Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ βαπτίσματος

Μέγας Βασίλειος

Ερωτήσεις Ε΄-Η΄: Η εκπλήρωση των εντολών και οι όροι του τόπου και του χρόνου

Απαντήσεις σχετικά με τις συνέπειες της παρακοής, τη σημασία της προθυμίας, την αξία των έργων και την αναγκαιότητα τηρήσεως του καταλλήλου τόπου, χρόνου και διαθέσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 7 από 8

ΕΡΩΤΗΣΙΣ Εʹ. Εἰ παντὸς ῥήματος ἡ ἀπείθεια ἀξία ὀργῆς καὶ θανάτου, κἂν ἰδικῶς τῷ καθ᾽ ἕκαστον μὴ ᾖ συνημμένη ἡ ἀπειλή. ΑΠΟΚΡΙΣΙΣ. Περὶ μὲν τοῦ, εἰ παντὸς ῥήματος ἡ ἀπείθεια ἀξία ὀργῆς καὶ θανάτου, εἴρηται μὲν πλατύτερον ἐν τῇ περὶ τῆς συμφωνίας ἐπιστολῇ· ἵνα δὲ καὶ νῦν μιᾶς ἢ δευτέρας ἐκ πολλῶν μνημονεύσωμεν μαρτυρίας, ἀκούσωμεν Ἰωάννου μὲν τοῦ Βαπτιστοῦ λέγοντος· «Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ (τὸ δὲ ἀόριστον παντός ἐστι περιληπτικὸν) οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ᾽ αὐτόν·» αὐτοῦ δὲ τοῦ Κυρίου ὁριστικῶς ἀποφηναμένου· «Ἰῶτα ἓν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται.» Εἰ δὲ τὰ τοῦ νόμου οὕτως, πόσῳ μᾶλλον τὰ τοῦ Εὐαγγελίου; καθὼς αὐτὸς ὁ Κύριος πολλάκις ἐπιστώσατο.

Περὶ δὲ τοῦ, κἂν ἰδικῶς τῷ καθέκαστον μὴ ᾖ συνημμένη ἡ ἀπειλὴ, ἀρκεῖν μὲν λογίζομαι τοῖς πιστοῖς, αὐτοῦ τοῦ Κυρίου μνημονεῦσαι εἰπόντος ἐν τῇ περικοπῇ τῆς μετὰ τοὺς μακαρισμοὺς διδασκαλίας· ἐν ᾗ πολλῶν μὲν ἐμνημόνευσε τῶν ἀπηγορευμένων, καὶ τοῖς μὲν προσέθηκε καὶ τὴν ἀπειλὴν, εἰπών· «Πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὑτοῦ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ᾽ ἂν εἴπῃ, Ῥακὰ, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ᾽ ἂν εἴπῃ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός·» καὶ πολλὰ τοιαῦτα· τοῖς δὲ μὴ προστιθείς· ὥσπερ ἐν τῷ εἰπεῖν, ὅτι «Πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ·» καὶ τὸ, «Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως·» καὶ μετ᾽ ὀλίγα· «Ἔσται δὲ ὁ λόγος ὑμῶν, Ναὶ, ναί· οὒ, οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστι.» Καὶ πολλὰ τοιαῦτα εἰπὼν, ἄνευ τοῦ ἐπαγαγεῖν τῆς τιμωρίας τὸ ἰδίωμα, γενικώτερον κατὰ πάντων ἀπεφήνατο προειπὼν μὲν, «Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·» ἐν δὲ τῷ τέλει ἐπαγαγὼν, ὅτι «Πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους, καὶ μὴ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὑτοῦ ἐπὶ τὴν ἄμμον, καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη.»

Καὶ πολλαχοῦ πολλῶν μνημονεύσας ἁμαρτημάτων, οὐ προσέθηκε καὶ τὴν ἀποκειμένην ἑκάστῳ τιμωρίαν, ἀρκεῖν ἡγούμενος τὰ καθόλου πολλάκις εἰρημένᾳ κατὰ πάντων. Ἐπειδὴ δὲ χρείαν ἔχουσιν οἱ ἀσθενέστεροι βοηθείας, μνημονεύσωμεν καὶ τοῦ Ἀποστόλου.

Μιμούμενος γὰρ τὸν Κύριον καὶ αὐτὸς, ποτὲ μὲν εἶπεν· «Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν·» ποτὲ δέ· «Μὴ ψεύδεσθε εἰς ἀλλήλους·» καὶ ἀλλαχοῦ· «Πᾶσα ὀργὴ, καὶ θυμὸς, καὶ κραυγὴ, καὶ βλασφημία ἀρθήτω ἀφ᾽ ὑμῶν, σὺν πάσῃ κακίᾳ.» Καὶ πολλὰ τοιαῦτα πολλάκις εἰπὼν, ἄνευ τοῦ προσθεῖναι τὴν ἀπειλὴν, ἀλλαχοῦ γενικώτερον προστίθησι καὶ τὴν τιμωρίαν, εἰπών· «Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε κλέπται, οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.» Ἀλλαχοῦ δὲ πάλιν πλατύτερον γράφει· «Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα· πεπληρωμένους πάσῃ ἀδικίᾳ, πορνείᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ· μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας· ψιθυριστὰς, καταλάλους, θεοστυγεῖς, ὑβριστὰς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήμονας.

Οἵτινες, τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι. Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων. Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις, ὁ κρίνων.» Καὶ πολλαχοῦ ὁμοίως. Ἐξ ὧν δείκνυται, ὅτι, κἂν ἐν τοῖς κατὰ μέρος μὴ ᾖ προσκειμένη ἡ ἀπειλὴ τῆς τιμωρίας ἑκάστῳ εἴδει, ἀναγκαίως ἐπιγινώσκειν ὀφείλομεν, ὅτι ἀφύκτῳ ἀνάγκῃ τῇ γενικῇ ὑποβάλλεται ἀποφάσει ὁ καὶ μίαν ἐντολὴν παραβαίνων· τοῦ μὲν Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀποφηναμένου, ὅτι «Ὁ ἀθετῶν ἐμὲ, καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ,» καὶ τὰ ἑξῆς φοβερώτερον· Ἰωάννου δὲ τοῦ Βαπτιστοῦ, οὗ μείζων οὐδεὶς, ὁριστικῶς μαρτυροῦντος, ὅτι «Ὁ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ᾽ αὐτόν.» Τοῦτο γὰρ σύνηθες τῇ θεοπνεύστῳ Γραφῇ καὶ ἐν τῇ Παλαιᾷ Διαθήκῃ. Καὶ γὰρ διὰ Μωϋσέως, πολλὰ τῶν ἐν τῷ νόμῳ γράψαντος, ἄνευ τοῦ προσθεῖναι τὴν ἀπειλὴν κατὰ τοῦ παραβαίνοντος ἢ ἀμελοῦντος, γενικὴν κατὰ πάντων ἐπήγαγε τὴν κατάραν, ἥτις ἐστὶ τῆς δεινοτάτης τιμωρίας προκαταρκτικὴ, εἰπών· «Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου.»

Καὶ ἀλλαχοῦ· «Ἐπικατάρατος, φησὶν, ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς.» Εἰ δὲ ὁ ἀμελῶς ποιῶν ἐπικατάρατος, ἄρα ὁ μὴ ποιῶν τίνος ἐστὶν ἄξιος;

ΕΡΩΤΗΣΙΣ ϛʹ. Εἰ ἡ ἀπείθεια ἐν τῷ ποιῆσαί τι τῶν ἀπηγορευμένων ἔστιν, ἢ καὶ ἐν τῷ παραλιπεῖν τι τῶν ἐγκεκριμένων. ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο τὸ κρῖμα σφοδρότερον πιστούμενος ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, εἰς ἀθέτησιν μὲν τῆς προλαβούσης πλάνης, στηριγμὸν δὲ τῶν ἡμετέρων καρδιῶν ἐν τῇ ὑγιαινούσῃ πίστει, ηὐδόκησε παιδεῦσαι ἡμᾶς τὸν φόβον τῶν κριμάτων, οὐ μόνον διὰ ῥημάτων, ἀλλὰ καὶ δι᾽ ὑποδειγμάτων· ὡς τῶν πραγμάτων μᾶλλον ἐμποιούντων τὴν πληροφορίαν τῆς ἀληθείας. Καὶ πρῶτον μέν φησιν· «Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Καὶ μέθ᾽ ὅλην τὴν περικοπὴν τῆς διδασκαλίας αὐτοῦ ἐπήγαγεν ἀπόφασιν μεθ᾽ ὑποδείγματος, εἰπών· «Πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους, καὶ μὴ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὑτοῦ ἐπὶ τὴν ἄμμον, καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη·» καὶ πάλιν· «Συκῆν εἶχέ τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὑτοῦ, καὶ ἦλθε ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρε. Καὶ λέγει πρὸς τὸν ἀμπελουργόν· Ἰδοὺ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἵνα τί καὶ τὴν γῆν καταργεῖ;»

Καὶ ἀλλαχοῦ φανερώτερον ἐκτίθεται τὸ κρῖμα τοῦτο, λέγων· «Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» Καὶ ἐπιφέρει οὐχὶ ἐργασίαν τινὸς τῶν ἀπηγορευμένων, ἀλλ᾽ ἔλλειψιν τῶν ἐγκεκριμένων ἔργων, εἰπών· «Ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με,» καὶ τὰ ἑξῆς. Καὶ πολλὰ τοιαῦτα ἄν τις εὕροι πρὸς ἀπόδειξιν, ὅτι οὐ μόνον οἱ τὰ πονηρὰ ἐργαζόμενοι ἄξιοι θανάτου εἰσὶν, οἷς καὶ τὸ πῦρ τὸ ἄσβεστον ἡτοιμάσθη, μεθ᾽ ὧν κατακρίνονται καὶ οἱ ἀργοῦντες ἀπὸ τῶν καλῶν, ἀλλὰ καὶ οἱ ἀμελῶς ποιοῦντες. Γέγραπται γάρ· «Ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς.» Καιρὸς δ᾽ ἂν εἴη μνημονεῦσαι καὶ Ἰωάννου πρὸς τοὺς λαβόντας τὴν ἄφεσιν τῶν ἁμαρτημάτων διὰ τοῦ βαπτίσματος, λέγοντος· «Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας.

Καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. Πᾶν οὖν δένδρον, μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται.» Ὧν ἕκαστον οὐκ ἐργασίαν κακοῦ τινος δηλοῖ, ἀλλ᾽ ἀργίαν τοῦ τῆς θεοσεβείας δικαιώματος. Εἰ γὰρ ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς, ὅτι οὐ μετὰ τῆς πρεπούσης ἐποίησε προθυμίας, πόσῳ μᾶλλον ἐπικατάρατοι οἱ μήτε ποιεῖν ὁπωσοῦν τὸ ἀγαθὸν ἀνασχόμενοι; Καὶ δικαίως ἀκούουσι· «Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» Ὡς ἐκ πάντων δῆλον, ὅτι ἀναγκαίως τάχους πλείονος καὶ σπουδῆς ἀόκνου χρεία μετ᾽ ἐπιθυμίας ἀγαθῆς καὶ ἀμετεωρίστου ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα ἄξιοι τοῦ μακαρισμοῦ γενώμεθα καὶ αὐτοὶ, καθὼς εἶπεν αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· «Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.»

ΕΡΩΤΗΣΙΣ Ζʹ. Εἰ δυνατόν ἐστιν, ἢ εὐάρεστον, ἢ εὐπρόσδεκτον Θεῷ, τὸν ἁμαρτίᾳ δουλεύοντα ποιεῖν δικαίωμα κατὰ τὸν τῆς θεοσεβείας τῶν ἁγίων κανόνα. ΑΠΟΚΡΙΣΙΣ. Ἐν μὲν τῇ Παλαιᾷ Διαθήκῃ τοῦ Θεοῦ λέγοντος· «Ὁ ἁμαρτωλὸς ὁ θύων μοι μόσχον ὡς ὁ ἀποκτείνων κύνα, καὶ ὁ προσφέρων σεμίδαλιν ὡς αἷμα ὕειον,» καὶ τοσαύτην περὶ τῶν προσφερομένων εἰς θυσίαν νομοθετήσαντος ἀκρίβειαν, καὶ τὸ φοβερὸν κρῖμα κατὰ τοῦ πλημμελήσαντος θέντος· ἐν δὲ τῇ Καινῇ Διαθήκῃ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δι᾽ ἑαυτοῦ ἐν τοῖς Εὐαγγελίοις εἰπόντος, ὅτι «Ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας·» καὶ, «Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν·» καὶ, «Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμμωνᾷ·» καὶ φανερώτατα δογματίσαντος· «Οὕτω πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής·» εἰ δὲ περὶ τῶν μέσων τοιαύτη ἀπόφασις, τί ἄν τις εἴποι περὶ τῶν ἀπηγορευμένων;

Διὰ δὲ τοῦ Ἀποστόλου· «Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων;» τὸ παντάπασιν ἀδύνατον καὶ ἀπαρέσκον Θεῷ, καὶ ἐπικίνδυνον τῷ τολμῶντι δεδήλωται.

Διόπερ παρακαλῶ, ὡς διδάσκει ὁ Κύριος, ποιήσωμεν τὸ δένδρον καλὸν, καὶ τὸν καρπὸν αὐτοῦ καλὸν, καὶ καθαρίσωμεν πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, καὶ τότε τὸ ἐκτὸς αὐτοῦ ἔσται καθαρὸν ὅλον. Καὶ διὰ τοῦ Ἀποστόλου παιδευθέντες, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ τότε ἐπιτελῶμεν ἁγιωσύνην ἐν ἀγάπῃ Χριστοῦ, ἵνα εὐάρεστοι τῷ Θεῷ καὶ εὐπρόσδεκτοι τῷ Κυρίῳ γινώμεθα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν

ΕΡΩΤΗΣΙΣ Ηʹ. Εἰ εὐπρόσδεκτόν ἐστι τῷ Θεῷ τὸ ἔργον τῆς ἐντολῆς, μὴ ἀκολούθως κατ᾽ ἐντολὴν τοῦ Θεοῦ γινόμενον. ΑΠΟΚΡΙΣΙΣ. Τούτου τοῦ ἐρωτήματος σαφήνειαν καὶ ὥσπερ κανόνα τινὰ κατὰ παντὸς τοῦ τοιούτου πράγματος παιδευόμεθα παρὰ μὲν τῆς Παλαιᾶς Διαθήκης, ὡς ἐκ προσώπου τοῦ Θεοῦ λεγούσης· «Ἐὰν ὀρθῶς μὲν προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες. Ἡσύχασον· πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ·» ὡς μὴ μόνον ἀπρόσδεκτον εἶναι τὸ προσενεχθὲν μὴ νομίμως, ἀλλὰ καὶ εἰς ἁμαρτίαν λογισθῆναι τῷ οὕτω προσενέγκαντι.

Καθ᾽ ὁμοιότητα δὲ τοῦ Ἀποστόλου ἔστιν, ὥσπερ δι᾽ ὑποδείγματος ἀνθρωπίνου, τὸν τῆς θεοσεβείας ἀπαράβατον κανόνα καθολικῶς κατὰ πάντων μαθεῖν, εἰπόντος· «Κἂν ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.» Μετὰ πλείονος δὲ φόβου, αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μνημονεῦσαι ἔστιν, ὅρον ἐκθεμένου ἐν τῷ εἰπεῖν· «Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος εὑρήσει ποιοῦντα οὕτως.» Τὸ γὰρ, «οὕτως,» εἰπὼν, ἔδειξεν, ὅτι ὁ μὴ οὕτως ποιῶν τοῦ μακαρισμοῦ ἐκπέπτωκεν· ὡς ἐκ πολλῶν τῶν τε ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ Διαθήκῃ ἱστορουμένων καὶ λεγομένων ἔστιν ἀκριβῶς μαθεῖν καὶ πληροφορηθῆναι.

Τὸ δὲ, «μὴ οὕτως,» γίνεται ἢ παρὰ τόπον, ἢ παρὰ καιρὸν, ἢ παρὰ πρόσωπον, ἢ παρὰ πρᾶγμα, ἢ παρὰ μέτρον, ἢ παρὰ τάξιν, ἢ παρὰ διάθεσιν. Ἴδωμεν δὲ τὸν λόγον πρῶτον τοῦ παρὰ τόπον. Τοῦ Ἀποστόλου τοίνυν τοῖς ἐν τῇ συνηθείᾳ κεκρατημένοις χρησαμένου εἰς σαφεστέραν παράστασιν καὶ βοήθειαν τοῖς ἀκούουσι τῶν τῇ εὐσεβείᾳ πρεπόντων, ἐν τῷ εἰπεῖν· «Ἢ οὔτε αὐτὴ ἢ φύσις διδάσκει ὑμᾶς, ὅτι ἀνὴρ μὲν, ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι, γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστι;» καὶ τὰ ἑξῆς· ἀκόλουθον ἂν εἴη καὶ ἡμᾶς τοῖς ἐν τῇ φύσει κεκρατημένοις πρὸς τὰ ἀναγκαῖα τῆς παρούσης ζωῆς χρήσασθαι. Τοῦ γὰρ ἐσθίειν καὶ πίνειν συνέχοντος τὴν ζωὴν, τίς τῶν σωφρονούντων ἀνέχεται ἐπὶ τῆς ἀγορᾶς ἐσθίειν καὶ πίνειν; Ἢ τίς ἀνέχεται κατὰ πετρῶν καταβαλεῖν τὰ σπέρματα ἐπὶ ζημίαν αὐτῶν τούτων, καὶ τῶν προσδοκηθέντων καρπῶν;

Καὶ πολλὰ ἄν τις εὕροι παρὰ τόπον ἐπικινδύνως γινόμενα, ἤτοι κατεγνωσμένως. Πάλιν δὲ τοῦ Ἀποστόλου μνημονεύοντες εἰπόντος· «Ταῦτα τυπικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν·» ἴδωμεν εἰ μὴ τὰ νενομοθετημένα ὑπὸ τοῦ Θεοῦ πρὸς θεοσέβειαν, κοινωνίαν ἔχοντα πρὸς ἄλληλα, τὴν διαφορὰν ἐφύλασσεν ἀπαραβάτως. Τὰ μὲν γὰρ ἀφώριστο τῇ Ἱερουσαλὴμ, καὶ ἔξω ποιήσαντες ἐκινδύνευον· τὰ δὲ καὶ πλέον, ὅτι καὶ ἐν αὐτῷ τῷ ναῷ καὶ τῷ θυσιαστηρίῳ, καὶ ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ, ἢ ἄλλοις τόποις, ἄλλα τοῖς πρὸς Θεοῦ λατρείαν ἦν ἐγκεκριμένα, καὶ οὔτε τὰ ἐν τῷ ναῷ καὶ ἐν τῷ θυσιαστηρίῳ γινόμενα ἐν ἄλλοις τόποις τῆς Ἱερουσαλὴμ γίνεσθαι ἐτολμᾶτο, οὔτε τὰ ἐν ἄλλοις τόποις, καὶ ἐν τῷ ναῷ συγκεχώρητο. Ἡμῖν δὲ παρὰ τόπον μὲν κινδυνεύει ἡ ἐντολή· μάλιστα, ἐὰν τὰ τῆς ἱερωσύνης μυστήρια ἐπιτελῶμεν ἐν βεβήλοις τόποις· τοῦ τοιούτου πράγματος ἀπόδειξιν μὲν ἔχοντος τῆς καταφρονήσεως τοῦ ἐπιτελοῦντος, σκανδαλίζοντος δὲ ἄλλον ἐπ᾽ ἄλλο τι πάθος πολυτρόπως διὰ τὴν τῶν πολλῶν ἐν τῇ γνώσει διάφορον ἀσθένειαν.

Ἐὰν δέ τις λέγῃ, Τί οὖν ὁ Ἀπόστολος εἶπε· «Βούλομαι οὖν τοὺς ἄνδρας προσεύχεσθαι ἐν παντὶ τόπῳ,» διὰ τὸ τὸν Κύριον ἐν παντὶ τόπῳ τὴν ἐξουσίαν τῆς προσκυνήσεως διδόναι, ἐν τῷ εἰρηκέναι· «Οὔτε ἐν Ἱερουσαλὴμ, οὔτε ἐν τῷ ὄρει τούτῳ προσκυνήσετε τῷ Πατρί;» Ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι τὸ, «ἐν παντὶ,» οὐ περιλαμβάνει τοὺς ἀφωρισμένους τόπους ταῖς ἀνθρωπίναις χρείαις, καὶ ἀκαθάρτοις καὶ βδελυκτοῖς πράγμασιν, ἀλλὰ πλατύνει ἀπὸ τῆς περιγραφῆς τῆς Ἱερουσαλὴμ εἰς πάντα τόπον τῆς οἰκουμένης, καὶ κατὰ τὴν προφητείαν τῆς θυσίας, τὸν ἐσπουδασμένως δηλονότι ἀνατιθέμενον τῷ Θεῷ, εἰς τὴν ἱερουργίαν τοῦ ἐνδόξου μυστηρίου.

Καὶ γὰρ ἀκούσαντες τοῦ προφήτου λέγοντος· «Ὑμεῖς ἱερεῖς Θεοῦ κληθήσεσθε·» οὔτε πάντες τῆς τοιᾶσδε ἱεροσύνης ἢ λειτουργίας τὴν ἐξουσίαν ἁρπάζομεν, οὔτε ἄλλος τὴν ἄλλῳ δοθεῖσαν χάριν ἐν ἐξουσίᾳ ἐστὶν ἑαυτῷ λαμβάνειν· ἀλλ᾽ ἕκαστος τῶν πιστῶν ἐν τοῖς ἰδίοις ὅροις μένει τῆς δωρεᾶς τοῦ Θεοῦ, τοῦ Ἀποστόλου παιδεύοντος ἡμᾶς ἐν τῷ λέγειν πρὸς πάντας μὲν, «Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν· καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε ἐν τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον·» πρὸς ἕκαστον δὲ σαφῶς διακρίνοντος μὲν τὴν ἑκάστῳ πρέπουσαν λειτουργίαν, κωλύοντος δὲ ἐπεμβαίνειν ἀλλοτρίῳ τάγματι, ἐν τῷ λέγειν· «Λέγω γὰρ διὰ τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν, παρ᾽ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως·» καὶ διὰ τῆς ἐν ἀλλήλοις τῶν μελῶν τοῦ σώματος πρὸς τὸ εὔσχημον καὶ ἀκίνδυνον κατηναγκασμένης εὐταξίας κανονίζοντος ἐν ἡμῖν τὴν ἡμῶν πρὸς ἀλλήλους εὐάρεστον τῷ Θεῷ ἐν ἀγάπῃ Χριστοῦ Ἰησοῦ εὐταξίαν ἐν τῇ διαφορᾷ τῶν χαρισμάτων.

Λέγει γάρ· «Καθάπερ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, πάντα δὲ τὰ μέλη οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν· οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθεὶς ἀλλήλων μέλη· ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε διακονίαν ἐν τῇ διακονίᾳ,» καὶ τὰ ἑξῆς.

Εἰ δὲ οἱ συνεργοῦντες ἀλλήλοις πρὸς τὸν ἕνα σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως, καὶ τοσαύτην ἔχοντες πρὸς ἀλλήλους συνάφειαν κοινωνίας ἐν ἀγάπῃ Χριστοῦ, τὸν ἴδιον τόπον τοῦ χαρίσματος ὑπερβαίνειν οὐκ ἐπιτρέπονται, πῶς οὐχὶ πολλῷ πλέον τοῖς ἀλλοτρίοις καὶ ἐναντίοις πράγμασιν ἀφωρισμένους τόπους διακρίνειν ἀπὸ τῶν ἁγίων ὀφείλομεν;

Ἐκ πάντων γὰρ τῶν μνημονευθέντων ἐκ τῆς θεοπνεύστου Γραφῆς, καὶ τῶν τοιούτων, καὶ τῶν προῤῥηθέντων ὑποδειγμάτων παιδεύεσθαι ἡμᾶς χρὴ, ὅτι ἡ παρὰ τόπον ἐνέργεια εἰς τὸ ἐναντίον τοῦ προκειμένου σκοποῦ περιτρέπει τὸ τέλος. Παρὰ καιρὸν δὲ, αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔστιν ἀκοῦσαι, λέγοντος· «Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὑτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου.

Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί· αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας αὑτῶν, οὐκ ἔλαβον μεθ᾽ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὑτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον.

Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὑτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν αἱ φρόνιμοι λέγουσαι· Μήποτε, οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾽ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα.

Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν· ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐταῖς· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν.» Διόπερ τὴν περὶ τοῦ αὐτοῦ κρίματος πολλάκις γινομένην παραγγελίαν σφοδρότερον καθάπτεσθαι καὶ πιστεύεσθαι μᾶλλον εἰδὼς, καὶ ἐν ἑτέρῳ τόπῳ κατὰ τὸν αὐτὸν νοῦν εἰρημένην παραθήσομαι. Φησὶ δὲ αὐτὸς ὁ Κύριος· «Πολλοὶ ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. Ἀφ᾽ οὗ ἐὰν εἰσέλθῃ ὁ οἰκοδεσπότης, καὶ κλείσῃ τὴν θύραν, καὶ ἄρξησθε λέγειν, Κύριε, Κύριε, ἄνοιξον ἡμῖν, καὶ τότε ἀποκριθεὶς ἐρεῖ· Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. Διὰ τοῦτο λέγω ὑμῖν, γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται·» καὶ πολλαχοῦ ὁμοίως. Εἰ δὲ δεῖ καὶ τὸν Ἀπόστολον προσκαλέσασθαι εἰς μαρτυρίαν, ἀκούσωμεν αὐτοῦ μνημονεύσαντος μετὰ τοῦ προφήτου λέγοντος· «Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι·» ἐπενεγκόντος δὲ τὸ παρ᾽ ἑαυτοῦ· «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας·» καὶ πάλιν· «Ἄρ᾽ οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας μὲν, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.»

Εἰ δὲ καὶ ἄλλης μαρτυρίας χρεία, μνημονεύσωμεν τοῦ Δαβὶδ εἰπόντος· «Ὑπὲρ ταύτης προσεύξεται πρὸς σὲ πᾶς ὅσιος ἐν καιρῷ εὐθέτῳ·» καὶ τοῦ Σολομῶντος κατὰ κοινοῦ ὁρισαμένου, ὅτι Πάντα καλὰ ἐν καιρῷ αὐτῶν.

Παρὰ πρόσωπον δὲ, ἐν μὲν τῇ Παλαιᾷ Διαθήκῃ, ὡς ἐπὶ τοῦ Κορὲ, καὶ τολμησάντων ἐπεισελθεῖν, τῇ μὴ δοθείσῃ αὐτοῖς ἱερωσύνῃ, καὶ ὑποπεσόντων ἀποτομίᾳ ὀργῆς εἰς ὄλεθρον καὶ ἀπώλειαν φρικωδεστέραν· παρ᾽ αὐτοῦ δὲ τοῦ Κυρίου παιδευόμεθα ἀσφαλίζεσθαι, εἰπόντος πρὸς τοὺς μαθητάς· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·» πρὸς δὲ τὴν γυναῖκα· «Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις.» Παρὰ πρᾶγμα δὲ, ἐκ μὲν τῆς Παλαιᾶς Διαθήκης, ὅταν, ἐντολῆς δοθείσης προσφέρειν θυσίαν ἀπὸ καθαρῶν καὶ ὁλοκλήρων καὶ ἀμώμων, μὴ ἐκ τοιούτων προσενεχθῇ· περὶ οὗ ὁ Θεὸς εἶπε· «Προσάγαγε αὐτὸ τῷ ἄρχοντί σου, εἰ προσδέξεται αὐτὸ, εἰ λήψεται πρόσωπόν σου·» ἐκ δὲ τῆς Καινῆς Διαθήκης παρ᾽ αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς προφητείας Ἡσαΐου μνημονεύσαντος κατὰ τῶν Ἰουδαίων, ὅτι «Καλῶς προεφήτευσεν Ἡσαΐας περὶ ὑμῶν λέγων· Ὁ λαὸς οὗτος τοῖς χείλεσι με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ᾽ ἐμοῦ· μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων·» παρὰ δὲ τοῦ Ἀποστόλου μαρτυροῦντος μὲν τῇ συνειδήσει τῶν Ἰουδαίων, καταγινώσκοντος δὲ αὐτῶν ἐν τῇ διαφορᾷ τῆς δικαιοσύνης. Γράφει δὲ οὕτως· «Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν.

Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.» Διόπερ ὁ Ἀπόστολος, τῆς πρὸς Θεὸν εὐαρεστήσεως γνησίως πεφροντικὼς, μετὰ τὴν διήγησιν τῶν ἐν τῷ νόμῳ ἀνωτάτω κατορθωθέντων αὐτῷ δικαιωμάτων ἐπιφέρει· «Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι τὰ πάντα ζημίαν; εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου, δι᾽ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, τοῦ γνῶναι αὐτὸν,» καὶ τὰ ἑξῆς. Διὰ δὲ τούτων καὶ τῶν τοιούτων ἡμᾶς παιδεύει πολὺ περισσοτέρως φυλάσσεσθαι ἐπεισαγαγεῖν ποτε τῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κανόνι τῆς πρὸς Θεὸν εὐαρεστήσεως ἀνθρωπίνην δικαιοσύνην.

Παρὰ μέτρον δὲ, ἀρκεῖν ἡγοῦμαι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μνημονεῦσαι πρὸς ἀντιδιαστολὴν τοῦ μέτρου τῆς παλαιᾶς ἀγάπης (γέγραπται δὲ, «Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν,») εἰπόντος· «Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Μείζονα ταύτης ἀγάπην οὐδεῖς ἔχει, ἵνα τις τὴν ψυχὴν αὑτοῦ θῇ ὑπὲρ τῶν φίλων αὑτοῦ.» Καὶ καθόλου περὶ πάντων ὁμοῦ τῶν δικαιωμάτων ἔστι μαθεῖν παρ᾽ αὐτοῦ τοῦ Κυρίου διορισαμένου· «Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Παρὰ τάξιν δὲ καὶ ἀκολουθίαν, ὅταν τὰ πρῶτα ἐν δευτέρῳ τόπῳ ἢ τρίτῳ τις σπουδάζῃ, καὶ τὰ ἐν τρίτῳ τόπῳ προστεταγμένα ἀρχὴν ἡγήσηται τῶν προτεταγμένων.

Τοῦ γὰρ Κυρίου προστάξαντος τῷ εἰπόντι, «Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου,» τὸ, «Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἆρον τὸν σταυρόν σου, καὶ δεῦρο ἀκολούθει μοι·» εἴ τις τῷ μηδὲν πεποιηκότι τῶν προτεταγμένων, τὸ δεύτερον, «Ἀκολούθει μοι,» ἐπιτρέποι· καὶ ὡς πάλιν λέγοντος τοῦ Κυρίου, «Εἴ τις ἔρχεται πρός με, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθείτω μοι,» τὸ ἀκολουθεῖν προτάσσοι τῶν προτεταγμένων· καὶ πάλιν τοῦ Κυρίου μετὰ πολλὰ ἐπενεγκόντος τὸ, «Οὕτω πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται εἶναί μου μαθητὴς,» πρὸ τοῦ τὰ προειρημένα φυλάξαι, μαθητὴς εἶναι φαντάζοιτο. Διόπερ ἀναγκαῖον φυλάσσειν τὸ τοῦ Ἀποστόλου παράγγελμα, εἰπόντος· «Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.» Παρὰ διάθεσιν δὲ, ὡς ὅταν λέγῃ ὁ Κύριος περὶ μὲν τῶν πάθει ἀνθρωπαρεσκείας ποιούντων ἐλεημοσύνην, ἢ ἄλλο τι δικαίωμα πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· «Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὑτῶν.» Ἔτι δὲ σφοδρότερον παρίστησι τὴν κακίαν τῶν διὰ πάθος ἀνθρώπινον ποιούντων τὴν ἐντολὴν τοῦ Κυρίου, δεικνύων, ὅτι οὐ μόνον μισθοῦ ἐκπίπτει, ἀλλὰ καὶ τιμωρίας ἄξιος ὁ ποιῶν ἐντολὴν μὴ κατὰ θεοσέβειαν, ἀλλὰ κατὰ ἀνθρωπαρέσκειαν, ἤ τινος ἄλλης ἡδονῆς ἕνεκεν, ἢ πλεονεξίας, ἢ πραγματείας, ὧν κατηγορεῖ καὶ ὁ Ἀπόστολος.

Αὐτὸς δὲ ὁ Κύριος σφοδρότερον κατακρίνων τοὺς τοιούτους, λέγει· «Πολλοὶ ἐλεύσονται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγοντες· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν, καὶ ἐφάγομεν μετὰ σοῦ, καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας;

Καὶ τότε ἀποκριθήσομαι αὐτοῖς λέγων· Ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστὲ, ἐργάται ἀνομίας·» ὡς ἐκ τούτων καὶ τῶν τοιούτων δῆλον εἶναι, ὅτι, κἂν χαρίσματά τις ἐνεργήσῃ, κἂν ἐντολὰς ποιήσῃ, μὴ κατὰ διάθεσιν δὲ καὶ σκοπὸν ὃν ἐδίδαξεν ὁ Κύριος εἰπών· «Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς·» καὶ Παῦλος δὲ ὁ ἀπόστολος, ὁ ἐν Χριστῷ λαλῶν, φησὶν, «Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν τοῦ Θεοῦ ποιεῖτε·» δικαίως ἀκούει ἅπερ ἀπεκρίνατο ὁ Κύριος. Ὅθεν ὁ Ἀπόστολος ἔμαθεν εἰπεῖν· «Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον.

Καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.» Καὶ ἀλλαχοῦ καθολικώτερον καὶ σφοδρότερόν φησιν· «Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.» Εἰ δὲ καὶ τῆς Παλαιᾶς Διαθήκης μαρτυρίαν ἐπιζητοῖς εἰς πληροφορίαν τοῦ τοιούτου κρίματος, Μωϋσῆς φησιν· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου· καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν.» Οἷς ἐπιφέρει ὁ Κύριος· «Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.» Μαρτυρεῖ δὲ καὶ ὁ Ἀπόστολος, λέγων· «Πλήρωμα οὖν νόμου ἡ ἀγάπη.» Ὅτι δὲ οὐκ ἀτιμώρητοι οἱ μὴ κατορθοῦντες ταύτας, καὶ τὰ ταύταις ὑποπίπτοντα δικαιώματα, τιμωρίας δέ εἰσιν ὑπόδικοι, αὐτὸς Μωϋσῆς βοᾷ, λέγων· «Ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τούτῳ.» Ὁ δὲ Δαβίδ φησιν· «Εἰ ἐθεώρουν ἀδικίαν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω μου Κύριος·» καὶ ἀλλαχοῦ· «Ἐκεῖ φοβηθήσονται φόβον, οὗ οὐκ ἦν φόβος, ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων.»

Πολλῆς οὖν ἐπιμελείας καὶ φροντίδος ἐπαγρύπνου χρεία, μήπως, παρά τι τῶν εἰρημένων τὴν ἐντολὴν ἐργασάμενοι, μὴ μόνον τοῦ τοιούτου καὶ τοσούτου μισθοῦ ἐκπέσωμεν, ἀλλὰ καὶ ταῖς οὕτω φοβεραῖς ἀπειλαῖς ὑποπέσωμεν.