Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ τοῦ ἁγίου πνεύματος

Μέγας Βασίλειος

Η αφορμή του έργου και η αιρετική χρήση των προθέσεων

Η σημασία της ακρίβειας στους θεολογικούς όρους και η ανασκευή του ισχυρισμού ότι η χρήση διαφορετικών προθέσεων υποδηλώνει ανομοιότητα της θείας φύσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 16

Εἰ δὲ τῷ «ἀνοήτῳ ἐπερωτήσαντι σοφία λογισθήσεται», τὸν συνετὸν ἀκροατήν, τὸν ὑπὸ τοῦ προφήτου «τῷ θαυμαστῷ συμβούλῳ» παραζευχθέντα, πόσου ἄξιον λογισόμεθα; Ἦ που δίκαιον, πάσης μὲν ἀποδοχῆς ἀξιοῦν, προάγειν δὲ εἰς τὸ πρόσω, συνεφαπτομένους αὐτῷ τῆς σπουδῆς, καὶ πάντα συνεκπονοῦντας, ἐπειγομένῳ πρὸς τὴν τελείωσιν. Τὸ γὰρ μὴ παρέργως ἀκούειν τῶν θεολογικῶν φωνῶν, ἀλλὰ πειρᾶσθαι τὸν ἐν ἑκάστῃ λέξει καὶ ἐν ἑκάστῃ συλλαβῇ κεκρυμμένον νοῦν ἐξιχνεύειν, οὐκ ἀργῶν εἰς εὐσέβειαν, ἀλλὰ γνωριζόντων τὸν σκοπὸν τῆς κλήσεως ἡμῶν· ὅτι πρόκειται ἡμῖν ὁμοιωθῆναι Θεῷ, κατὰ τὸ δυνατὸν ἀνθρώπου φύσει. Ὁμοίωσις δέ, οὐκ ἄνευ γνώσεως· ἡ δὲ γνῶσις, ἐκ διδαγμάτων. Λόγος δέ, διδασκαλίας ἀρχή· λόγου δὲ μέρη, συλλαβαὶ καὶ λέξεις. Ὥστε οὐκ ἔξω σκοποῦ γέγονε τῶν συλλαβῶν ἡ ἐξέτασις.

Οὐ μὴν ὅτι μικρά, ὡς ἄν τῳ δόξαι, τὰ ἐρωτήματα, διὰ τοῦτο καὶ παροφθῆναι ἄξια· ἀλλ᾽ ἐπειδὴ δυσθήρατος ἡ ἀλήθεια, πανταχόθεν ἡμῖν ἐξιχνευτέα. Εἰ γὰρ ὥσπερ αἱ τέχναι, οὕτω καὶ ἡ τῆς εὐσεβείας ἀνάληψις ταῖς κατὰ μικρὸν προσθήκαις αὔξεται, οὐδενὸς ὑπεροπτέον τοῖς εἰς τὴν γνῶσιν εἰσαγομένοις· ὡς εἴ τις τῶν πρώτων στοιχείων ὡς σμικρῶν ὑπερίδοι, οὐδέποτε τῶν τελείων τῆς σοφίας ἐφάψεται.

Τὸ ναὶ καὶ τὸ οὔ, συλλαβαὶ δύο· ἀλλ᾽ ὅμως τὸ κράτιστον τῶν ἀγαθῶν, ἡ ἀλήθεια, καὶ ὁ ἔσχατος ὅρος τῆς πονηρίας, τὸ ψεῦδος, τοῖς μικροῖς τούτοις ῥήμασι πολλάκις ἐμπεριέχεται. Καὶ τί ταῦτα λέγω; Ἤδη τις καὶ μόνον κατανεύσας τῇ κεφαλῇ ἐν τοῖς ὑπὲρ Χριστοῦ μαρτυρίοις, πάσης πληρωτὴς εὐσεβείας ἐκρίθη. Εἰ δὲ ταῦτα οὕτως ἔχει, τί τῶν θεολογικῶν ῥημάτων οὕτω μικρόν, ὡς ἢ καλῶς ἢ ἐναντίως ἔχον, μὴ μεγάλην παρέχειν τὴν ῥοπὴν ἐφ᾽ ἑκάτερα; Εἰ γὰρ ἐκ τοῦ νόμου ἰῶτα ἓν ἢ μία κεραία οὐ παρελεύσεται, πῶς ἂν ἡμῖν ἀσφαλὲς ὑπερβαίνειν καὶ τὰ σμικρότατα;

Ἅ γε μὴν αὐτὸς διευκρινηθῆναι παρ᾽ ἡμῶν ἐπεζήτησας, καὶ βραχέα ἐστὶ ταῦτα καὶ μεγάλα· τῷ μὲν συντόμῳ τῆς προφορᾶς βραχέα, καὶ διὰ τοῦτο ἴσως εὐκαταφρόνητα· τῇ δὲ δυνάμει τῶν σημαινομένων μεγάλα, κατὰ τὴν εἰκόνα τοῦ σινάπεως, ὃ μικρότατον ὂν τῶν φρυγανικῶν σπερμάτων, τῆς προσηκούσης ἐπιμελείας ἀξιωθέν, εἰς ὕψος αὔταρκες διανίσταται, τῆς συνεσπαρμένης ἐν αὐτῷ δυνάμεως ἁπλωθείσης.

Εἰ δέ τις γελᾷ, βλέπων τὴν περὶ τὰς συλλαβὰς ἡμῶν, ψαλμικῶς εἰπεῖν, ἀδολεσχίαν, αὐτὸς μὲν ἴστω ἀνωφελῆ καρπὸν τοῦ γελοίου δρεπόμενος· ἡμεῖς δὲ μὴ τοῖς ὀνείδεσι τῶν ἀνθρώπων ἐνδόντες, μηδὲ τῷ φαυλισμῷ αὐτῶν ἡττηθέντες, τὴν ἔρευναν καταλίπωμεν. Τοσοῦτον γὰρ ἀπέχω τούτοις ὡς μικροῖς ἐπαισχύνεσθαι, ὥστε εἰ καὶ πολλοστοῦ μέρους τῆς ἀξίας αὐτῶν ἐφικοίμην, ἐμαυτῷ τε ἂν συνησθείην ὡς μεγάλων ἀξιωθέντι, τῷ τε συνδιερευνῶντι ἡμῖν ἀδελφῷ οὐ μικρὸν ἂν φαίην ἐντεῦθεν ἀπηντηκέναι τὸ κέρδος. Μέγιστον οὖν ὁρῶν ἐν μικροῖς ῥήμασι τὸ ἀγώνισμα, ἐλπίδι τῶν μισθῶν, τὸν πόνον οὐκ ἀναδύομαι, ἐμαυτῷ τε ἡγούμενος ἔγκαρπον τὸν λόγον ἔσεσθαι, τοῖς τε ἀκούουσι διαρκῆ τὴν ὠφέλειαν ὑπάρξειν.

Διόπερ ἤδη σὺν αὐτῷ γε φάναι τῷ ἁγίῳ Πνεύματι βαδιοῦμαι πρὸς τὴν ἐξήγησιν. Καὶ εἰ βούλει ὥστε με εἰς ὁδὸν καταστῆναι τοῦ λόγου, μικρὸν ἐπὶ τὴν ἀρχὴν τοῦ προβλήματος ὑποστρέψω. Προσευχομένῳ μοι πρῴην μετὰ τοῦ λαοῦ, καὶ ἀμφοτέρως τὴν δοξολογίαν ἀποπληροῦντι τῷ Θεῷ καὶ Πατρί, νῦν μὲν μετὰ τοῦ Υἱοῦ σὺν τῷ Πνεύματι τῷ ἁγίῳ, νῦν δὲ διὰ τοῦ Υἱοῦ ἐν τῷ ἁγίῳ Πνεύματι, ἐπέσκηψάν τινες τῶν παρόντων, ξενιζούσαις ἡμᾶς φωναῖς κεχρῆσθαι λέγοντες, καὶ ἅμα πρὸς ἀλλήλας ὑπεναντίως ἐχούσαις. Σὺ δὲ μάλιστα μὲν τῆς αὐτῶν ἐκείνων ἕνεκεν ὠφελείας, εἰ δὲ ἀνιάτως ἔχουσι παντελῶς, διὰ τὸ τῶν ἐντυγχανόντων αὐτοῖς ἀσφαλές, ἠξίωσάς τινα εὐκρινῆ περὶ τῆς ἐν ταῖς συλλαβαῖς ταύταις δυνάμεως διδασκαλίαν ἐκφωνηθῆναι. Λεκτέον δὴ οὖν ἡμῖν διὰ βραχέων, ὡς οἷόν τε ἀρχήν τινα ὁμολογουμένην τῷ λόγῳ δόντας.

ΚΕΦΑΛΑΙΟΝ Βʹ Ποίαν ἔσχεν ἀρχὴν ἡ περὶ τὰς συλλαβὰς τῶν αἱρετικῶν παρατήρησις. Ἡ περὶ τὰς συλλαβὰς καὶ τὰς λέξεις τῶν ἀνδρῶν τούτων μικρολογία οὐχ ἁπλῆ τίς ἐστιν, ὡς ἄν τῳ δόξαι, οὐδὲ εἰς μικρὸν τοῦ κακοῦ φέρουσα, ἀλλὰ βαθεῖαν ἔχει καὶ συνεσκιασμένην βουλὴν κατὰ τῆς εὐσεβείας. Φιλονεικοῦσι γὰρ ἀνομοίαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἐπιδεικνύναι τὴν προφοράν, ὡς ἐκ τούτου ῥᾳδίαν ἕξοντες καὶ τῆς κατὰ τὴν φύσιν παραλλαγῆς τὴν ἀπόδειξιν.

Ἔστι γάρ τι αὐτοῖς παλαιὸν σόφισμα, ὑπὸ Ἀετίου τοῦ προστάτου τῆς αἱρέσεως ταύτης ἐξευρεθέν, ὃς ἔγραψέ που τῶν ἑαυτοῦ ἐπιστολῶν, λέγων· τὰ ἀνόμοια κατὰ τὴν φύσιν, ἀνομοίως προφέρεσθαι· καὶ ἀνάπαλιν· τὰ ἀνομοίως προφερόμενα, ἀνόμοια εἶναι κατὰ τὴν φύσιν. Καὶ εἰς μαρτυρίαν τοῦ λόγου τὸν ἀπόστολον ἐπεσπάσατο λέγοντα· «Εἷς Θεὸς καὶ Πατήρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα.» Ὡς οὖν ἔχουσιν αἱ φωναὶ πρὸς ἀλλήλας, οὕτως ἕξουσι, φησί, καὶ αἱ δι᾽ αὐτῶν σημαινόμεναι φύσεις· ἀνόμοιον δὲ τῷ ἐξ οὗ τὸ δι᾽ οὗ· ἀνόμοιος ἄρα καὶ τῷ Πατρὶ ὁ Υἱός.

Ταύτης τοίνυν τῆς νόσου καὶ ἡ περὶ τὰς προκειμένας λέξεις ἀδολεσχία τῶν ἀνδρῶν τούτων ἤρτηται. Ὅθεν τῷ μὲν Θεῷ καὶ Πατρί, ὥσπερ τινὰ κλῆρον ἐξαίρετον, προσνέμουσι τὸ ἐξ οὗ· τῷ δὲ Υἱῷ καὶ Θεῷ ἀφώρισαν τὸ δι᾽ οὗ· τῷ δὲ ἁγίῳ Πνεύματι, τὸ ἐν ᾧ· καὶ φασὶ μηδέποτε τὴν χρῆσιν ταύτην τῶν συλλαβῶν ἐπαμείβεσθαι· ἵνα, ὅπερ ἔφην, τῷ παρηλλαγμένῳ τῆς ἐκφωνήσεως καὶ ἡ τῆς φύσεως παραλλαγὴ συνεκφαίνηται. Ἀλλὰ γὰρ οὐ λελήθασιν, ἐν τῇ περὶ τὰς λέξεις λεπτολογίᾳ, τῷ ἀσεβεῖ λόγῳ τὴν ἰσχὺν διασῴζοντες.

Τὸ μὲν γὰρ ἐξ οὗ, τὸν δημιουργὸν σημαίνειν βούλονται· τὸ δὲ δι᾽ οὗ, τὸν ὑπουργὸν ἢ τὸ ὄργανον· τὸ δὲ ἐν ᾧ, τὸν χρόνον δηλοῦν ἢ τὸν τόπον· ἵνα μηδὲν μὲν ὀργάνου σεμνότερος ὁ δημιουργὸς τῶν ὅλων νοῆται, μηδὲν δὲ τῆς ἀπὸ τόπου ἢ χρόνου συνεισφορᾶς εἰς τὰ ὄντα, πλεῖον φαίνηται τὸ Πνεῦμα τὸ ἅγιον παρεχόμενον.

ΚΕΦΑΛΑΙΟΝ Γʹ Ὅτι ἐκ τῆς ἔξωθεν σοφίας ἡ περὶ τῶν συλλαβῶν τεχνολογία. Ὑπηγάγετο μέντοι αὐτοὺς πρὸς τὴν ἀπάτην ταύτην καὶ ἡ τῶν ἔξωθεν παρατήρησις, οἳ τὸ ἐξ οὗ καὶ τὸ δι᾽ οὗ κεχωρισμένοις κατὰ τὴν φύσιν πράγμασι προσδιένειμαν.

Ἐκεῖνοι γὰρ οἴονται, τὸ μὲν ἐξ οὗ τὴν ὕλην δηλοῦν· τὸ δὲ δι᾽ οὗ τὸ ὄργανον παριστᾶν ἢ ὅλως τὴν ὑπουργίαν. Μᾶλλον δὲ—τί γὰρ κωλύει πάντα τὸν ἐκείνων λόγον ἀναλαβόντας, τό τε πρὸς τὴν ἀλήθειαν ἀσυνάρτητον καὶ τὸ πρὸς ἐκείνους αὐτοὺς ἀσύμφωνον τῶν ἀνδρῶν τούτων ἐν βραχεῖ διελέγξαι; —οἱ περὶ τὴν ματαίαν φιλοσοφίαν ἐσχολακότες, τοῦ αἰτίου τὴν φύσιν πολλαχῶς ἐξηγούμενοι, καὶ τοῦτο εἰς τὰ οἰκεῖα σημαινόμενα διαιροῦντες, τὰ μὲν προκαταρκτικὰ λέγουσι τῶν αἰτίων, τὰ δὲ συνεργὰ ἢ συναίτια, τὰ δὲ τῶν ὧν οὐκ ἄνευ λόγον ἐπέχειν.

Ἑκάστῳ μέντοι τούτων ἰδιάζουσαν καὶ τὴν ἐκφώνησιν ἀφορίζουσιν· ὥστε ἄλλως τὸν δημιουργὸν σημαίνεσθαι καὶ τὸ ὄργανον ἄλλως. Τῷ μὲν γὰρ δημιουργῷ πρέπειν οἴονται τὸ ὑφ᾽ οὗ· κυρίως γάρ φασι λέγεσθαι ὑπὸ τοῦ τέκτονος γεγενῆσθαι τὸ βάθρον· τῷ δὲ ὀργάνῳ, τὸ δι᾽ οὗ· διὰ γὰρ σκεπάρνου φασὶ καὶ τερέτρου καὶ τῶν λοιπῶν. Ὁμοίως δὲ καὶ τὸ ἐξ οὗ, τῆς ὕλης ἴδιον τίθενται ἐκεῖνοι· ἐκ ξύλου γὰρ εἶναι τὸ δημιούργημα· τὸ δὲ καθ᾽ ὃ τὸ ἐνθύμιον δηλοῦν ἢ τὸ ἐκκείμενον ὑπόδειγμα τῷ τεχνίτῃ. Ἢ γὰρ προαναζωγραφήσας τῇ διανοίᾳ τὸ κατασκεύασμα, οὕτως εἰς ἔργον τὴν φαντασίαν ἤγαγεν· ἢ πρὸς ἤδη ἐκκείμενον παράδειγμα ἀποβλέπων, καθ᾽ ὁμοίωσιν ἐκείνου τὴν ἐνέργειαν κατευθύνει. Τὸ δὲ δι᾽ ὃ τῷ τέλει προσήκειν βούλονται· διὰ γὰρ τὴν χρῆσιν τὴν τῶν ἀνθρώπων γεγονέναι τὸ βάθρον. Τὸ δὲ ἐν ᾧ τὸν χρόνον παριστᾶν ἢ τὸν τόπον. Πότε γὰρ γέγονεν; Ἐν τῷδε τῷ χρόνῳ. Καὶ ποῦ; Ἐν τῷδε τῷ τόπῳ. Ταῦτα δὲ εἰ καὶ μηδὲν τῷ γινομένῳ συμβάλλεται, ἀλλ᾽ οὖν οὐκ ἄνευ τούτων δυνατόν τι γενέσθαι. Χρεία γὰρ καὶ τόπου καὶ χρόνου τοῖς ἐνεργοῦσι.

Ταῦτα μαθόντες καὶ θαυμάσαντες οὗτοι τὰ ἐκ τῆς ματαιότητος καὶ κενῆς ἀπάτης παρατηρήματα, καὶ ἐπὶ τὴν ἁπλῆν καὶ ἀτεχνολόγητον τοῦ Πνεύματος διδασκαλίαν μετακομίζουσιν, εἰς ἐλάττωσιν μὲν τοῦ Θεοῦ Λόγου, ἀθέτησιν δὲ τοῦ ἁγίου Πνεύματος· οἵ γε τὴν ἐπὶ ἀψύχων ὀργάνων, ἢ τῆς ὑποχειρίου καὶ ταπεινῆς παντελῶς ὑπηρεσίας φωνὴν ἀφωρισμένην παρὰ τῶν ἔξωθεν, τὴν δι᾽ οὗ λέγω, ταύτην ἐπὶ τὸν Δεσπότην τῶν ὅλων οὐκ ὤκνησαν μεταθεῖναι, καὶ οὐκ αἰσχύνονται οἱ Χριστιανοὶ πρίονος ἢ σφύρας τῷ δημιουργῷ τῆς κτίσεως φωνὴν ἀφορίζοντες.