Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ τοῦ ἁγίου πνεύματος

Μέγας Βασίλειος

Η αδιαίρετη ενέργεια του Αγίου Πνεύματος στην κτίση

Παρουσίαση της συνεστώσας δράσης του Πνεύματος με τον Πατέρα και τον Υιό στη δημιουργία, τον αγιασμό και τη μέλλουσα κρίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 9 από 16

ΚΕΦΑΛΑΙΟΝ Ιϛʹ Ὅτι ἀχώριστον ἐπὶ πάσης ἐννοίας, Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον Πνεῦμα, ἐπί τε τῆς τῶν νοητῶν δημιουργίας καὶ ἐπὶ τῆς τῶν ἀνθρώπων οἰκονομίας καὶ ἐπὶ τῆς προσδοκωμένης κρίσεως. Ἐπὶ οὖν τὸ ἐξ ἀρχῆς ἐπανίωμεν, ὅπως ἐν πᾶσιν ἀχώριστόν ἐστι καὶ ἀδιάστατον παντελῶς Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον Πνεῦμα. Ἐν τῷ περὶ τοῦ χαρίσματος τῶν γλωσσῶν τόπῳ, Κορινθίοις ἐπιστέλλων ὁ Παῦλος, «Ἐὰν πάντες, φησί, προφητεύητε, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον, προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι ὁ Θεὸς ὄντως ἐν ὑμῖν ἐστιν.» Εἰ τοίνυν ἐκ τῆς προφητείας, τῆς κατὰ τὴν διαίρεσιν τῶν χαρισμάτων τοῦ Πνεύματος ἐνεργουμένης, ἐπιγινώσκεται ὁ Θεὸς ἐν τοῖς προφήταις εἶναι, βουλευσάσθωσαν οὗτοι ποίαν χώραν ἀποδώσουσι τῷ Πνεύματι τῷ ἁγίῳ· πότερον μετὰ Θεοῦ τάσσειν ἢ πρὸς τὴν κτίσιν ἐξωθεῖν δικαιότερον. Καὶ τὸ πρὸς Σάπφειραν ὑπὸ Πέτρου· «Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα τὸ ἅγιον;» «οὐκ ἐψεύσασθε ἀνθρώποις, ἀλλὰ Θεῷ»· δείκνυσιν ὅτι τὰ αὐτὰ εἰς τὸ Πνεῦμα τὸ ἅγιον καὶ εἰς Θεόν ἐστιν τὰ ἁμαρτήματα.

Καὶ οὕτω δ᾽ ἂν τὸ συναφὲς καὶ ἀδιαίρετον κατὰ πᾶσαν ἐνέργειαν, ἀπὸ Πατρὸς καὶ Υἱοῦ, τοῦ Πνεύματος διδαχθείης. Ἐνεργοῦντος τοῦ Θεοῦ τὰς διαιρέσεις τῶν ἐνεργημάτων καὶ τοῦ Κυρίου τὰς διαιρέσεις τῶν διακονιῶν, συμπάρεστι τὸ ἅγιον Πνεῦμα, τὴν διανομὴν τῶν χαρισμάτων πρὸς τὴν ἀξίαν ἑκάστου αὐτεξουσίως οἰκονομοῦν. «Διαιρέσεις γάρ, φησί, χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ Πνεῦμα.

Καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος. Καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς Θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι.» «Ταῦτα δὲ πάντα, φησίν, ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται.» Οὐ μὴν ἐπειδὴ πρῶτον ἐνταῦθα τοῦ Πνεύματος ὁ ἀπόστολος ἐπεμνήσθη, καὶ δεύτερον τοῦ Υἱοῦ, καὶ τρίτον τοῦ Θεοῦ καὶ Πατρός, ἤδη χρὴ καθόλου νομίζειν ἀντεστράφθαι τὴν τάξιν.

Ἀπὸ γὰρ τῆς ἡμετέρας σχέσεως τὴν ἀρχὴν ἔλαβεν· ἐπειδὴ ὑποδεχόμενοι τὰ δῶρα, πρῶτον ἐντυγχάνομεν τῷ διανέμοντι· εἶτα ἐννοοῦμεν τὸν ἀποστείλαντα· εἶτα ἀνάγομεν τὴν ἐνθύμησιν ἐπὶ τὴν πηγὴν καὶ αἰτίαν τῶν ἀγαθῶν.

Μάθοις δ᾽ ἂν τὴν πρὸς Πατέρα καὶ Υἱὸν τοῦ Πνεύματος κοινωνίαν καὶ ἐκ τῶν δημιουργημάτων τῶν ἐξ ἀρχῆς. Αἱ γὰρ καθαραὶ καὶ νοεραὶ καὶ ὑπερκόσμιοι δυνάμεις, ἅγιαι καὶ εἰσὶ καὶ ὀνομάζονται, ἐκ τῆς παρὰ τοῦ ἁγίου Πνεύματος ἐνδοθείσης χάριτος τὸν ἁγιασμὸν κεκτημέναι. Ὥστε ἀποσεσιώπηται μὲν ὁ τρόπος τῆς κτίσεως τῶν οὐρανίων δυνάμεων· ἀπὸ γὰρ τῶν αἰσθητῶν μόνον, τὸν δημιουργὸν ἡμῖν ὁ τὴν κοσμογονίαν συγγραψάμενος ἀπεκάλυψε. Σὺ δέ, ἔχων δύναμιν ἐκ τῶν ὁρατῶν ἀναλογίζεσθαι τὰ ἀόρατα, δόξαζε τὸν ποιητὴν ἐν ᾧ ἐκτίσθη τὰ πάντα, εἴτε ὁρατά, εἴτε ἀόρατα, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι, εἴτε δυνάμεις, εἴτε θρόνοι, εἴτε κυριότητες, καὶ εἴ τινές εἰσιν ἕτεραι λογικαὶ φύσεις, ἀκατονόμαστοι.

Ἐν δὲ τῇ τούτων κτίσει ἐννόησόν μοι τὴν προκαταρκτικὴν αἰτίαν τῶν γινομένων, τὸν Πατέρα· τὴν δημιουργικήν, τὸν Υἱόν· τὴν τελειωτικήν, τὸ Πνεῦμα· ὥστε βουλήματι μὲν τοῦ Πατρὸς τὰ λειτουργικὰ πνεύματα ὑπάρχειν, ἐνεργείᾳ δὲ τοῦ Υἱοῦ εἰς τὸ εἶναι παράγεσθαι, παρουσίᾳ δὲ τοῦ Πνεύματος τελειοῦσθαι. Τελείωσις δὲ ἀγγέλων, ἁγιασμός, καὶ ἡ ἐν τούτῳ διαμονή.

Καὶ μηδεὶς οἰέσθω με ἢ τρεῖς εἶναι λέγειν ἀρχικὰς ὑποστάσεις, ἢ ἀτελῆ φάσκειν τοῦ Υἱοῦ τὴν ἐνέργειαν. Ἀρχὴ γὰρ τῶν ὄντων μία, δι᾽ Υἱοῦ δημιουργοῦσα, καὶ τελειοῦσα ἐν Πνεύματι. Καὶ οὔτε Πατήρ, «ὁ τὰ πάντα ἐν πᾶσιν ἐνεργῶν», ἀτελῆ ἔχει τὴν ἐνέργειαν· οὔτε Υἱὸς ἐλλιπῆ τὴν δημιουργίαν, μὴ τελειουμένην παρὰ τοῦ Πνεύματος. Οὕτω γὰρ ἂν οὔτε Πατὴρ προσδεηθείη Υἱοῦ, μόνῳ τῷ θέλειν δημιουργῶν· ἀλλ᾽ ὅμως θέλει διὰ Υἱοῦ. Οὔτ᾽ ἂν Υἱὸς συνεργίας προσδεηθείη, καθ᾽ ὁμοιότητα τοῦ Πατρὸς ἐνεργῶν· ἀλλὰ καὶ Υἱὸς θέλει διὰ τοῦ Πνεύματος τελειοῦν· «Τῷ λόγῳ γὰρ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Οὔτε οὖν λόγος, ἀέρος τύπωσις σημαντική, διὰ φωνητικῶν ὀργάνων ἐκφερομένη· οὔτε πνεῦμα, στόματος ἀτμός, ἐκ τῶν ἀναπνευστικῶν μερῶν ἐξωθούμενος· ἀλλὰ Λόγος μὲν ὁ πρὸς Θεὸν ὢν ἐν ἀρχῇ, καὶ Θεὸς ὤν. Πνεῦμα δὲ στόματος Θεοῦ, «τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται».

Τρία τοίνυν νοεῖς, τὸν προστάσσοντα Κύριον, τὸν δημιουργοῦντα Λόγον, τὸ στερεοῦν τὸ Πνεῦμα. Τί δ᾽ ἂν ἄλλο εἴη στερέωσις, ἢ ἡ κατὰ τὸν ἁγιασμὸν τελείωσις, τὸ ἀνένδοτον καὶ ἄτρεπτον καὶ παγίως ἐρηρεισμένον ἐν ἀγαθῷ τῆς στερεώσεως ἐμφαινούσης; Ἁγιασμὸς δέ, οὐκ ἄνευ Πνεύματος.

Οὐ γὰρ φύσει ἅγιαι αἱ τῶν οὐρανῶν δυνάμεις· ἢ οὕτω γ᾽ ἂν οὐδεμίαν πρὸς τὸ ἅγιον Πνεῦμα τὴν διαφορὰν ἔχοιεν· ἀλλὰ κατὰ ἀναλογίαν τῆς πρὸς ἀλλήλας ὑπεροχῆς, τοῦ ἁγιασμοῦ τὸ μέτρον παρὰ τοῦ Πνεύματος ἔχουσαι.

Ὡς γὰρ ὁ καυτὴρ μετὰ τοῦ πυρὸς νοεῖται, καὶ ἄλλο μέντοι ἡ ὑποκειμένη ὕλη, καὶ ἄλλο τὸ πῦρ· οὕτω καὶ ἐπὶ τῶν οὐρανίων δυνάμεων, ἡ μὲν οὐσία αὐτῶν, ἀέριον πνεῦμα, εἰ τύχοι, ἢ πῦρ ἄϋλον, κατὰ τὸ γεγραμμένον· «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα»· διὸ καὶ ἐν τόπῳ εἰσί, καὶ ὁρατοὶ γίνονται, ἐν τῷ εἴδει τῶν οἰκείων αὐτῶν σωμάτων τοῖς ἀξίοις ἐμφανιζόμενοι.

Ὁ μέντοι ἁγιασμὸς ἔξωθεν ὢν τῆς οὐσίας, τὴν τελείωσιν αὐτοῖς ἐπάγει διὰ τῆς κοινωνίας τοῦ Πνεύματος. Φυλάσσουσι δὲ τὴν ἀξίαν τῇ ἐπιμονῇ τοῦ καλοῦ, ἔχουσαι μὲν ἐν προαιρέσει τὸ αὐτεξούσιον, οὐδέποτε δὲ ἐκ τῆς τοῦ ὄντως ἀγαθοῦ προσεδρείας ἐκπίπτουσαι. Ὡς ἐὰν ὑφέλῃς τῷ λόγῳ τὸ Πνεῦμα, λέλυνται μὲν ἀγγέλων χορεῖαι, ἀνῄρηνται δὲ ἀρχαγγέλων ἐπιστασίαι, συγκέχυται δὲ τὰ πάντα, ἀνομοθέτητος, ἄτακτος, ἀόριστος αὐτῶν ἡ ζωή.

Πῶς μὲν γὰρ εἴπωσιν ἄγγελοι· «Δόξα ἐν ὑψίστοις Θεῷ», μὴ δυναμωθέντες ὑπὸ τοῦ Πνεύματος; «Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ, καὶ οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν λέγει ἀνάθεμα Ἰησοῦν»· ὅπερ εἴποι ἂν τὰ πονηρὰ καὶ ἀντικείμενα πνεύματα, ὧν ἡ ἀπόπτωσις συνίστησι τὸν λόγον, τοῦ αὐτεξουσίους εἶναι τὰς ἀοράτους δυνάμεις, ἰσορρόπως ἐχούσας πρὸς ἀρετὴν καὶ κακίαν, καὶ διὰ τοῦτο δεομένας τῆς τοῦ Πνεύματος βοηθείας. Ἐγὼ καὶ τὸν Γαβριὴλ προλέγειν τὰ μέλλοντα οὐδαμῶς ἄλλως φημί, ἢ τῇ προγνώσει τοῦ Πνεύματος. Διότι ἓν τῶν ἐκ τῆς διαιρέσεως τοῦ Πνεύματος χαρισμάτων ἐστὶν ἡ προφητεία. Ὁ δὲ τὰ μυστήρια τῆς ὀπτασίας «τῷ ἀνδρὶ τῶν ἐπιθυμιῶν» ἐπιταχθεὶς διαγγεῖλαι, πόθεν σοφισθεὶς εἶχε διδάσκειν τὰ κεκρυμμένα, εἰ μὴ τῷ Πνεύματι τῷ ἁγίῳ; τῆς ἀποκαλύψεως τῶν μυστηρίων ἰδίως τῷ Πνεύματι προσηκούσης, κατὰ τὸ γεγραμμένον, ὅτι «Ἡμῖν ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος».

Θρόνοι δὲ καὶ κυριότητες, καὶ ἀρχαὶ καὶ ἐξουσίαι, πῶς ἂν τὴν μακαρίαν διεξῆγον ζωήν, εἰ μὴ διὰ παντὸς ἔβλεπον τὸ πρόσωπον τοῦ Πατρὸς τοῦ ἐν οὐρανοῖς. Τὸ δὲ βλέπειν, οὐκ ἄνευ τοῦ Πνεύματος. Ὥσπερ γὰρ ἐν νυκτί, ἐὰν ὑφέλῃς τὸ φῶς ἀπὸ τῆς οἰκίας, τυφλαὶ μὲν αἱ ὄψεις, ἀνενέργητοι δὲ καταλείπονται αἱ δυνάμεις, ἀνεπίγνωστοι δὲ αἱ ἀξίαι, καὶ χρυσοῦ καὶ σιδήρου ὁμοίως πατουμένων διὰ τὴν ἄγνοιαν· οὕτως ἐπὶ τῆς νοητῆς διακοσμήσεως, ἀμήχανον τὴν ἔνθεσμον ἐκείνην διαμεῖναι ζωὴν ἄνευ τοῦ Πνεύματος· οὐ μᾶλλόν γε ἢ στρατοπέδου τὴν εὐταξίαν, τοῦ ταξιάρχου μὴ παρόντος· ἢ χοροῦ τὴν συμφωνίαν, τοῦ κορυφαίου μὴ συναρμόζοντος. Πῶς εἴπῃ τὰ Σεραφὶμ «Ἅγιος, ἅγιος, ἅγιος», μὴ διδαχθέντα παρὰ τοῦ Πνεύματος ποσάκις ἐστὶν εὐσεβὲς τὴν δοξολογίαν ταύτην ἀναφωνεῖν; Εἴτε οὖν αἰνοῦσι τὸν Θεὸν πάντες οἱ ἄγγελοι αὐτοῦ, καὶ αἰνοῦσιν αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ· διὰ τῆς τοῦ Πνεύματος συνεργείας. Εἴτε παρεστήκασι χίλιαι χιλιάδες ἀγγέλων, καὶ μύριαι μυριάδες λειτουργούντων, ἐν τῇ δυνάμει τοῦ Πνεύματος τὸ οἰκεῖον ἔργον ἀμώμως ἐπιτελοῦσι.

Πᾶσαν οὖν τὴν ὑπερουράνιον ἐκείνην καὶ ἄρρητον ἁρμονίαν ἔν τε τῇ λειτουργίᾳ Θεοῦ καὶ τῇ πρὸς ἀλλήλας τῶν ὑπερκοσμίων δυνάμεων συμφωνίᾳ, ἀδύνατον φυλαχθῆναι μὴ τῇ ἐπιστασίᾳ τοῦ Πνεύματος. Οὕτω μὲν οὖν ἐν δημιουργίᾳ πάρεστι τὸ Πνεῦμα τὸ ἅγιον τοῖς οὐκ ἐκ προκοπῆς τελειουμένοις, ἀλλ᾽ ἀπ᾽ αὐτῆς τῆς κτίσεως εὐθὺς τελείοις, εἰς τὸν ἀπαρτισμὸν καὶ συμπλήρωσιν τῆς ὑποστάσεως αὐτῶν τὴν παρ᾽ ἑαυτοῦ χάριν συνεισφερόμενον.

Τὰς δὲ περὶ τὸν ἄνθρωπον οἰκονομίας, τὰς ὑπὸ «τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ» κατὰ τὴν ἀγαθότητα τοῦ Θεοῦ γενομένας, τίς ἀντερεῖ μὴ οὐχὶ διὰ τῆς τοῦ Πνεύματος χάριτος πεπληροῦσθαι; Εἴτε βούλει τὰ παλαιὰ σκοπεῖν· τὰς τῶν πατριαρχῶν εὐλογίας, τὴν ἐκ τῆς νομοθεσίας δεδομένην βοήθειαν, τοὺς τύπους, τὰς προφητείας, τὰ ἐν πολέμοις ἀνδραγαθήματα, τὰ διὰ τῶν δικαίων σημεῖα· εἴτε τὰ περὶ τὴν ἔνσαρκον τοῦ Κυρίου παρουσίαν οἰκονομηθέντα· διὰ τοῦ Πνεύματος.

Πρῶτον μὲν γὰρ αὐτῇ τῇ σαρκὶ τοῦ Κυρίου συνῆν, χρῖσμα γενόμενον, καὶ ἀχωρίστως παρὸν κατὰ τὸ γεγραμμένον· «Ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός.» Καί· «Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὃν ἔχρισεν ὁ Θεὸς τῷ Πνεύματι τῷ ἁγίῳ».

Ἔπειτα πᾶσα ἐνέργεια συμπαρόντος τοῦ Πνεύματος ἐνηργεῖτο. Τοῦτο καὶ ὑπὸ τοῦ διαβόλου πειραζομένῳ παρῆν. «Ἀνήχθη γάρ, φησίν, ὁ Ἰησοῦς ὑπὸ τοῦ Πνεύματος εἰς τὴν ἔρημον, τοῦ πειρασθῆναι.» Καὶ ἐνεργοῦντι τὰς δυνάμεις ἀχωρίστως συνῆν. «Εἰ γὰρ ἐγώ, φησίν, ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια.» Καὶ ἐκ νεκρῶν ἀναστάντος οὐκ ἀπελείπετο. Ἀνακαινίζων γὰρ τὸν ἄνθρωπον ὁ Κύριος, καὶ ἣν ἀπώλεσε χάριν ἐκ τοῦ ἐμφυσήματος τοῦ Θεοῦ, ταύτην πάλιν ἀποδιδούς, ἐμφυσήσας εἰς τὸ πρόσωπον τῶν μαθητῶν, τί φησι; «Λάβετε Πνεῦμα ἅγιον. Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται· καὶ ἄν τινων κρατῆτε, κεκράτηνται.» Ἡ δὲ τῆς Ἐκκλησίας διακόσμησις οὐχὶ σαφῶς καὶ ἀναντιρρήτως διὰ τοῦ Πνεύματος ἐνεργεῖται; Αὐτὸς γὰρ ἔδωκε, φησί, τῇ Ἐκκλησίᾳ «πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν».

Αὕτη γὰρ ἡ τάξις κατὰ τὴν διαίρεσιν τῶν ἐκ τοῦ Πνεύματος δωρεῶν διατέτακται. Εὕροι δὲ ἄν τις ἀκριβῶς λογιζόμενος, καὶ ἐπὶ τοῦ καιροῦ τῆς προσδοκωμένης ἐπιφανείας τῆς ἐξ οὐρανῶν τοῦ Κυρίου, μὴ ἀσυντελὲς τὸ Πνεῦμα τὸ ἅγιον, ὥς τινες οἴονται· ἀλλὰ συμπαρέσται καὶ ἐν τῇ ἡμέρᾳ τῆς ἀποκαλύψεως αὐτοῦ, καθ᾽ ἣν κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ὁ μακάριος καὶ μόνος δυνάστης. Τίς γὰρ οὕτως ἀνήκοος τῶν ἡτοιμασμένων παρὰ Θεοῦ ἀγαθῶν τοῖς ἀξίοις, ὡς ἀγνοεῖν ὅτι καὶ τῶν δικαίων ὁ στέφανος ἡ τοῦ Πνεύματός ἐστι χάρις, δαψιλεστέρα τότε καὶ τελειοτέρα παρεχομένη, κατὰ τὴν ἀναλογίαν τῶν ἀνδραγαθημάτων τῆς πνευματικῆς δόξης διανεμομένης ἑκάστῳ; Ἐν γὰρ ταῖς λαμπρότησι τῶν ἁγίων μοναὶ πολλαὶ παρὰ τῷ Πατρί· τουτέστιν ἀξιωμάτων διαφοραί. «Ὡς γὰρ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ, οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν.» Οἱ τοίνυν σφραγισθέντες τῷ Πνεύματι τῷ ἁγίῳ εἰς ἡμέραν ἀπολυτρώσεως, καὶ ἣν ἔλαβον ἀπαρχὴν τοῦ Πνεύματος ἀκέραιον καὶ ἀμείωτον διασώσαντες, οὗτοί εἰσιν οἱ ἀκούσοντες· «Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω.»

Ὁμοίως δὲ καὶ οἱ λυπήσαντες τὸ Πνεῦμα τὸ ἅγιον τῇ πονηρίᾳ τῶν ἐπιτηδευμάτων αὐτῶν, ἢ οἱ μὴ ἐπεργασάμενοι τῷ δοθέντι, ἀφαιρεθήσονται ὃ εἰλήφασιν, εἰς ἑτέρους μετατιθεμένης τῆς χάριτος· ἤ, κατά τινα τῶν εὐαγγελιστῶν, καὶ διχοτομηθήσονται παντελῶς· τῆς διχοτομίας νοουμένης κατὰ τὴν εἰς τὸ παντελὲς ἀπὸ τοῦ Πνεύματος ἀλλοτρίωσιν. Οὔτε γὰρ σῶμα διαιρεῖται· ὡς τὸ μὲν παραδίδοσθαι τῇ κολάσει· τὸ δὲ ἀφίεσθαι. Μυθικὸν γὰρ τοῦτό γε, καὶ οὐ κατὰ δίκαιον κριτήν, ὅλου ἡμαρτηκότος, ἐξ ἡμισείας εἶναι τὴν κόλασιν.

Οὔτε ψυχὴ διχῆ τέμνεται, ὅλη δι᾽ ὅλου τὸ ἁμαρτωλὸν φρόνημα κεκτημένη, καὶ συγκατεργαζομένη τῷ σώματι τὸ κακόν. Ἀλλὰ διχοτομία, ὥσπερ ἔφην, ἡ ἀπὸ τοῦ Πνεύματος εἰς τὸ διηνεκὲς τῆς ψυχῆς ἀλλοτρίωσις. Νῦν μὲν γάρ, εἰ καὶ μὴ ἀνακέκραται τοῖς ἀναξίοις, ἀλλ᾽ οὖν παρεῖναι δοκεῖ πως τοῖς ἅπαξ ἐσφραγισμένοις· τὴν ἐκ τῆς ἐπιστροφῆς σωτηρίαν αὐτῶν ἀναμένον· τότε δὲ ἐξ ὅλου τῆς βεβηλωσάσης αὐτοῦ τὴν χάριν ψυχῆς ἀποτμηθήσεται. Διὰ τοῦτο οὐκ ἔστιν ἐν τῷ ᾅδῃ ὁ ἐξομολογούμενος, οὐδὲ ἐν τῷ θανάτῳ ὁ μνημονεύων Θεοῦ, οὐκέτι τῆς βοηθείας τοῦ Πνεύματος συμπαρούσης. Πῶς οὖν δυνατὸν νοῆσαι χωρὶς τοῦ ἁγίου Πνεύματος ἐπιτελεῖσθαι τὴν κρίσιν, ὅπου γε ὁ λόγος δείκνυσιν, ὅτι αὐτό ἐστι καὶ τὸ τῶν δικαίων βραβεῖον, ὅταν ἀντὶ τοῦ ἀρραβῶνος παρασχεθῇ τὸ τέλειον, καὶ ἡ πρώτη τῶν ἁμαρτωλῶν καταδίκη, ὅταν καὶ ὃ δοκοῦσιν ἔχειν ἀφαιρεθῶσι;

Τὸ δὲ μέγιστον τεκμήριον τῆς πρὸς Πατέρα καὶ Υἱὸν τοῦ Πνεύματος συναφείας, ὅτι οὕτως ἔχειν λέγεται πρὸς Θεόν, ὡς πρὸς ἕκαστον ἔχει τὸ πνεῦμα τὸ ἐν ἡμῖν. «Τίς γὰρ οἶδε, φησίν, ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν, εἰ μὴ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ.» Καὶ ταῦτα μὲν εἰς τοσοῦτον.