Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ τοῦ ἁγίου πνεύματος

Μέγας Βασίλειος

Το Άγιο Πνεύμα και η σημασία του βαπτίσματος

Η διδασκαλία για το Άγιο Πνεύμα, η αναγκαιότητα της βαπτισματικής παράδοσης και ο έλεγχος όσων αρνούνται την ομοούσια σύνταξή Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 6 από 16

ΚΕΦΑΛΑΙΟΝ Θʹ Ἀφοριστικαὶ ἔννοιαι περὶ τοῦ Πνεύματος τῇ τῶν Γραφῶν ἀκολουθοῦσαι διδασκαλίᾳ. Ἤδη δὲ καὶ περὶ τοῦ Πνεύματος τὰς κοινὰς ἡμῶν ἐννοίας ὁποῖαί τινές εἰσιν ἐξετάσωμεν, τάς τε ἐκ τῶν Γραφῶν περὶ αὐτοῦ συναχθείσας ἡμῖν καὶ ἃς ἐκ τῆς ἀγράφου παραδόσεως τῶν πατέρων διεδεξάμεθα.

Πρῶτον μὲν οὖν, τίς ἀκούσας τῶν προσηγοριῶν τοῦ Πνεύματος, οὐ διανίσταται τῇ ψυχῇ καὶ πρὸς τὴν ἀνωτάτω φύσιν τὴν ἔννοιαν ὑπεραίρει; Πνεῦμα γὰρ Θεοῦ εἴρηται, καὶ «Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται», «Πνεῦμα εὐθές», «Πνεῦμα ἡγεμονικόν». «Πνεῦμα ἅγιον», ἡ κυρία αὐτοῦ καὶ ἰδιάζουσα κλῆσις· ὅπερ δὴ μάλιστα παντὸς τοῦ ἀσωμάτου καὶ καθαρῶς ἀΰλου τε καὶ ἀμεροῦς ὄνομά ἐστι. Διὸ καὶ ὁ Κύριος τὴν ἐν τόπῳ προσκυνεῖσθαι τὸν Θεὸν ἡγουμένην διδάσκων, ὅτι ἀπερίληπτον τὸ ἀσώματον, «Πνεῦμα, φησίν, ὁ Θεός». Οὐ τοίνυν δυνατὸν Πνεῦμα ἀκούσαντα, περιγεγραμμένην φύσιν ἐντυπῶσαι τῇ διανοίᾳ, ἢ τροπαῖς καὶ ἀλλοιώσεσιν ὑποκειμένην, ἢ ὅλως ὁμοίαν τῇ κτίσει· ἀλλὰ πρὸς τὸ ἀνωτάτω ταῖς ἐννοίαις χωροῦντα, νοερὰν οὐσίαν ἐπάναγκες ἐννοεῖν, ἄπειρον κατὰ δύναμιν, μεγέθει ἀπεριόριστον, χρόνοις ἢ αἰῶσιν ἀμέτρητον, ἄφθονον ὧν ἔχει καλῶν. Πρὸς ὃ πάντα ἐπέστραπται τὰ ἁγιασμοῦ προσδεόμενα· οὗ πάντα ἐφίεται τὰ κατ᾽ ἀρετὴν ζῶντα, οἷον ἐπαρδόμενα τῇ ἐπιπνοίᾳ καὶ βοηθούμενα πρὸς τὸ οἰκεῖον ἑαυτοῖς καὶ κατὰ φύσιν τέλος. Τελειωτικὸν τῶν ἄλλων, αὐτὸ δὲ οὐδαμοῦ ἐλλεῖπον· οὐκ ἐπισκευαστῶς ζῶν, ἀλλὰ ζωῆς χορηγόν· οὐ προσθήκαις αὐξανόμενον, ἀλλὰ πλῆρες εὐθύς, ἐν ἑαυτῷ ἱδρυμένον καὶ πανταχοῦ ὄν.

Ἁγιασμοῦ γένεσις, φῶς νοητόν, πάσῃ δυνάμει λογικῇ πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν οἷόν τινα καταφάνειαν δι᾽ ἑαυτοῦ παρεχόμενον.

Ἀπρόσιτον τῇ φύσει· χωρητὸν δι᾽ ἀγαθότητα· πάντα μὲν πληροῦν τῇ δυνάμει, μόνοις δὲ ὂν μεθεκτὸν τοῖς ἀξίοις, οὐχ ἑνὶ μέτρῳ μετεχόμενον, ἀλλὰ κατ᾽ ἀναλογίαν τῆς πίστεως διαιροῦν τὴν ἐνέργειαν. Ἁπλοῦν τῇ οὐσίᾳ, ποικίλον ταῖς δυνάμεσιν· ὅλον ἑκάστῳ παρὸν καὶ ὅλον ἁπανταχοῦ ὄν. Ἀπαθῶς μεριζόμενον, καὶ ὁλοσχερῶς μετεχόμενον· κατὰ τὴν εἰκόνα τῆς ἡλιακῆς ἀκτῖνος, ἧς ἡ χάρις τῷ ἀπολαύοντι ὡς μόνῳ παροῦσα, καὶ γῆν ἐπιλάμπει καὶ θάλασσαν, καὶ τῷ ἀέρι ἐγκέκραται. Οὕτω δὴ καὶ τὸ Πνεῦμα ἑκάστῳ τῶν δεκτικῶν, ὡς μόνῳ παρόν, διαρκῆ τοῖς πᾶσι τὴν χάριν ὁλόκληρον ἐπαφίησιν· οὗ ἀπολαύει τὰ μετέχοντα, ὅσον αὐτὰ πέφυκεν, οὐχ ὅσον ἐκεῖνο δύναται.

Οἰκείωσις δὲ Πνεύματος πρὸς ψυχὴν οὐχ ὁ διὰ τόπου προσεγγισμὸς—πῶς γὰρ ἂν πλησιάσαι τῷ ἀσωμάτῳ σωματικῶς; —ἀλλ᾽ ὁ χωρισμὸς τῶν παθῶν, ἅπερ ἀπὸ τῆς πρὸς τὴν σάρκα φιλίας ὕστερον ἐπιγινόμενα τῇ ψυχῇ, τῆς ἀπὸ τοῦ Θεοῦ οἰκειότητος ἠλλοτρίωσε. Καθαρθέντα δὴ οὖν ἀπὸ τοῦ αἴσχους ὃ ἀνεμάξατο διὰ τῆς κακίας, καὶ πρὸς τὸ ἐκ φύσεως κάλλος ἐπανελθόντα, καὶ οἷον εἰκόνι βασιλικῇ τὴν ἀρχαίαν μορφὴν διὰ καθαρότητος ἀποδόντα, οὕτως ἐστὶ μόνως προσεγγίσαι τῷ Παρακλήτῳ. Ὁ δέ, ὥσπερ ἥλιος, κεκαθαρμένον ὄμμα παραλαβών, δείξει σοι ἐν ἑαυτῷ τὴν εἰκόνα τοῦ ἀοράτου. Ἐν δὲ τῷ μακαρίῳ τῆς εἰκόνος θεάματι τὸ ἄρρητον ὄψει τοῦ ἀρχετύπου κάλλος. Διὰ τούτου, καρδιῶν ἀνάβασις, χειραγωγία τῶν ἀσθενούντων, τῶν προκοπτόντων τελείωσις.

Τοῦτο τοῖς ἀπὸ πάσης κηλῖδος κεκαθαρμένοις ἐλλάμπον, τῇ πρὸς ἑαυτὸ κοινωνίᾳ πνευματικοὺς ἀποδείκνυσι. Καὶ ὥσπερ τὰ λαμπρὰ καὶ διαφανῆ τῶν σωμάτων, ἀκτῖνος αὐτοῖς ἐμπεσούσης, αὐτά τε γίνεται περιλαμπῆ, καὶ ἑτέραν αὐγὴν ἀφ᾽ ἑαυτῶν ἀποστίλβει· οὕτως αἱ πνευματοφόροι ψυχαὶ ἐλλαμφθεῖσαι παρὰ τοῦ Πνεύματος, αὐταί τε ἀποτελοῦνται πνευματικαὶ καὶ εἰς ἑτέρους τὴν χάριν ἐξαποστέλλουσιν.

Ἐντεῦθεν, μελλόντων πρόγνωσις, μυστηρίων σύνεσις, κεκρυμμένων κατάληψις, χαρισμάτων διανομαί, τὸ οὐράνιον πολίτευμα, ἡ μετὰ ἀγγέλων χορεία, ἡ ἀτελεύτητος εὐφροσύνη, ἡ ἐν Θεῷ διαμονή, ἡ πρὸς Θεὸν ὁμοίωσις, τὸ ἀκρότατον τῶν ὀρεκτῶν, θεὸν γενέσθαι.

Αἱ μὲν οὖν περὶ τοῦ ἁγίου Πνεύματος ἔννοιαι ἡμῶν, ἃς περὶ τοῦ μεγέθους αὐτοῦ καὶ τῆς ἀξίας καὶ τῶν ἐνεργημάτων ὑπ᾽ αὐτῶν τῶν λογίων τοῦ Πνεύματος φρονεῖν ἐδιδάχθημεν, ὡς ὀλίγα ἀπὸ πολλῶν παραθέσθαι, τοιαῦται. Ἤδη δὲ πρὸς ἀντιλογικοὺς χωρητέον, πειρωμένους ἐλέγχειν τὰς ἀντιθέσεις, τὰς ἐκ «τῆς ψευδωνύμου γνώσεως» ἡμῖν προβαλλομένας.

ΚΕΦΑΛΑΙΟΝ Ιʹ Πρὸς τοὺς λέγοντας μὴ χρῆναι συντάσσειν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα. Οὐ χρή, φασί, Πατρὶ καὶ Υἱῷ συντετάχθαι τὸ ἅγιον Πνεῦμα, διά τε τὸ τῆς φύσεως ἀλλότριον καὶ τὸ τῆς ἀξίας καταδεές.

Πρὸς οὓς δίκαιον τὴν τῶν ἀποστόλων φωνὴν ἀποκρίνασθαι, ὅτι «Πειθαρχεῖν Θεῷ δεῖ μᾶλλον ἢ ἀνθρώποις». Εἰ γὰρ ὁ μὲν Κύριος σαφῶς ἐν τῇ παραδόσει τοῦ σωτηρίου βαπτίσματος προσέταξε τοῖς μαθηταῖς βαπτίζειν πάντα τὰ ἔθνη «εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος», οὐκ ἀπαξιῶν τὴν πρὸς αὐτὸ κοινωνίαν, οὗτοι δὲ μὴ χρῆναι αὐτὸ Πατρὶ καὶ Υἱῷ συντάσσειν λέγουσι· πῶς οὐχὶ τῇ τοῦ Θεοῦ διαταγῇ προδήλως ἀνθίστανται;

Εἰ μὲν γὰρ οὐκ εἶναί φασι τὴν τοιαύτην σύνταξιν κοινωνίας τινὸς καὶ συναφείας δηλωτικήν, εἰπάτωσαν τί μὲν νομίζειν τοῦτο προσήκει, τίνα δὲ ἕτερον συναφείας τρόπον οἰκειότερον ἔχουσι. Καίτοιγε εἰ μὴ συνῆψεν ὁ Κύριος ἑαυτῷ καὶ τῷ Πατρὶ τὸ Πνεῦμα κατὰ τὸ βάπτισμα, μηδὲ ἡμῖν τὴν συνάφειαν ἐγκαλείτωσαν. Οὐδὲν γὰρ ἡμεῖς ἀλλοιότερον οὔτε φρονοῦμεν, οὔτε φθεγγόμεθα. Εἰ δὲ συνῆπται ἐκεῖ τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ οὐδεὶς οὕτως ἀναιδὴς ὥστε ἄλλο τι φῆσαι, μηδ᾽ οὕτως ἡμῖν ἐγκαλείτωσαν, εἰ τοῖς γεγραμμένοις ἀκολουθοῦμεν.

Ἀλλ᾽ ἡ μὲν παρασκευὴ τοῦ καθ᾽ ἡμῶν πολέμου ἐξήρτυται καὶ πᾶσα διάνοια πρὸς ἡμᾶς τέταται, καὶ γλῶσσαι βλασφήμων ὧδε τοξεύουσι σφοδρότερον βάλλουσαι ἢ τὸν Στέφανον τότε τοῖς λίθοις οἱ χριστοφόνοι. Μὴ λανθανέτωσαν δὲ ὅτι πρόσχημα μὲν ἡμᾶς ὁ πόλεμος ἔχει, ἡ δὲ ἀλήθεια τῶν γινομένων πρὸς τὸ ὕψος βλέπει. Ὥστε ἐφ᾽ ἡμᾶς μὲν δῆθεν τὰς μηχανὰς καὶ τὰς ἐνέδρας διασκευάζονται, καὶ ἀλλήλοις ἐγκελεύονται ἐπιβοηθεῖν, ὡς ἕκαστος ἔχει ἐμπειρίας ἢ ῥώμης. Πίστις δέ ἐστι τὸ πολεμούμενον καὶ κοινὸς σκοπὸς ἅπασι τοῖς ἐναντίοις καὶ ἐχθροῖς τῆς ὑγιαινούσης διδασκαλίας, τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως κατασεῖσαι, ἐκ τοῦ τὴν ἀποστολικὴν παράδοσιν ἐδαφισθεῖσαν ἀφανισθῆναι.

Διὰ τοῦτο, ὡς τῶν χρεωφειλετῶν οἱ δῆθεν εὐγνώμονες, τὰς ἐκ τῶν ἐγγράφων ἀποδείξεις ἐπιβοῶνται, τὴν ἄγραφον τῶν πατέρων μαρτυρίαν ὡς οὐδενὸς ἀξίαν ἀποπεμπόμενοι. Ἀλλ᾽ οὐ γὰρ ὑφησόμεθα τῆς ἀληθείας, οὐδὲ δειλίᾳ τὴν συμμαχίαν προδώσομεν. Εἰ γὰρ ὁ μὲν Κύριος ὡς ἀναγκαῖον καὶ σωτήριον δόγμα τὴν μετὰ Πατρὸς σύνταξιν τοῦ ἁγίου Πνεύματος παραδέδωκε, τοῖς δὲ οὐχ οὕτω δοκεῖ, ἀλλὰ διαιρεῖν καὶ διασπᾷν καὶ ἐπὶ τὴν φύσιν τὴν λειτουργικὴν μετοικίζειν· πῶς οὐκ ἀληθὲς ὅτι τὴν ἑαυτῶν βλασφημίαν κυριωτέραν ποιοῦνται τῆς τοῦ Δεσπότου νομοθεσίας; Φέρε δὴ οὖν πᾶσαν φιλονεικίαν καταβαλόντες, οὕτω περὶ τῶν ἐν χερσὶ πρὸς ἀλλήλους διασκεψώμεθα.

Χριστιανοὶ πόθεν ἡμεῖς; Διὰ τῆς πίστεως, πᾶς τις ἂν εἴποι. Σῳζόμεθα δὲ τίνα τρόπον; Ἀναγεννηθέντες δηλονότι διὰ τῆς ἐν τῷ βαπτίσματι χάριτος. Πόθεν γὰρ ἄλλοθεν; Εἶτα τὴν σωτηρίαν ταύτην διὰ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος βεβαιουμένην γνωρίσαντες, ὃν παρελάβομεν «τύπον διδαχῆς» προησόμεθα; Ἦ μεγάλων ἂν εἴη στεναγμῶν ἄξιον, εἴπερ εὑρισκόμεθα νῦν μακρυνόμενοι μᾶλλον ἀπὸ τῆς σωτηρίας ἡμῶν ἢ ὅτε ἐπιστεύσαμεν· εἴπερ ἃ τότε προσεδεξάμεθα, νῦν ἀπαρνούμεθα. Ἴση ἐστὶν ἡ ζημία, ἢ ἄμοιρόν τινα τοῦ βαπτίσματος ἀπελθεῖν, ἢ ἕν τι τῶν ἐκ τῆς παραδόσεως ἐλλεῖπον δέξασθαι. Τήν τε ὁμολογίαν, ἣν ἐπὶ τῆς πρώτης εἰσαγωγῆς κατεθέμεθα, ὅτε ῥυοθέντες ἀπὸ τῶν εἰδώλων προσήλθομεν Θεῷ ζῶντι, ὁ μὴ ἐπὶ παντὸς φυλάσσων καιροῦ, καὶ διὰ πάσης ἑαυτοῦ τῆς ζωῆς ὡς ἀσφαλοῦς φυλακτηρίου περιεχόμενος, ξένον ἑαυτὸν καθίστησι τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ, τῷ ἰδίῳ χειρογράφῳ μαχόμενος, ὃ ἐπὶ τῆς κατὰ τὴν πίστιν ὁμολογίας κατέθετο. Εἰ γὰρ ἀρχή μοι ζωῆς τὸ βάπτισμα, καὶ πρώτη ἡμερῶν ἐκείνη ἡ τῆς παλιγγενεσίας ἡμέρα, δῆλον ὅτι καὶ φωνὴ τιμιωτάτη πασῶν ἡ ἐν τῇ χάριτι τῆς υἱοθεσίας ἐκφωνηθεῖσα. Τὴν οὖν εἰσάγουσάν με εἰς τὸ φῶς, τὴν γνῶσιν Θεοῦ μοι χαρισαμένην παράδοσιν, δι᾽ ἧς τέκνον ἀπεδείχθην Θεοῦ, ὁ τέως διὰ τὴν ἁμαρτίαν ἐχθρός, ταύτην προδῶ, ταῖς τούτων πιθανολογίαις παρατραπείς;

Ἀλλὰ καὶ ἐμαυτῷ συνεύχομαι μετὰ τῆς ὁμολογίας ταύτης ἀπελθεῖν πρὸς τὸν Κύριον, καὶ αὐτοῖς παραινῶ, ἄσυλον διατηρῆσαι τὴν πίστιν, εἰς ἡμέραν Χριστοῦ, καὶ ἀχώριστον ἀπὸ Πατρὸς καὶ Υἱοῦ φυλάξαι τὸ Πνεῦμα, τὴν ἐπὶ τοῦ βαπτίσματος διδασκαλίαν ἔν τε τῇ ὁμολογίᾳ τῆς πίστεως διατηροῦντας καὶ ἐν τῇ τῆς δόξης ἀποπληρώσει.

ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ Ὅτι παραβάται οἱ τὸ Πνεῦμα ἀρνούμενοι. Τίνι οὐαί; τίνι θλῖψις; τίνι ἀπορία καὶ σκότος; τίνι αἰωνία κατάκρισις; Οὐ τοῖς παραβάταις; οὐ τοῖς τὴν πίστιν ἀρνησαμένοις; Τίς δὲ τῆς ἀρνήσεως ἔλεγχος; Οὐχ ὅτι τὰς οἰκείας ὁμολογίας ἠθέτησαν; Ὡμολόγησαν δὲ τί, ἢ πότε; Πιστεύειν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ὅτε ἀποταξάμενοι τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, τὴν σωτήριον ἐκείνην ἀφῆκαν φωνήν. Τίς οὖν πρέπουσα τούτοις προσηγορία παρὰ τῶν τέκνων τοῦ φωτὸς ἐξευρέθη; Οὐχὶ παραβάται προσαγορεύονται, ὡς εἰς τὰς τῆς σωτηρίας αὐτῶν συνθήκας παρασπονδήσαντες; Τί οὖν εἴπω τὸν ἀρνησίθεον; τί δὲ τὸν ἀρνησίχριστον; Τί ἄλλο γε ἢ παραβάτην; Τῷ δὲ τὸ Πνεῦμα ἀρνησαμένῳ τίνα με βούλει προσηγορίαν θέσθαι; Οὐ τὴν αὐτὴν ταύτην, ὡς τὰς πρὸς Θεὸν παραβάντι συνθήκας;

Οὐκοῦν ὁπότε καὶ ἡ ὁμολογία τῆς εἰς αὐτὸ πίστεως τὸν τῆς εὐσεβείας μακαρισμὸν προξενεῖ, καὶ ἡ ἄρνησις τῇ κατακρίσει τῆς ἀθεότητος ὑποβάλλει, πῶς οὐ φοβερὸν τοῦτο νῦν ἀθετῆσαι, οὐ πῦρ, οὐ ξίφος, οὐ σταυρόν, οὐ μάστιγας, οὐ τροχόν, οὐ στρεβλωτήρια φοβηθέντας, ἀλλὰ σοφίσμασι μόνοις καὶ παραγωγαῖς τῶν πνευματομάχων παρακρουσθέντας;

Μαρτύρομαι παντὶ ἀνθρώπῳ ὁμολογοῦντι Χριστὸν καὶ τὸν Θεὸν ἀρνουμένῳ, ὅτι Χριστὸς αὐτὸν οὐδὲν ὠφελήσει· ἢ Θεὸν ἐπικαλουμένῳ, τὸν δὲ Υἱὸν ἀθετοῦντι, ὅτι ματαία ἐστὶν ἡ πίστις αὐτοῦ· καὶ τῷ τὸ Πνεῦμα παραιτουμένῳ, ὅτι ἡ εἰς Πατέρα καὶ Υἱὸν πίστις αὐτῷ εἰς κενὸν ἀποβήσεται, ἣν οὐδὲ ἔχειν δύναται, μὴ συμπαρόντος τοῦ Πνεύματος.

Οὐ πιστεύει μὲν γὰρ εἰς Υἱὸν ὁ μὴ πιστεύων τῷ Πνεύματι· οὐ πιστεύει δὲ εἰς Πατέρα ὁ μὴ πιστεύσας τῷ Υἱῷ. «Οὔτε γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.» Καὶ· «Θεὸν οὐδεὶς ἑώρακε πώποτε, ἀλλ᾽ ὁ μονογενὴς Υἱός, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρός, οὗτος ἡμῖν ἐξηγήσατο.» Ἄμοιρός ἐστι καὶ τῆς ἀληθινῆς προσκυνήσεως ὁ τοιοῦτος.

Οὔτε γὰρ Υἱὸν προσκυνῆσαι δυνατόν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ, οὔτε ἐπικαλέσασθαι δυνατὸν τὸν Πατέρα, εἰ μὴ ἐν τῷ τῆς υἱοθεσίας Πνεύματι.

ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ Πρὸς τοὺς λέγοντας ἐξαρκεῖν καὶ μόνον τὸ εἰς τὸν Κύριον βάπτισμα. Καὶ μηδένα παρακρουέσθω τὸ τοῦ ἀποστόλου, ὡς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος, ἐπὶ τῆς τοῦ βαπτίσματος μνήμης πολλάκις παραλιμπάνοντος, μηδὲ διὰ τοῦτο ἀπαρατήρητον οἰέσθω τὴν ἐπίκλησιν εἶναι τῶν ὀνομάτων. «Ὅσοι, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.» Καὶ πάλιν· «Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθητε.» Ἡ γὰρ τοῦ Χριστοῦ προσηγορία τοῦ παντός ἐστιν ὁμολογία· δηλοῖ γὰρ τόν τε χρίσαντα Θεὸν καὶ τὸν χρισθέντα Υἱὸν καὶ τὸ χρῖσμα τὸ Πνεῦμα, ὡς παρὰ Πέτρου ἐν ταῖς Πράξεσι μεμαθήκαμεν· «Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὃν ἔχρισεν ὁ Θεὸς τῷ Πνεύματι τῷ ἁγίῳ.» Καὶ ἐν τῷ Ἠσαΐᾳ· «Πνεῦμα Κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με.» Καὶ ὁ ψαλμῳδός· «Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως.» Φαίνεται μέντοι ποτὲ καὶ μόνου τοῦ Πνεύματος ἐπὶ τοῦ βαπτίσματος μνημονεύσας. «Πάντες γάρ, φησίν, ἐν ἑνὶ σώματι εἰς ἓν Πνεῦμα ἐβαπτίσθημεν.» Συμφωνεῖ δὲ τούτῳ καὶ τό· «Ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ»· καὶ τό· «Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ.» Ἀλλ᾽ οὐ παρὰ τοῦτο τέλειον ἄν τις εἴποι βάπτισμα, ᾧ μόνον τὸ ὄνομα τοῦ Πνεύματος ἐπεκλήθη. Χρὴ γὰρ ἀπαράβατον μένειν ἀεὶ τὴν ἐν τῇ ζωοποιῷ χάριτι δεδομένην παράδοσιν.

Ὁ γὰρ λυτρωσάμενος ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν, ἔδωκε δύναμιν ἡμῖν ἀνακαινώσεως, ἄρρητον μὲν ἔχουσαν τὴν αἰτίαν καὶ ἐν μυστηρίῳ κατεχομένην, μεγάλην δὲ ταῖς ψυχαῖς τὴν σωτηρίαν φέρουσαν. Ὥστε τὸ προσθεῖναί τι ἢ ἀφελεῖν, ζωῆς ἐστι τῆς ἀϊδίου προδήλως ἔκπτωσις.

Εἰ τοίνυν ἐν τῷ βαπτίσματι ὁ χωρισμὸς τοῦ Πνεύματος ἀπὸ Πατρὸς καὶ Υἱοῦ ἐπικίνδυνος μὲν τῷ βαπτίζοντι, ἀνωφελὴς δὲ τῷ δεχομένῳ, πῶς ἡμῖν ἀσφαλὲς ἀπὸ Πατρὸς καὶ Υἱοῦ διασπᾶν τὸ Πνεῦμα; Πίστις δὲ καὶ βάπτισμα, δύο τρόποι τῆς σωτηρίας, συμφυεῖς ἀλλήλοις καὶ ἀδιαίρετοι.

Πίστις μὲν γὰρ τελειοῦται διὰ βαπτίσματος, βάπτισμα δὲ θεμελιοῦται διὰ τῆς πίστεως, καὶ διὰ τῶν αὐτῶν ὀνομάτων ἑκάτερα πληροῦται. Ὡς γὰρ πιστεύομεν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, οὕτω καὶ βαπτιζόμεθα εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Καὶ προάγει μὲν ἡ ὁμολογία πρὸς τὴν σωτηρίαν εἰσάγουσα· ἐπακολουθεῖ δὲ τὸ βάπτισμα ἐπισφραγίζον ἡμῶν τὴν συγκατάθεσιν.