Τὸ γὰρ παρ᾽ ὀλίγον γεγονὸς οὐ γέγονεν. Ὥσπερ γὰρ ὁ παρ᾽ ὀλίγον ἀποθανὼν οὐκ ἀπέθανεν, ἀλλὰ ζῇ, καὶ ὁ παρ᾽ ὀλίγον ζήσας οὐ ζῇ, ἀλλὰ ἀπέθανε, καὶ ὁ παρ᾽ ὀλίγον εἰσελθὼν οὐκ εἰσῆλθεν, ὡς αἱ πέντε παρθένοι· οὕτως ὁ παρ᾽ ὀλίγον φυλάξας τὸν νόμον οὐκ ἐφύλαξεν, ἀλλ᾽ ἔστι παράνομος. Διὸ καὶ ἀναγκαῖον ἐπὶ τῶν παρανομούντων, κἂν γνήσιοι εἶναι δόξωσι, πείθεσθαι τῷ Ἀποστόλῳ εἰπόντι, ποτὲ μὲν, «Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης, ἢ μέθυσος, ἢ λοίδορος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν·» παρατηρητέον δὲ ἐνταῦθα, ὅτι οὐχὶ τὸν τὰ πάντα ὄντα ἀφώρισε καὶ αὐτῆς τῆς κοινῆς διαίτης, ἀλλὰ καὶ τὸν ἕν τι ὄντα ἐκ πάντων, ἐν τῷ μὴ εἰπεῖν, «Τούτῳ,» ἀλλὰ, «Τῷ τοιούτῳ·» ποτὲ δὲ, «Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία· δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ (καὶ γὰρ καθολικώτερον ἐπήγαγεν) ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.