Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ τοῦ ἁγίου πνεύματος

Μέγας Βασίλειος

Τα ονόματα, οι ενέργειες και η αυθεντία του Αγίου Πνεύματος

Αγιογραφικές μαρτυρίες σχετικά με τα θεία ονόματα του Πνεύματος, τις ενέργειές Του και την ιδιότητά Του ως Κυρίου με εξουσιαστική αυθεντία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 11 από 16

ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ Πρὸς τοὺς λέγοντας μὴ εἶναι δοξαστὸν τὸ Πνεῦμα. Ἔστω ταῦτα, φησίν, ἀλλ᾽ οὐχὶ καὶ δόξα πάντως ὀφειλομένη ἐστὶ τῷ Πνεύματι, ὥστε δοξολογίαις ἀνυψοῦσθαι παρ᾽ ἡμῶν. Πόθεν ἂν οὖν τῆς ὑπερεχούσης πάντα νοῦν ἀξίας τοῦ Πνεύματος τὰς ἀποδείξεις λάβοιμεν, εἴπερ ἡ Πατρὸς καὶ Υἱοῦ κοινωνία μὴ ἀξιόπιστος αὐτοῖς πρὸς μαρτυρίαν ἀξιώματος ἐνομίσθη; Ἔξεστί γε μὴν πρός τε τὰ ἐκ τῶν ὀνομάτων ἀποβλέψαντας σημαινόμενα, καὶ πρὸς τὰ τῶν ἐνεργειῶν αὐτοῦ μεγέθη, καὶ πρὸς τὰς εἰς ἡμᾶς, μᾶλλον δὲ εἰς πᾶσαν τὴν κτίσιν χορηγουμένας εὐεργεσίας, τῆς μεγαλοφυΐας αὐτοῦ καὶ τῆς ἀνεφίκτου δυνάμεως ἐπὶ ποσὸν γοῦν ἐν περινοίᾳ γενέσθαι.

Πνεῦμα ὠνόμασται· ὡς «Πνεῦμα ὁ Θεὸς» καὶ «Πνεῦμα τοῦ προσώπου ἡμῶν, Χριστὸς Κύριος». Ἅγιον· ὡς ἅγιος ὁ Πατὴρ καὶ ἅγιος ὁ Υἱός. Τῇ μὲν γὰρ κτίσει ἑτέρωθεν ἐπεισήχθη ὁ ἁγιασμός· τῷ δὲ Πνεύματι συμπληρωτικὴ τῆς φύσεώς ἐστιν ἡ ἁγιότης. Διόπερ οὐχὶ ἁγιαζόμενόν ἐστιν, ἀλλ᾽ ἁγιάζον. Ἀγαθόν· ὡς ἀγαθὸς ὁ Πατὴρ καὶ ἀγαθὸς ὁ ἐκ τοῦ ἀγαθοῦ γεννηθείς· οὐσίαν ἔχον τὴν ἀγαθότητα.

Εὐθές· ὡς «εὐθὴς Κύριος ὁ Θεός»· τῷ αὐτὸ εἶναι ἀλήθεια καὶ αὐτὸ εἶναι δικαιοσύνη, παρεκτροπὰς ἐπὶ θάτερα καὶ ἐκκλίσεις οὐκ ἔχον, διὰ τὸ ἄτρεπτον τῆς οὐσίας. Παράκλητος· ὡς ὁ Μονογενής· καθὼς αὐτός φησιν, ὅτι «ἐγὼ ἐρωτήσω τὸν Πατέρα μου, καὶ δώσει ὑμῖν ἄλλον Παράκλητον».

Οὕτω κοινὰ τὰ ὀνόματα πρὸς Πατέρα καὶ Υἱὸν τῷ Πνεύματι, ἐκ τῆς κατὰ τὴν φύσιν οἰκειότητος τῶν προσηγοριῶν τούτων τυχόντι. Πόθεν γὰρ ἄλλοθεν; Πάλιν ἡγεμονικόν, καὶ Πνεῦμα τῆς ἀληθείας, καὶ Πνεῦμα σοφίας ὠνόμασται. «Πνεῦμα θεῖον τὸ ποιῆσάν με.» Καὶ· «Τὸν Βεσελεὴλ δέ, φησίν, ἐνέπλησεν ὁ Θεὸς Πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης.» Τὰ μὲν οὖν ὀνόματα τοιαῦτα, ὑπερφυῆ καὶ μεγάλα· οὐμενοῦν ἔχοντά τινα εἰς δόξαν ὑπερβολήν.

Αἱ δὲ ἐνέργειαι τίνες; Ἄρρητοι μὲν διὰ τὸ μέγεθος, ἀνεξαρίθμητοι δὲ διὰ τὸ πλῆθος. Πῶς μὲν γὰρ νοήσομεν τὰ τῶν αἰώνων ἐπέκεινα; τίνες ἦσαν αὐτοῦ πρὸ τῆς νοητῆς κτίσεως αἱ ἐνέργειαι; πόσαι δ᾽ ἀπ᾽ αὐτοῦ περὶ τὴν κτίσιν χάριτες; τίς δὲ ἡ πρὸς τοὺς αἰῶνας τοὺς ἐπερχομένους δύναμις; Ἦν μὲν γὰρ καὶ προῆν, καὶ συμπαρῆν τῷ Πατρὶ καὶ τῷ Υἱῷ πρὸ τῶν αἰώνων. Ὥστε κἄν τι νοήσῃς τῶν αἰώνων ἐπέκεινα, τοῦτο εὑρήσεις τοῦ Πνεύματος κατωτέρω.

Ἐάν τε τὴν κτίσιν ἐνθυμηθῇς, ἐστερεώθησαν αἱ τῶν οὐρανῶν δυνάμεις παρὰ τοῦ Πνεύματος· τῆς στερεώσεως δηλονότι ἐπὶ τὸ δυσμετάπτωτον τῆς ἀπὸ τῶν ἀγαθῶν ἕξεως νοουμένης. Ἡ γὰρ πρὸς Θεὸν οἰκείωσις, καὶ τὸ πρὸς κακίαν ἄτρεπτον, καὶ τὸ ἐν μακαριότητι διαρκὲς, παρὰ τοῦ Πνεύματος ταῖς δυνάμεσι. Χριστοῦ ἐπιδημία· καὶ τὸ Πνεῦμα προτρέχει.

Ἔνσαρκος παρουσία· καὶ τὸ Πνεῦμα ἀχώριστον. Ἐνεργήματα δυνάμεων, χαρίσματα ἰαμάτων, διὰ τοῦ Πνεύματος τοῦ ἁγίου. Δαίμονες ἀπηλαύνοντο ἐν τῷ Πνεύματι τοῦ Θεοῦ. Διάβολος κατηργεῖτο συμπαρόντος τοῦ Πνεύματος. Ἁμαρτιῶν ἀπολύτρωσις ἐν τῇ χάριτι τοῦ Πνεύματος. «Ἀπελούσασθε γὰρ καὶ ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ.» Οἰκείωσις πρὸς Θεόν, διὰ τοῦ Πνεύματος. «Ἐξαπέστειλε γὰρ ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ ἐν ταῖς καρδίαις ἡμῶν, κρᾶζον· Ἀββᾶ ὁ Πατήρ.» Ἡ ἐκ νεκρῶν ἐξανάστασις, τῇ ἐνεργείᾳ τοῦ Πνεύματος. «Ἐξαποστελεῖς γὰρ τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Εἴτε τὴν κτίσιν τις ἐκλαμβάνοι ἐπὶ τῆς τῶν διαλυθέντων ἀναβιώσεως, πῶς οὐ μεγάλη τοῦ Πνεύματος ἡ ἐνέργεια, τοῦ οἰκονομοῦντος ἡμῖν τὸν ἐξ ἀναστάσεως βίον, καὶ πρὸς τὴν πνευματικὴν ἐκείνην ζωὴν τὰς ψυχὰς ἡμῶν μεταρρυθμίζοντος; Εἴτε λέγοιτο κτίσις ἡ ἐνταῦθα τῶν ἐξ ἁμαρτίας διαπεπτωκότων ἐπὶ τὸ βέλτιον μετακόσμησις —λέγεται γὰρ καὶ οὕτω κατὰ τὴν συνήθειαν τῆς Γραφῆς, ὡς ὅταν Παῦλος λέγῃ· «Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις»—, καὶ ὁ ἐνταῦθα τοίνυν ἀνακαινισμός, καὶ ἡ ἀπὸ τῆς γηΐνης καὶ ἐμπαθοῦς ζωῆς ἐπὶ τὴν οὐράνιον πολιτείαν μεταβολή, διὰ τοῦ Πνεύματος ἡμῖν γινομένη, ἐπὶ πᾶσαν ὑπερβολὴν θαύματος τὰς ψυχὰς ἡμῶν ἀνάγει.

Ἐπὶ τούτοις πότερον φοβηθῶμεν μὴ τὴν ἀξίαν ὑπερβῶμεν ταῖς ὑπερβολαῖς τῶν τιμῶν; ἢ τὸ ἐναντίον, μὴ εἰς ταπεινότητα καταγάγωμεν τὴν περὶ αὐτοῦ ἔννοιαν, κἂν τὰ μέγιστα δόξωμεν ἐπ᾽ αὐτῷ τῶν ἐξ ἀνθρωπίνης διανοίας καὶ γλώττης προφερομένων φθέγγεσθαι;

Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον, ὡς τάδε λέγει Κύριος· «Κατάβηθι, καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος, διότι ἐγὼ αὐτοὺς ἀπέσταλκα.» Μὴ ταπεινοῦ ταῦτα καὶ κατεπτηχότος τὰ ῥήματα; «Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.» Μὴ δοῦλος οὕτω φθέγγεται; Καὶ ὁ Ἡσαΐας· «Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ.» Καί· «Κατέβη Πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτούς.» Καὶ μή μοι τὴν ὁδηγίαν πάλιν εἰς ταπεινὴν διακονίαν ἐκλάβῃς.

Τοῦτο γὰρ καὶ Θεοῦ ἔργον εἶναι ὁ λόγος διαμαρτύρεται. «Ὡδήγησας, φησίν, ὡς πρόβατα τὸν λαόν σου.» Καί· «Ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ.» Καί· «Ὡδήγησεν αὐτοὺς ἐπ᾽ ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν.» Ὥστε ὅταν ἀκούσῃς ὅτι «Ὅταν ἔλθῃ ὁ Παράκλητος, ἐκεῖνος ὑμᾶς ἀναμνήσει καὶ ὁδηγήσει πρὸς πᾶσαν τὴν ἀλήθειαν», τὴν ὁδηγίαν ὡς ἐδιδάχθης νόει, μὴ συκοφάντει τὴν ἔννοιαν.

Ἀλλὰ «καὶ ἐντυγχάνει, φησίν, ὑπὲρ ἡμῶν». Ὥστε ὅσον ἱκέτης τοῦ εὐεργέτου λείπεται, τοσοῦτον τὸ Πνεῦμα κατὰ τὴν ἀξίαν ἀποπέπτωκε τοῦ Θεοῦ. Σὺ δὲ οὔπω ἤκουσας περὶ τοῦ Μονογενοῦς, ὅτι «ἐστὶν ἐν δεξιᾷ τοῦ Θεοῦ καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν»; Μὴ οὖν ὅτι τὸ Πνεῦμα ἐν σοὶ— εἴπερ δὴ ὅλως ἐν σοί—, μηδ᾽ ὅτι ἀποτυφλωθέντας ἡμᾶς πρὸς τὴν ἐκλογὴν τοῦ συμφέροντος διδάσκει, καὶ ὁδηγεῖ, τούτου ἕνεκεν τὴν εὐσεβῆ καὶ ὁσίαν περὶ αὐτοῦ δόξαν ζημιωθῇς.

Ὑπερβολὴ γὰρ ἀγνωμοσύνης τοῦτό γε, τὴν φιλανθρωπίαν τοῦ εὐεργέτου ἀφορμὴν ἀχαριστίας ποιεῖσθαι. «Μὴ οὖν λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον.» Ἀκούσατε τί φησιν ἡ ἀπαρχὴ τῶν μαρτύρων Στέφανος, τὸ δυσπειθὲς καὶ ἀνυπότακτον τῷ λαῷ ὀνειδίζων· «Ὑμεῖς, φησίν, ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε.» Καὶ πάλιν ὁ Ἡσαΐας· «Παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν.» Καὶ ἑτέρωθι· «Ὁ οἶκος τοῦ Ἰακὼβ παρώργισε τὸ Πνεῦμα Κυρίου»· εἰ μὴ ἐξουσιαστικῆς δυνάμεως παραστατικὰ τὰ τοιαῦτα. Τῇ τῶν ἐντυγχανόντων κρίσει παρίημι, ταῦτα ἀκούοντας ὁποίας τινὰς χρὴ τὰς ὑπολήψεις ἔχειν· ὡς περὶ ὀργάνου, καὶ ὑπηκόου, καὶ ὁμοτίμου τῇ κτίσει καὶ ἡμῖν ὁμοδούλου; ἢ βαρύτατον καὶ ῥήματι μόνῳ τὴν βλασφημίαν ταύτην ὑποδῦναι τοῖς εὐσεβέσι; Δοῦλον λέγεις τὸ Πνεῦμα;

Ἀλλ᾽ «ὁ δοῦλος, φησίν, οὐκ οἶδε τί ποιεῖ ὁ κύριος αὐτοῦ», τὸ δὲ Πνεῦμα οὕτως οἶδε τὰ τοῦ Θεοῦ, ὡς καὶ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὰ ἐν αὐτῷ.

ΚΕΦΑΛΑΙΟΝ Κʹ Πρὸς τοὺς λέγοντας μήτε ἐν δουλικῇ τάξει μήτε ἐν δεσποτικῇ εἶναι τὸ Πνεῦμα, ἀλλ᾽ ἐν τῇ τῶν ἐλευθέρων. Οὔτε δοῦλόν φησιν, οὔτε δεσπότην, ἀλλ᾽ ἐλεύθερον. Ὢ τῆς δεινῆς ἀναλγησίας, ὢ τῆς ἐλεεινῆς ἀφοβίας τῶν ταῦτα λεγόντων. Τί πλέον αὐτῶν ὀδύρωμαι; τὸ ἀμαθές; ἢ τὸ βλάσφημον; οἵ γε τὰ τῆς θεολογίας δόγματα ἀνθρωπίνοις παραδείγμασι καθυβρίζουσι, καὶ τὴν ὧδε συνήθειαν, παρηλλαγμένην ἔχουσαν τῶν ἀξιωμάτων τὴν διαφοράν, τῇ θείᾳ καὶ ἀρρήτῳ φύσει προσαρμόζειν ἐπιχειροῦσιν· οὐκ ἐννοοῦντες, ὅτι παρὰ μὲν ἀνθρώποις τῇ φύσει δοῦλος οὐδείς.

Ἢ γὰρ καταδυναστευθέντες ὑπὸ ζυγὸν δουλείας ἤχθησαν, ὡς ἐν αἰχμαλωσίαις· ἢ διὰ πενίαν κατεδουλώθησαν, ὡς οἱ Αἰγύπτιοι τῷ Φαραώ· ἢ κατά τινα σοφὴν καὶ ἀπόρρητον οἰκονομίαν, οἱ χείρους τῶν παίδων, ἐκ τῆς τῶν πατέρων φωνῆς, τοῖς φρονιμωτέροις καὶ βελτίοσι δουλεύειν κατεδικάσθησαν· ἣν οὐδὲ καταδίκην, ἀλλ᾽ εὐεργεσίαν εἴποι τις ἂν δίκαιος τῶν γινομένων ἐξεταστής. Τὸν γάρ, δι᾽ ἔνδειαν τοῦ φρονεῖν, οὐκ ἔχοντα ἐν ἑαυτῷ τὸ κατὰ φύσιν ἄρχον, τοῦτον ἑτέρου κτῆμα γενέσθαι λυσιτελέστερον, ἵνα τῷ τοῦ κρατοῦντος λογισμῷ διευθυνόμενος, ὅμοιος ᾖ ἅρματι ἡνίοχον ἀναλαβόντι, καὶ πλοίῳ κυβερνήτην ἔχοντι ἐπὶ οἰάκων καθήμενον. Διὰ τοῦτο Ἰακὼβ κύριος τοῦ Ἠσαῦ ἐκ τῆς εὐλογίας τοῦ πατρός, ἵνα καὶ μὴ βουλόμενος παρὰ τοῦ φρονίμου εὐεργετῆται ὁ ἄφρων, οὐκ ἔχων τὸν οἰκεῖον κηδεμόνα τὸν νοῦν. Καὶ «Χαναὰν παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς», ἐπειδὴ ἀδίδακτος ἦν τῆς ἀρετῆς, ἀσύνετον ἔχων τὸν ἑαυτοῦ πατέρα τὸν Χάμ. Ὧδε μὲν οὖν οὕτως οἱ δοῦλοι· ἐλεύθεροι δέ, οἱ διαφυγόντες πενίαν, ἢ πόλεμον, ἢ τῆς ἑτέρων κηδεμονίας ἀπροσδεεῖς. Ὥστε κἂν ὁ μὲν δεσπότης, ὁ δὲ οἰκέτης λέγηται, ἀλλ᾽ οὖν πάντες καὶ κατὰ τὴν πρὸς ἀλλήλους ὁμοτιμίαν, καὶ ὡς κτήματα τοῦ πεποιηκότος ἡμᾶς, ὁμόδουλοι. Ἐκεῖ δέ, τί δύνασαι τῆς δουλείας ὑπεξαγαγεῖν;

Ὁμοῦ τε γὰρ ἐκτίσθη, καὶ τὸ δοῦλον εἶναι συγκατεσκεύασται. Ἀλλήλων μὲν γὰρ οὐ κατάρχουσιν, ἐπειδὴ πλεονεξίας ἄμοιρα τὰ οὐράνια, Θεῷ δὲ πάντα ὑποκύπτει, καὶ ὡς δεσπότῃ τὸν ὀφειλόμενον φόβον, καὶ ὡς δημιουργῷ τὴν ἐπιβάλλουσαν δόξαν ἀποδιδόντα. «υἱὸς γὰρ δοξάζει πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ.» Καὶ ἀπαιτεῖ πάντως τῶν δύο τὸ ἕτερον ὁ Θεός. «Εἰ γὰρ Πατήρ εἰμι ἐγώ, ποῦ ἐστι, φησίν, ἡ δόξα μου»; καὶ εἰ Κύριός εἰμι ἐγώ, ποῦ ἐστιν ὁ φόβος μου;

Ἢ πάντων ἂν εἴη ἐλεεινοτάτη ζωή, μὴ ὑπὸ τὴν ἐπισκοπὴν τοῦ Δεσπότου κειμένη. Ὁποῖαί εἰσιν αἱ ἀποστατικαὶ δυνάμεις, αἱ διὰ τὸ τραχηλιάσαι κατὰ Θεοῦ παντοκράτορος, ἀφηνιάζουσαι τῆς δουλείας· οὐ τῷ ἑτέρως πεφυκέναι, ἀλλὰ τῷ ἀνυποτάκτως ἔχειν πρὸς τὸν ποιήσαντα. Τίνα οὖν λέγεις ἐλεύθερον; Τὸν ἀβασίλευτον; τὸν μήτε ἄρχειν ἑτέρου δύναμιν ἔχοντα, μήτε ἄρχεσθαι καταδεχόμενον; Ἀλλ᾽ οὔτε ἔστι τις τοιαύτη φύσις ἐν τοῖς οὖσι, καὶ τοῦτο ἐννοῆσαι κατὰ τοῦ Πνεύματος, ἀσέβεια περιφανής.

Ὥστε εἰ μὲν ἔκτισται, δουλεύει δηλαδὴ μετὰ πάντων. «Τὰ γὰρ σύμπαντα, φησί, δοῦλα σά»· εἰ δὲ ὑπὲρ τὴν κτίσιν ἐστί, τῆς βασιλείας ἐστὶ κοινωνόν.

ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ Μαρτυρίαι ἐκ τῶν Γραφῶν τοῦ κυριολογεῖσθαι τὸ Πνεῦμα. Καὶ τί δεῖ ἐκ τῶν ταπεινῶν ἀπομαχομένους, αἰσχρῶς τὴν νίκην κατακτᾶσθαι τῷ λόγῳ, ἐξὸν τῇ παραθέσει τῶν σεμνοτέρων ἀναντίρρητον τὴν ὑπερβολὴν τῆς δόξης ἐπιδεικνύναι;

Εἰ δὲ λέγοιμεν ἃ παρὰ τῆς Γραφῆς ἐδιδάχθημεν, τάχα που μέγα καὶ σφοδρὸν ἀνακράξονται, καὶ συσχόντες τὰ ὦτα, ἀράμενοι λίθους, ἢ ὅ τι ἂν τύχοι παραφανέν, τοῦτο τῶν Πνευματομάχων ἕκαστος ὅπλον ποιησάμενος, ἐφ᾽ ἡμᾶς ἥξουσιν. Οὐ μὴν πρό γε τῆς ἀληθείας τιμητέα ἡμῖν ἡ ἀσφάλεια.

Εὕρομεν τοίνυν παρὰ τῷ ἀποστόλῳ· «Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ ὑπὲρ τῶν Θλίψεων.» Τίς ὁ κατευθύνων Κύριος εἰς τὴν τοῦ Θεοῦ ἀγάπην καὶ εἰς τὴν ὑπὲρ τῶν θλίψεων τοῦ Χριστοῦ ὑπομονήν; Ἀποκρινάσθωσαν ἡμῖν οἱ τὸ Πνεῦμα καταδουλούμενοι. Εἴτε γὰρ περὶ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ λόγος, πάντως ἂν εἴρητο· Ὁ δὲ Κύριος ὑμᾶς κατευθύναι εἰς τὴν ἑαυτοῦ ἀγάπην· εἴτε περὶ τοῦ Υἱοῦ, προσέκειτο ἂν εἰς τὴν ἑαυτοῦ ὑπομονήν. Ζητείτωσαν οὖν τί ἐστιν ἄλλο πρόσωπον, ὃ τῇ προσηγορίᾳ τοῦ Κυρίου τιμᾶσθαι ἄξιον.

Παραπλήσιον δὲ τούτῳ καὶ τὸ ἑτέρωθι κείμενον, τό· «Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι καὶ περισσεύσαι ἐν ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιασμῷ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ.» Ποῖον Κύριον εὔχεται ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν, ἀμέμπτους τὰς καρδίας ἐστηριγμένας ἐν ἁγιωσύνῃ τῶν ἐν Θεσσαλονίκῃ πιστῶν στηρίξαι; Ἀποκρινάσθωσαν ἡμῖν οἱ μετὰ τῶν λειτουργικῶν πνευμάτων τῶν πρὸς διακονίαν ἀποστελλομένων τὸ ἅγιον Πνεῦμα τιθέντες. Ἀλλ᾽ οὐκ ἔχουσι.

Διόπερ ἀκουέτωσαν καὶ ἑτέρας μαρτυρίας διαρρήδην καὶ αὐτῆς κυριολογούσης τὸ Πνεῦμα. «Ὁ δὲ Κύριος, φησί, τὸ Πνεῦμά ἐστι.» Καὶ πάλιν· «Καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» Ὥστε δὲ μηδεμίαν ἀντιλογίας ἀφορμὴν καταλιπεῖν, αὐτὴν παραθήσομαι τοῦ ἀποστόλου τὴν λέξιν· «Ἄχρι γὰρ τῆς σήμερον, τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον ὅτι ἐν Χριστῷ καταργεῖται. Ὅταν δὲ ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι.» Τί τοῦτο λέγων; Ὅτι ὁ ψιλῇ τῇ διανοίᾳ τοῦ γράμματος προσκαθήμενος καὶ αὐτοῦ που περὶ τὰ νομικὰ παρατηρήματα διατρίβων, οἷόν τινι παραπετάσματι τῇ Ἰουδαϊκῇ τοῦ γράμματος ἐκδοχῇ τὴν καρδίαν ἑαυτοῦ συγκεκάλυπται· καὶ τοῦτο πάσχει παρὰ τὸ ἀγνοεῖν ὅτι ἡ σωματικὴ τοῦ νόμου τήρησις ἐν τῇ ἐπιδημίᾳ τοῦ Χριστοῦ καταργεῖται, τῶν τύπων λοιπὸν μεταληφθέντων εἰς τὴν ἀλήθειαν. Ἀργοῦσι γὰρ λύχνοι τῇ τοῦ ἡλίου παρουσίᾳ· καὶ σχολάζει ὁ νόμος, καὶ προφητεῖαι κατασιγάζονται, τῆς ἀληθείας ἀναφανείσης.

Ὁ μέντοι δυνηθεὶς ἐπὶ τὸ βάθος διακύψαι τῆς νομικῆς ἐννοίας, καὶ τὴν ἐκ τοῦ γράμματος ἀσάφειαν, οἷόν τι καταπέτασμα, διασχών, εἴσω γενέσθαι τῶν ἀπορρήτων, οὗτος ἐμιμήσατο τὸν Μωϋσῆν, ἐν τῷ διαλέγεσθαι τῷ Θεῷ, περιαιροῦντα τὸ κάλυμμα, ἐπιστρέφων καὶ αὐτὸς ἀπὸ τοῦ γράμματος πρὸς τὸ πνεῦμα. Ὥστε ἀναλογεῖν τῷ μὲν ἐπὶ τοῦ προσώπου Μωϋσέως καλύμματι τὴν τῶν νομικῶν διδαγμάτων ἀσάφειαν· τῇ δὲ ἐπιστροφῇ, τῇ πρὸς τὸν Κύριον, τὴν πνευματικὴν θεωρίαν. Ὁ οὖν ἐν τῇ ἀναγνώσει τοῦ νόμου περιελὼν τὸ γράμμα, ἐπιστρέφει πρὸς τὸν Κύριον—ὁ δὲ Κύριος νῦν τὸ Πνεῦμα λέγεται—, καὶ ὅμοιος γίνεται Μωϋσεῖ ἐκ τῆς ἐπιφανείας τοῦ Θεοῦ τὸ πρόσωπον δεδοξασμένον ἔχοντι.

Ὡς γὰρ τὰ τοῖς ἀνθηροῖς χρώμασι παρακείμενα, ἐκ τῆς περιρρεούσης αὐγῆς καὶ αὐτὰ καταχρώννυται· οὕτως ὁ ἐναργῶς ἐνατενίσας τῷ Πνεύματι, ἐκ τῆς ἐκείνου δόξης μεταμορφοῦταί πως πρὸς τὸ φανότερον, οἷόν τινι φωτί, τῇ ἐκ τοῦ Πνεύματος ἀληθείᾳ τὴν καρδίαν καταλαμπόμενος.

Καὶ τοῦτό ἐστι τὸ ‘μεταμορφοῦσθαι ἀπὸ τῆς δόξης τοῦ Πνεύματος εἰς τὴν οἰκείαν δόξαν’, οὐ μικρολόγως, οὐδὲ ἀμυδρῶς, ἀλλ᾽ ἐπὶ τοσοῦτον ἐφ᾽ ὅσον ἐστὶν εἰκὸς τὸν ἀπὸ τοῦ Πνεύματος φωτιζόμενον. Οὐ δυσωπῇ, ἄνθρωπε, τὸν ἀπόστολον λέγοντα ὅτι «Ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν»; Ἆρα τὸ δουλικὸν οἰκητήριον κατεδέξατο ἄν ποτε τῇ τοῦ ναοῦ προσηγορίᾳ τιμῆσαι;

Τί δὲ ὁ «θεόπνευστον» τὴν Γραφὴν ὀνομάζων, διὰ τῆς ἐπιπνοίας τοῦ ἁγίου Πνεύματος συγγραφεῖσαν, μὴ τοῖς τοῦ καθυβρίζοντος καὶ κατασμικρύνοντος αὐτὸ προσρήμασι κέχρηται;