπὶ κλίνης, ἀλλ᾽ ἐπὶ φάτνης· ἐν οἴκῳ τέκτονος καὶ μητρὸς πενιχρᾶς, ὑποτασσόμενος τῇ μητρὶ καὶ τῷ ταύτης μνηστῆρι· διδασκόμενος, ἀκούων ὧν οὐκ ἐδεῖτο, ἐπερωτῶν δὲ ὅμως, καὶ διὰ τῆς ἐρωτήσεως ἐπὶ τῇ σοφίᾳ θαυμαζόμενος· ὑποτασσόμενος Ἰωάννῃ, καὶ βάπτισμα παρὰ τοῦ δούλου δεχόμενος ὁ Δεσπότης· οὐδενὶ τῶν ἐπανισταμένων ἀνθιστάμενος, οὐδὲ τὴν ἄφατον ἐξουσίαν, ἣν εἶχεν, ἐπανατεινόμενος· ἀλλ᾽ ὡς δυνατωτέροις ὑποχωρῶν, καὶ τῇ προσκαίρῳ ἐξουσίᾳ τὸ κατ᾽ αὐτὴν ἰσχυρὸν ἐπιτρέπων· ἐπὶ τῶν ἀρχιερέων ἱστάμενος ἐν σχήματι δικαζομένου, ἡγεμόνι προσαγόμενος καὶ κρίσιν ὑποφέρων, καὶ παρὸν ἐλέγχειν τοὺς συκοφαντοῦντας, σιωπῇ φέρων τὰς συκοφαντίας· ἐμπτυόμενος ὑπὸ δούλων καὶ παιδαρίων εὐτελεστάτων, θανάτῳ παραδιδόμενος, καὶ θανάτῳ τῷ παρὰ ἀνθρώποις αἰσχίστῳ. Οὕτω τὸν ἄνθρωπον διεξῆλθε πάντα τὰ ἀπὸ γενέσεως εἰς τέλος· καὶ μετὰ τοσαύτην ταπεινοφροσύνην ὕστερον τὴν δόξαν ἐκφαίνει, συνδοξάζων ἑαυτῷ τοὺς συναδοξήσαντας. Ὧν οἱ μακάριοι μαθηταὶ πρῶτοι, πένητες καὶ γυμνοὶ τὴν οἰκουμένην διαδραμόντες, οὐκ ἐν σοφίᾳ λόγου, οὐκ ἐν ἀκολούθων πλήθει, μόνοι, καὶ ἀλῆται, καὶ ἔρημοι, γῆν τε καὶ θάλατταν ἐξαμείβοντες, μαστιζόμενοι, λιθοβολούμενοι, διωκόμενοι, τέλος ἀναιρούμενοι.