Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ τοῦ ἁγίου πνεύματος

Μέγας Βασίλειος

Απόρριψη της θεωρίας περί υπαριθμήσεως

Ανασκευή της άποψης ότι η αρίθμηση των προσώπων δηλώνει κατωτερότητα, και υπεράσπιση της τριαδικής ομολογίας χωρίς έκπτωση στην πολυθεΐα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 10 από 16

ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ Πρὸς τοὺς λέγοντας μὴ συναριθμεῖσθαι Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα, ἀλλ᾽ ὑπαριθμεῖσθαι· ἐν ᾧ καὶ περὶ τῆς εὐσεβοῦς συναριθμήσεως κεφαλαιώδης ἐπιδρομὴ τῆς πίστεως. Τὴν δὲ ὑπαρίθμησιν ὃ καὶ λέγουσι, καὶ κατὰ τίνος σημαινομένου τὴν φωνὴν ταύτην ἄγουσιν, οὐδὲ ἐπινοῆσαι ῥᾴδιον. Ὅτι μὲν γὰρ ἐκ τῆς τοῦ κόσμου σοφίας καὶ αὐτὴ ἡμῖν ἐπεισήχθη, παντὶ γνώριμον. Εἰ δὲ ἔχει τινὰ οἰκεῖον λόγον πρὸς τὰ προκείμενα, τοῦτο ἐπισκεψώμεθα.

Φασὶ τοίνυν οἱ δεινοὶ τὰ μάταια, τὰ μὲν κοινὰ εἶναι τῶν ὀνομάτων, καὶ ἐπὶ πολὺ διήκειν ταῖς σημασίαις. Τὰ δὲ ἰδικώτερα· καὶ ἄλλα ἄλλων μερικωτέραν ἔχειν τὴν δύναμιν. Οἷον, κοινὸν μὲν ὄνομα ἡ οὐσία, πᾶσιν ἐπιλεγομένη, καὶ ἀψύχοις καὶ ἐμψύχοις ὁμοίως. Ἰδικώτερον δὲ τὸ ζῷον· ἐπ᾽ ἔλαττον μὲν τοῦ προτέρου λεγόμενον, ἐπὶ πλέον δὲ τῶν ὑπ᾽ αὐτὸ θεωρούμενον. Καὶ γὰρ καὶ λογικῶν αὐτῷ καὶ ἀλόγων φύσις ἐμπεριέχεται. Πάλιν ἰδικώτερόν ἐστι τοῦ ζῴου ὁ ἄνθρωπος, καὶ τούτου ὁ ἀνήρ, καὶ τοῦ ἀνδρὸς ὁ καθ᾽ ἕκαστον, Πέτρος ἢ Παῦλος ἢ Ἰωάννης.

Ἆρα οὖν τοῦτο νοοῦσι τὴν ὑπαρίθμησιν, τὴν τοῦ κοινοῦ εἰς τὰ ὑπεσταλμένα διαίρεσιν; Ἀλλ᾽ οὐκ ἂν πιστεύσαιμι εἰς τοσοῦτον αὐτοὺς παραπληξίας ἐλαύνειν, ὥστε φάναι τὸν Θεὸν τῶν ὅλων, ὥσπερ κοινότητά τινα, λόγῳ μόνῳ θεωρητήν, ἐν οὐδεμιᾷ δὲ ὑποστάσει τὸ εἶναι ἔχουσαν, εἰς τὰ ὑποκείμενα διαιρεῖσθαι· εἶτα τὴν ὑποδιαίρεσιν ταύτην καὶ ὑπαρίθμησιν λέγεσθαι. Ἢ τοῦτο μὲν οὐδ᾽ ἂν μελαγχολῶντες εἴποιεν.

Πρὸς γὰρ τῇ ἀσεβείᾳ, καὶ τὸν ἐναντίον λόγον τῆς οἰκείας ἑαυτῶν προαιρέσεως κατασκευάζουσι. Τὰ γὰρ ὑποδιαιρούμενα τῆς αὐτῆς ἐστιν ἐκείνοις οὐσίας ἀφ᾽ ὧν διῄρηνται. Ἀλλ᾽ ἐοίκαμεν διὰ πολλὴν τῆς ἀτοπίας ἐνάργειαν ἀπορεῖν λόγων, καὶ οὐκ ἔχειν πῶς τῆς ἀλογίας αὐτῶν καθαψόμεθα· ὥστε δοκοῦσί μοί τι κερδαίνειν παρὰ τὴν ἄνοιαν. Ὡς γὰρ πρὸς τὰ μαλακὰ καὶ ὑπείκοντα τῶν σωμάτων, τῷ μὴ ἔχειν ἀντέρεισιν, οὐκ ἔστι γενναίαν τὴν πληγὴν ἐνεγκεῖν· οὕτως οὐδὲ τῶν προδήλων εἰς ἄνοιαν δυνατὸν ἐλέγχῳ νεανικῷ καθικέσθαι. Λείπεται οὖν σιωπῇ τὸ βδελυκτὸν αὐτῶν τῆς ἀσεβείας παραδραμεῖν. Ἀλλ᾽ οὐκ ἐᾷ τὴν ἡσυχίαν τῶν ἀδελφῶν ἡ ἀγάπη, καὶ ἡ βαρύτης τῶν ἐναντίων.

Τί γὰρ λέγουσιν; Ὁρᾶτε αὐτῶν τῆς ἀλαζονείας τὰ ῥήματα. Ἡμεῖς τοῖς μὲν ὁμοτίμοις φαμὲν τὴν συναρίθμησιν πρέπειν· τοῖς δὲ πρὸς τὸ χεῖρον παρηλλαγμένοις τὴν ὑπαρίθμησιν. Καὶ τοῦτο τίποτε λέγετε; Οὐ γὰρ συνίημι ὑμῶν τῆς ἀλλοκότου σοφίας. Πότερον ὅτι χρυσὸς μὲν χρυσῷ συναριθμεῖται, ὁ δὲ μόλυβδος οὐκέτι τῆς συναριθμήσεως ἄξιος, ἀλλὰ διὰ τὸ τῆς ὕλης εὔωνον ὑπαριθμηθήσεται τῷ χρυσῷ; Καὶ τοσαύτην δύναμιν τῷ ἀριθμῷ μαρτυρεῖτε, ὡς ἢ τῶν εὐτελῶν τὴν ἀξίαν ὑπεραίρειν, ἢ τῶν πολυτιμήτων τὸ σεμνὸν καταβάλλειν; Οὐκοῦν πάλιν καὶ τὸν χρυσὸν τοῖς βαρυτίμοις τῶν λίθων ὑπαριθμήσεις, κἀκείνων τοῖς εὐανθεστέροις καὶ μείζοσι τοὺς ἀλαμπεστέρους καὶ μικροτέρους.

Ἀλλὰ τί οὐκ ἂν εἴποιεν οἱ εἰς μηδὲν ἄλλο εὐκαιροῦντες ἢ λέγειν τι καὶ ἀκούειν καινότερον; Ὀνομαζέσθωσαν λοιπὸν μετὰ Στωϊκῶν καὶ Ἐπικουρείων οἱ διαψηφισταὶ τῆς ἀσεβείας. Τίς γὰρ ἂν καὶ γένοιτο πρὸς τὰ πολύτιμα τῶν ἀτιμοτέρων ἡ ὑπαρίθμησις; Ὁ χαλκοῦς ὀβολὸς τῷ χρυσῷ στατῆρι πῶς ὑπαριθμηθήσεται; Ὅτι οὐ λέγομεν, φησί, δύο κεκτῆσθαι νομίσματα· ἀλλ᾽ ἓν καὶ ἕν. Πότερον οὖν τούτων ποτέρῳ ὑπαριθμεῖται; Ἐκφωνεῖται μὲν γὰρ ὁμοίως ἑκάτερον.

Ἐὰν μὲν οὖν καθ᾽ ἑαυτὸ ἕκαστον ἀριθμήσῃς, ὁμοτιμίαν ποιεῖς ἐν τῷ ὁμοίῳ τρόπῳ τῆς ἀριθμήσεως· ἐὰν δὲ συνάψῃς αὐτά, πάλιν ἑνοῖς τὴν ἀξίαν συναριθμῶν ἀλλήλοις ἀμφότερα. Εἰ δὲ ὅπερ ἂν δεύτερον ἀριθμηθῇ, τοῦτο ἕξει τὴν ὑπαρίθμησιν, ἐν τῷ ἀριθμοῦντί ἐστιν ἀπὸ τοῦ χαλκοῦ νομίσματος τῆς ἀριθμήσεως ἄρξασθαι. Ἀλλὰ τῆς ἀμαθίας τὸν ἔλεγχον ὑπερθέμενοι, ἐπὶ τὰ συνέχοντα τὸν λόγον τρέψωμεν.

Καὶ τὸν Υἱὸν ὑπαριθμεῖσθαι τῷ Πατρὶ λέγετε, καὶ τὸ Πνεῦμα τῷ Υἱῷ, ἢ τῷ Πνεύματι μόνῳ τὴν ὑπαρίθμησιν ἀφορίζετε; Εἰ μὲν γὰρ καὶ τὸν Υἱὸν ὑπαριθμεῖτε, πάλιν τὸν αὐτὸν λόγον τῆς ἀσεβείας ἀνακαινίζετε, τὸ ἀνόμοιον τῆς οὐσίας, τὴν τοῦ ἀξιώματος ταπεινότητα, τὴν ἐν ὑστέρῳ γένεσιν, καὶ ἁπαξαπλῶς πάσας ὁμοῦ τὰς εἰς τὸν Μονογενῆ βλασφημίας, δι᾽ ἑνὸς τούτου ῥήματος ἀνακυκλοῦντες ἐπιδειχθήσεσθε· οἷς ἀντιλέγειν μακρότερον ἢ κατὰ τὴν παροῦσαν ὁρμήν, ἄλλως τε καὶ ἐν ἄλλοις κατὰ δύναμιν ὑφ᾽ ἡμῶν τῆς ἀσεβείας διελεγχθείσης. Εἰ δὲ τῷ Πνεύματι πρέπειν οἴονται μόνῳ τὴν ὑπαρίθμησιν, μανθανέτωσαν ὅτι κατὰ τὸν αὐτὸν τρόπον συνεκφωνεῖται τῷ Κυρίῳ τὸ Πνεῦμα, καθ᾽ ὃν καὶ ὁ Υἱὸς τῷ Πατρί. Τὸ γὰρ ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ὁμοίως ἐκδέδοται. Ὡς τοίνυν ἔχει ὁ Υἱὸς πρὸς τὸν Πατέρα, οὕτω πρὸς τὸν Υἱὸν τὸ Πνεῦμα κατὰ τὴν ἐν τῷ βαπτίσματι παραδεδομένην τοῦ λόγου σύνταξιν. Εἰ δὲ τὸ Πνεῦμα τῷ Υἱῷ συντέτακται, ὁ δὲ Υἱὸς τῷ Πατρί, δηλονότι καὶ τὸ Πνεῦμα τῷ Πατρί. Τίνα οὖν ἔχει χώραν, τὸ μὲν συναριθμεῖσθαι, τὸ δὲ ὑπαριθμεῖσθαι λέγειν, ἐν μιᾷ καὶ τῇ αὐτῇ συστοιχίᾳ κατατεταγμένων τῶν ὀνομάτων;

Ὅλως δέ, τί τῶν πάντων ἐξέστη ποτὲ τῆς ἑαυτοῦ φύσεως ἀριθμούμενον; Ἀλλ᾽ οὐχὶ τὰ μὲν ἀριθμητὰ διαμένει οἷα πέφυκεν ἐξ ἀρχῆς, ὁ δὲ ἀριθμὸς σημεῖον γνωριστικὸν τοῦ πλήθους τῶν ὑποκειμένων παρ᾽ ἡμῶν ἐφαρμόζεται; Τῶν γὰρ σωμάτων τὰ μὲν ἀριθμοῦμεν, τὰ δὲ μετροῦμεν, τὰ δὲ σταθμώμεθα· καὶ ὧν μὲν συνεχὴς ἡ φύσις, μέτρῳ καταλαμβάνομεν· ὧν δὲ διωρισμένη, τῷ ἀριθμῷ ὑποβάλλομεν, πλὴν ὅσα διὰ λεπτότητα καὶ αὐτὰ πάλιν μετρητὰ γίνεται· τὰ δὲ βάρη ταῖς ἐπὶ τοῦ ζυγοῦ ῥοπαῖς διακρίνομεν. Οὐ τοίνυν ἐπειδὴ ἑαυτοῖς σημεῖα πρὸς τὴν τοῦ ποσοῦ γνῶσιν ἐπενοήσαμεν, ἤδη καὶ τὴν φύσιν τῶν σημειωθέντων ἠλλάξαμεν.

Ὥσπερ οὖν οὐχ ὑποσταθμώμεθα ἀλλήλοις τὰ σταθμητά, κἂν τὸ μὲν χρυσός, τὸ δὲ κασσίτερος ᾖ, οὐδὲ ὑπομετροῦμεν τὰ μετρητά· οὕτως οὐδὲ τὰ ἀριθμητὰ πάντως ὑπαριθμήσομεν. Εἰ δὲ οὐδὲν τῶν ἄλλων τὴν ὑπαρίθμησιν δέχεται, πῶς τῷ Πνεύματι φασὶ προσήκειν ὑπαριθμεῖσθαι; Ἀλλὰ τὰ Ἑλληνικὰ νοσοῦντες οἴονται τὰ κατὰ βαθμὸν ἀξιωμάτων ἢ κατὰ οὐσίας ὕφεσιν ὑποβαίνοντα, ταῦτα προσήκειν ὑπαριθμεῖσθαι.

ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ Πῶς ἐν τῇ ὁμολογίᾳ τῶν τριῶν ὑποστάσεων τὸ εὐσεβὲς τῆς μοναρχίας δόγμα διατηροῦμεν, ἐν ᾧ καὶ ὁ κατὰ τῶν τὸ Πνεῦμα ὑπαριθμεῖσθαι φασκόντων ἔλεγχος. Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα παραδιδοὺς ὁ Κύριος, οὐ μετὰ τοῦ ἀριθμοῦ συνεξέδωκεν. Οὐ γὰρ εἶπεν ὅτι εἰς πρῶτον καὶ δεύτερον καὶ τρίτον· οὐδὲ εἰς ἓν καὶ δύο καὶ τρία· ἀλλὰ δι᾽ ὀνομάτων ἁγίων τὴν γνῶσιν τῆς πρὸς σωτηρίαν ἀγούσης πίστεως ἐχαρίσατο. Ὥστε τὸ μὲν σῷζον ἡμᾶς ἡ πίστις ἐστίν. Ὁ δὲ ἀριθμὸς σημεῖον γνωριστικὸν τοῦ ποσοῦ τῶν ὑποκειμένων ἐπινενόηται. Ἀλλ᾽ οἱ πανταχόθεν ἑαυτοῖς τὰς βλάβας ἐπισυνάγοντες, καὶ τῇ τοῦ ἀριθμεῖν δυνάμει κατὰ τῆς πίστεως κέχρηνται· οἵγε οὐδενὸς τῶν ἄλλων ἐκ τῆς τοῦ ἀριθμοῦ προσθήκης ἀλλοιουμένου, οὗτοι ἐπὶ τῆς θείας φύσεως εὐλαβοῦνται τὸν ἀριθμόν, μὴ δι᾽ αὐτοῦ τῆς ὀφειλομένης τῷ Παρακλήτῳ τιμῆς ὑπερβῶσι τὸ μέτρον.

Ἀλλ᾽ ὦ σοφώτατοι, μάλιστα μὲν ὑπὲρ ἀριθμὸν ἔστω τὰ ἀνέφικτα· ὡς ἡ παλαιὰ τῶν Ἑβραίων εὐλάβεια ἰδίοις σημείοις τὸ ἀνεκφώνητον ὄνομα τοῦ Θεοῦ διεχάρασσε, καὶ ἐκ τούτου τὴν κατὰ πάντων ὑπεροχὴν παριστῶσα. Εἰ δὲ ἄρα δεῖ καὶ ἀριθμεῖν, μήτοιγε καὶ ἐν τούτῳ κακουργεῖν τὴν ἀλήθειαν. Ἢ γὰρ σιωπῇ τιμάσθω τὰ ἄρρητα, ἢ εὐσεβῶς ἀριθμείσθω τὰ ἅγια.

Εἷς Θεὸς καὶ Πατὴρ καὶ εἷς μονογενὴς Υἱὸς καὶ ἓν Πνεῦμα ἅγιον. Ἑκάστην τῶν ὑποστάσεων μοναχῶς ἐξαγγέλλομεν· ἐπειδὰν δὲ συναριθμῆσαι δέῃ, οὐχὶ ἀπαιδεύτῳ ἀριθμήσει πρὸς πολυθεΐας ἔννοιαν ἐκφερόμεθα. Οὐ γὰρ κατὰ σύνθεσιν ἀριθμοῦμεν, ἀφ᾽ ἑνὸς εἰς πλῆθος ποιούμενοι τὴν παραύξησιν, ἓν καὶ δύο καὶ τρία λέγοντες, οὐδὲ πρῶτον καὶ δεύτερον καὶ τρίτον. «Ἐγὼ γὰρ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα.» Δεύτερον δὲ Θεὸν οὐδέπω καὶ τήμερον ἀκηκόαμεν· Θεὸν γὰρ ἐκ Θεοῦ προσκυνοῦντες, καὶ τὸ ἰδιάζον τῶν ὑποστάσεων ὁμολογοῦμεν, καὶ μένομεν ἐπὶ τῆς μοναρχίας, εἰς πλῆθος ἀπεσχισμένον τὴν θεολογίαν μὴ σκεδαννύντες· διὰ τὸ μίαν ἐν Θεῷ Πατρὶ καὶ Θεῷ Μονογενεῖ τὴν οἱονεὶ μορφὴν θεωρεῖσθαι, τῷ ἀπαραλλάκτῳ τῆς θεότητος ἐνεικονιζομένην. Υἱὸς γὰρ ἐν τῷ Πατρί, καὶ Πατὴρ ἐν τῷ Υἱῷ· ἐπειδὴ καὶ οὗτος τοιοῦτος, οἷος ἐκεῖνος, κἀκεῖνος οἱόσπερ οὗτος· καὶ ἐν τούτῳ τὸ ἕν. Ὥστε κατὰ μὲν τὴν ἰδιότητα τῶν προσώπων, εἷς καὶ εἷς· κατὰ δὲ τὸ κοινὸν τῆς φύσεως, ἓν οἱ ἀμφότεροι. Πῶς οὖν, εἴπερ εἷς καὶ εἷς, οὐχὶ δύο θεοί; Ὅτι βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκών, καὶ οὐ δύο βασιλεῖς. Οὔτε γὰρ τὸ κράτος σχίζεται, οὔτε ἡ δόξα διαμερίζεται. Ὡς γὰρ ἡ κρατοῦσα ἡμῶν ἀρχὴ καὶ ἡ ἐξουσία μία, οὕτω καὶ ἡ παρ᾽ ἡμῶν δοξολογία μία, καὶ οὐ πολλαί· διότι ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει.

Ὃ οὖν ἐστιν ἐνταῦθα μιμητικῶς ἡ εἰκών, τοῦτο ἐκεῖ φυσικῶς ὁ Υἱός. Καὶ ὥσπερ ἐπὶ τῶν τεχνικῶν κατὰ τὴν μορφὴν ἡ ὁμοίωσις, οὕτως ἐπὶ τῆς θείας καὶ ἀσυνθέτου φύσεως, ἐν τῇ κοινωνίᾳ τῆς θεότητός ἐστιν ἡ ἕνωσις.

Ἓν δὲ καὶ τὸ ἅγιον Πνεῦμα, καὶ αὐτὸ μοναδικῶς ἐξαγγελλόμενον, δι᾽ ἑνὸς Υἱοῦ τῷ ἑνὶ Πατρὶ συναπτόμενον, καὶ δι᾽ ἑαυτοῦ συμπληροῦν τὴν πολυύμνητον καὶ μακαρίαν Τριάδα· οὗ τὴν πρὸς Πατέρα καὶ Υἱὸν οἰκείωσιν ἱκανῶς ἐμφαίνει τὸ μὴ ἐν τῷ πλήθει τῆς κτίσεως τετάχθαι, ἀλλὰ μοναχῶς ἐκφωνεῖσθαι. Οὐ γὰρ ἓν τῶν πολλῶν ἐστιν· ἀλλ᾽ ἕν ἐστιν. Ὡς γὰρ εἷς Πατὴρ καὶ εἷς Υἱός, οὕτω καὶ ἓν Πνεῦμα ἅγιον. Τῆς μὲν οὖν κτιστῆς φύσεως τοσοῦτον ἀποκεχώρηκεν, ὅσον εἰκὸς τὸ μοναδικὸν τῶν συστηματικῶν καὶ πληθυσμὸν ἐχόντων. Πατρὶ δὲ καὶ Υἱῷ κατὰ τοσοῦτον ἥνωται, καθόσον ἔχει μονὰς πρὸς μονάδα τὴν οἰκειότητα.

Καὶ οὐκ ἐντεῦθεν μόνον τῆς κατὰ τὴν φύσιν κοινωνίας αἱ ἀποδείξεις, ἀλλ᾽ ὅτι καὶ ἐκ τοῦ Θεοῦ εἶναι λέγεται· οὐχ ὡς τὰ πάντα ἐκ τοῦ Θεοῦ, ἀλλ᾽ ὡς ἐκ τοῦ Θεοῦ προελθόν· οὐ γεννητῶς ὡς ὁ Υἱός, ἀλλ᾽ ὡς Πνεῦμα στόματος αὐτοῦ.

Πάντως δὲ οὔτε τὸ στόμα μέλος, οὔτε πνοὴ λυομένη τὸ Πνεῦμα· ἀλλὰ καὶ τὸ στόμα θεοπρεπῶς, καὶ τὸ Πνεῦμα οὐσία ζῶσα, ἁγιασμοῦ κυρία· τῆς μὲν οἰκειότητος δηλουμένης ἐντεῦθεν, τοῦ δὲ τρόπου τῆς ὑπάρξεως ἀρρήτου φυλασσομένου.

Ἀλλὰ καὶ Πνεῦμα Χριστοῦ λέγεται, ὡς ᾠκειωμένον κατὰ τὴν φύσιν αὐτῷ. Διὰ τοῦτο «Εἴ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ». Ὅθεν μόνον ἀξίως δοξάζει τὸν Κύριον. «Ἐκεῖνος γὰρ ἐμὲ δοξάσει», φησίν, οὐχ ὡς ἡ κτίσις, ἀλλ᾽ ὡς Πνεῦμα τῆς ἀληθείας, τρανῶς ἐκφαῖνον ἐν ἑαυτῷ τὴν ἀλήθειαν· καὶ ὡς Πνεῦμα σοφίας, τὸν Χριστόν, τὴν τοῦ Θεοῦ δύναμιν, καὶ τὴν τοῦ Θεοῦ σοφίαν ἐν τῷ ἑαυτοῦ μεγέθει ἀποκάλυπτον. Καὶ ὡς Παράκλητος δὲ ἐν ἑαυτῷ χαρακτηρίζει τοῦ ἀποστείλαντος αὐτὸν Παρακλήτου τὴν ἀγαθότητα· καὶ ἐν τῷ ἑαυτοῦ ἀξιώματι τὴν μεγαλωσύνην ἐμφαίνει τὴν τοῦ ὅθεν προῆλθεν. Ἔστιν οὖν δόξα ἡ μέν τις φυσική· ὡς δόξα ἡλίου τὸ φῶς· ἡ δέ τις ἔξωθεν, ἡ ἐκ προαιρέσεως, κεκριμένως τοῖς ἀξίοις προσαγομένη.

Διπλῆ δὲ καὶ αὕτη. «Υἱὸς γάρ, φησί, δοξάζει Πατέρα, καὶ δοῦλος τὸν Κύριον αὐτοῦ.» Τούτων τοίνυν ἡ μὲν δουλικὴ παρὰ τῆς κτίσεως προσάγεται· ἡ δέ, ἵν᾽ οὕτως εἴπω, οἰκειακὴ παρὰ τοῦ Πνεύματος ἐκπληροῦται. Ὡς γὰρ περὶ ἑαυτοῦ ἔλεγεν· «Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελείωσα ὃ ἔδωκάς μοι ἵνα ποιήσω»· οὕτω καὶ περὶ τοῦ Παρακλήτου· «Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.» Καὶ ὡς δοξάζεται Υἱὸς παρὰ τοῦ Πατρός, λέγοντος· «Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω»· οὕτω δοξάζεται τὸ Πνεῦμα διὰ τῆς πρὸς Πατέρα καὶ Υἱὸν κοινωνίας, καὶ διὰ τῆς τοῦ Μονογενοῦς μαρτυρίας, λέγοντος· «Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται ὑμῖν τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται.» Ἐπειδὴ δὲ διὰ δυνάμεως φωτιστικῆς τῷ κάλλει τῆς τοῦ Θεοῦ τοῦ ἀοράτου εἰκόνος ἐνατενίζομεν, καὶ δι᾽ αὐτῆς ἀναγόμεθα ἐπὶ τὸ ὑπέρκαλον τοῦ ἀρχετύπου θέαμα, αὐτοῦ που πάρεστιν ἀχωρίστως τὸ τῆς γνώσεως Πνεῦμα, τὴν ἐποπτικὴν τῆς εἰκόνος δύναμιν ἐν ἑαυτῷ παρεχόμενον τοῖς τῆς ἀληθείας φιλοθεάμοσιν, οὐκ ἔξωθεν τὴν δεῖξιν ποιούμενον, ἀλλ᾽ ἐν ἑαυτῷ εἰσάγον πρὸς τὴν ἐπίγνωσιν. Ὡς γὰρ «οὐδεὶς οἶδε τὸν Πατέρα εἰ μὴ ὁ Υἱός», οὕτως «οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ». Οὐ γὰρ διὰ Πνεύματος εἴρηται, ἀλλ᾽ ἐν Πνεύματι.

Καὶ «Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν Πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν»· καθὼς γέγραπται· «Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς», τουτέστιν ἐν τῷ φωτισμῷ τοῦ Πνεύματος, «φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον». Ὥστε ἐν ἑαυτῷ δείκνυσι τὴν δόξαν τοῦ Μονογενοῦς, καὶ τοῖς ἀληθινοῖς προσκυνηταῖς ἐν ἑαυτῷ τὴν τοῦ Θεοῦ γνῶσιν παρέχεται. Ἡ τοίνυν ὁδὸς τῆς θεογνωσίας ἐστὶν ἀπὸ ἑνὸς Πνεύματος, διὰ τοῦ ἑνὸς Υἱοῦ, ἐπὶ τὸν ἕνα Πατέρα. Καὶ ἀνάπαλιν, ἡ φυσικὴ ἀγαθότης, καὶ ὁ κατὰ φύσιν ἁγιασμός, καὶ τὸ βασιλικὸν ἀξίωμα, ἐκ Πατρός, διὰ τοῦ Μονογενοῦς, ἐπὶ τὸ Πνεῦμα διήκει. Οὕτω καὶ αἱ ὑποστάσεις ὁμολογοῦνται, καὶ τὸ εὐσεβὲς δόγμα τῆς μοναρχίας οὐ διαπίπτει.

Οἱ δὲ τὴν ὑπαρίθμησιν ἐν τῷ πρῶτον καὶ δεύτερον καὶ τρίτον λέγειν τιθέμενοι γνωριζέσθωσαν τὸ πολύθεον τῆς Ἑλληνικῆς πλάνης τῇ ἀχράντῳ θεολογίᾳ τῶν Χριστιανῶν ἐπεισάγοντες. Εἰς οὐδὲν γὰρ ἕτερον φέρει τῆς ὑπαριθμήσεως τὸ κακούργημα, ἢ ὥστε πρῶτον καὶ δεύτερον Θεὸν καὶ τρίτον ὁμολογεῖν. Ἀλλ᾽ ἡμῖν ἀρκοῦσα ἡ παρὰ τοῦ Κυρίου ἐπιτεθεῖσα ἀκολουθία, ἣν ὁ συγχέων οὐκ ἔλαττον τῆς τούτων ἀσεβείας παρανομήσει. Ὅτι μὲν οὖν οὐδέν, ὡς οὗτοι πεπλάνηνται, ἡ κατὰ τὴν φύσιν κοινωνία τῷ τρόπῳ τῆς ὑπαριθμήσεως παραλύεται, ἱκανῶς εἴρηται. Ἀλλὰ συνέλθωμεν τῷ φιλονείκῳ καὶ ματαιόφρονι, καὶ δῶμεν τὸ δεύτερον τινὸς καθ᾽ ὑπαρίθμησιν ἐκείνου λέγεσθαι. Ἴδωμεν τοίνυν τί τὸ ἐκβαῖνον ἀπὸ τοῦ λόγου. «Ὁ πρῶτος, φησίν, ἄνθρωπος, ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος, ἐξ οὐρανοῦ.» Καὶ ἐν ἄλλοις· «Οὐ πρῶτον, φησί, τὸ πνευματικόν, ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν.» Εἰ τοίνυν τῷ πρώτῳ ὑπαριθμεῖται τὸ δεύτερον, τὸ δὲ ὑπαριθμούμενον ἀτιμότερόν ἐστι τοῦ πρὸς ὃ ἔχει τὴν ὑπαρίθμησιν· ἀτιμότερος οὖν καθ᾽ ὑμᾶς τοῦ ψυχικοῦ ὁ πνευματικός, καὶ τοῦ χοϊκοῦ ἀνθρώπου ὁ ἐπουράνιος.