Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ βαπτίσματος

Μέγας Βασίλειος

Ερωτήσεις Θ΄-ΙΓ΄: Πνευματική μέριμνα, σκανδαλισμός και υπομονή στους πειρασμούς

Ανάλυση των ορίων της συναναστροφής με τους αμαρτάνοντες, η φύση του σκανδάλου, η ευθύνη του ελέγχου και το χρέος της υπομονής απέναντι στους πειρασμούς και τον θάνατο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 8 από 8

ΕΡΩΤΗΣΙΣ Θʹ. Εἰ χρὴ συγκοινωνεῖν τοῖς παρανομοῦσιν, ἦ τοῖς ἀκάρποις ἔργοις τοῦ σκότους, κἂν μὴ ὦσι τῶν ἐμοὶ πιστευθέντων οἱ τοιοῦτοι. ΑΠΟΚΡΙΣΙΣ. Παράνομος μέν ἐστιν πᾶς ὁ μὴ ὁλόκληρον τὸν νόμον φυλάξας, ἢ καὶ ὁ μίαν ἐντολὴν παραβάς. Ἐν γὰρ τῇ ἐλλείψει καὶ τοῦ μικροῦ τὸ πᾶν κινδυνεύει.

Τὸ γὰρ παρ᾽ ὀλίγον γεγονὸς οὐ γέγονεν. Ὥσπερ γὰρ ὁ παρ᾽ ὀλίγον ἀποθανὼν οὐκ ἀπέθανεν, ἀλλὰ ζῇ, καὶ ὁ παρ᾽ ὀλίγον ζήσας οὐ ζῇ, ἀλλὰ ἀπέθανε, καὶ ὁ παρ᾽ ὀλίγον εἰσελθὼν οὐκ εἰσῆλθεν, ὡς αἱ πέντε παρθένοι· οὕτως ὁ παρ᾽ ὀλίγον φυλάξας τὸν νόμον οὐκ ἐφύλαξεν, ἀλλ᾽ ἔστι παράνομος. Διὸ καὶ ἀναγκαῖον ἐπὶ τῶν παρανομούντων, κἂν γνήσιοι εἶναι δόξωσι, πείθεσθαι τῷ Ἀποστόλῳ εἰπόντι, ποτὲ μὲν, «Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης, ἢ μέθυσος, ἢ λοίδορος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν·» παρατηρητέον δὲ ἐνταῦθα, ὅτι οὐχὶ τὸν τὰ πάντα ὄντα ἀφώρισε καὶ αὐτῆς τῆς κοινῆς διαίτης, ἀλλὰ καὶ τὸν ἕν τι ὄντα ἐκ πάντων, ἐν τῷ μὴ εἰπεῖν, «Τούτῳ,» ἀλλὰ, «Τῷ τοιούτῳ·» ποτὲ δὲ, «Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία· δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ (καὶ γὰρ καθολικώτερον ἐπήγαγεν) ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.

Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν·» καὶ πάλιν· «Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ᾽ ἡμῶν·» καὶ ἀλλαχοῦ ὁμοίως Τὸ δὲ μὴ συγκοινωνεῖν τοῖς ἔργοις τοῖς ἀκάρποις· ἵνα σαφῶς γνῶμεν τί ἐστι, πρῶτον καταμάθωμεν κατὰ τίνων πραγμάτων κεῖται τὸ ὄνομα τοῦ ἀκάρπου· πότερον κατὰ τῶν κατεγνωσμένων μόνον, ἢ καὶ κατὰ τῶν ἐπαινετῶν μὲν, μὴ ἐξ ὑγιοῦς δὲ διαθέσεως γινομένων. Ἐν μὲν οὖν τῇ Παλαιᾷ Διαθήκῃ ὁ προφήτης ἐν τῇ τοῦ δένδρου παραβολῇ περὶ τῶν ἁγίων εἶπεν· «Ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ·» ὁ δὲ Σολομών φησιν· «Ἔργα δικαίων ζωὴν ποιεῖ· καρποὶ δὲ ἀσεβῶν ἁμαρτίαι,» Ὡσηὲ δὲ λέγει· «Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε καρπὸν ζωῆς·» καὶ ὁ Μιχαίας· «Καὶ ἔσται ἡ γῆ εἰς ἀφανισμὸν μετὰ τῶν κατοικούντων ἐν αὐτῇ, ἀπὸ καρπῶν ἐπιτηδευμάτων αὐτῶν·» καὶ ἄλλοι προφῆται ἄλλα πλείονα. Ἀλλὰ ταῦτα μὲν ὡς λύχνος λαμπέτω· τὸ δὲ φῶς τὸ ἀληθινὸν, ὁ τῆς δικαιοσύνης ἥλιος, αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τρανότερον παρίστησι λέγων· «Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς ποιεῖν·» καὶ ἀλλαχοῦ ὁμοίως. Ἔχοντες οὖν τὸ τῶν καρπῶν ὄνομα ἐπὶ τοῖς ἀλλήλων ἐναντίοις ὁμοίως κείμενον, λοιπὸν καταμάθωμεν, ποῖοι μέν εἰσι δένδρα ἄκαρπα, τίνα δὲ ὁ Ἀπόστολος λέγει ἔργα ἄκαρπα.

Τὰ μὲν οὖν ἄκαρπα δένδρα δηλοῦνται ἡμῖν παρὰ Ἰωάννου τοῦ Βαπτιστοῦ, εἰπόντος τοῖς καταξιωθεῖσι τοῦ βαπτίσματος εἰς ἄφεσιν τῶν ἁμαρτιῶν, καὶ καθαρισθεῖσιν ἀπὸ παντὸς ῥύπου· «Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας·» καὶ μετ᾽ ὀλίγα ἐπιφέροντος· «Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται·» τηλαυγέστερον δὲ ὁ Κύριος διδάσκει, λέγων τοῖς μὲν ἐκ δεξιῶν ἑστῶσι, «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου·» καὶ τοὺς ἀγαθοὺς αὐτῶν καρποὺς δεικνύων ἐν τοῖς ἐπιφερομένοις· τοὺς δὲ ἐξ ἀριστερῶν πέμπων εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· οἷς οὐχ ἁμαρτίας ἐργασίαν ἐγκαλεῖ, ἀλλ᾽ ἀργίαν καρπῶν ἀγαθῶν. «Ἐπείνασα γὰρ, φησὶ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν,» καὶ τὰ ἑξῆς· ἥτις ἀργία τῆς μερίδος ἐποίησεν αὐτοὺς γενέσθαι τῶν ἁμαρτωλῶν, οἵτινες ἄγγελοι τοῦ διαβόλου καλοῦνται παρὰ τοῦ Κυρίου.

Τῆς διαφορᾶς οὖν φανερωθείσης τῶν τὰ ἐναντία καρποφορούντων, καὶ ἀκάρπων, λοιπὸν ἴδωμεν, τίνα ἐστὶ μάλιστα ἃ λέγει ὁ Ἀπόστολος ἔργα ἄκαρπα. Ἐγὼ δὲ λογιζόμενος οὐχ εὑρίσκω μεταξὺ τοῦ νομίμως καὶ εὐαρέστως τῷ Θεῷ τὴν ἐντολὴν ἐργαζομένου, καὶ τοῦ τὸ κακὸν ἐργαζομένου, καὶ τοῦ μηθ᾽ ἕτερον ποιοῦντος, εἰ μὴ τοὺς ποιοῦντας τὸ ἀγαθὸν, μὴ εὐαρέστως δὲ τῷ Θεῷ κατά τι τῶν προειρημένων ἐν τῷ ἐρωτήματι, εἰ εὐπρόσδεκτόν ἐστιν ἔργον ἐντολῆς μὴ κατ᾽ ἐντολὴν γινόμενον, περὶ ὧν ὁ Κύριος λέγει, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν Ὡς αἱ πέντε μωραὶ παρθένοι, αἵτινες μαρτυροῦνται ὑπ᾽ αὐτοῦ τοῦ Κυρίου, ὅτι τε παρθένοι, καὶ ὅτι τὰς λαμπάδας ἐκόσμησαν, καὶ ὅτι ἀνῆψαν, τουτέστιν, ὁμοίως εἰργάσαντο ταῖς φρονίμοις, καὶ ἐξῆλθον εἰς ἀπάντησιν τοῦ Κυρίου, καὶ κατὰ πάντα ὁμοίως ταῖς φρονίμοις τὴν σπουδὴν ἐπεδείξαντο, διὰ δὲ μόνην τὴν ἔλλειψιν τοῦ ἐν τοῖς ἀγγείοις ἐλαίου τοῦ σκοποῦ ἀποτυχοῦσαι, καὶ τῆς εἰσόδου τοῦ νυμφῶνος ἐκκλεισθεῖσαι.

Καὶ ὡς ἐκ τῶν δύο τῶν ὄντων ἐν τῷ μυλῶνι, καὶ ἐπὶ τῆς αὐτῆς κλίνης οἱ ἀφιέμενοι. Ἐφ᾽ ὧν τάχα τὴν αἰτίαν ἐσίγησεν ὁ Κύριος, ἵνα ἐπὶ παντὸς πράγματος, ἐπὶ μικρᾷ γοῦν ἐλλείψει τοῦ πρέποντος, καὶ μάλιστα τῆς εἰλικρινοῦς ἀγάπης, ὡς ὁ Ἀπόστολος ἐδίδαξε, τὸ μὴ εὐάρεστον δείξῃ. Ἄκαρπον τοίνυν τὸ τῶν ἔργων κατὰ τί συμβαίνει γίνεσθαι γνωρίζοντες, φυλαξώμεθα παρὰ μηδὲν τὴν νόμιμον ἄθλησιν τῆς πρὸς Θεὸν εὐαρεστήσεως ἀθλεῖν, ἀλλ᾽ ἐν παντὶ συνιστᾷν ἑαυτοὺς, ὡς Θεοῦ διακόνους.

Οὐ μόνον δὲ, ἀλλὰ μήτε συγκοινωνεῖν τοῖς τοιούτοις, ὡς ὁ ἐν Χριστῷ λαλῶν Παῦλος ὁριστικῶς ἀπεφήνατο λέγων· «Μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους τούτου.» Τὸ δὲ, «Μᾶλλον δὲ καὶ ἐλέγχετε,» ἐπενεγκὼν, τέως τὸν τρόπον τοῦ μὴ συγκοινωνεῖν ἐδίδαξε.

Τί δέ ἐστι τὸ συγκοινωνεῖν, ἢ καὶ κατὰ πόσους τρόπους τοῦτο γίνεται, καταμάθωμεν. Μνημονεύων οὖν ἐν μὲν ταῖς Παροιμίαις τοῦ, «Ἐλθὲ μεθ᾽ ἡμῶν, κοινώνησον αἵματος,» παρὰ δὲ τῷ Ἀποστόλῳ τοῦ, «Συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας,» καὶ, «Συγκοινωνήσαντές μου τῇ θλίψει·» καὶ, «Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς·» καὶ τοῦ, «Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις·» καὶ τοῦ, «Ἐλεγμῷ ἐλέγξεις τὸν ἀδελφόν σου, καὶ οὐ λήψῃ δι᾽ αὐτὸν ἁμαρτίαν·» καὶ τοῦ, «Ταῦτα ἐποίησας, καὶ ἐσίγησα· ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος· ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου,» καὶ τῶν τοιούτων, κοινωνίαν ἡγοῦμαι κατὰ τὸ ἔργον, ὅταν ἀλλήλοις ἐπὶ τῷ αὐτῷ σκοπῷ συλλαμβάνωνται πρὸς τὴν ἐνέργειαν· κατὰ δὲ γνώμην, ὅταν συγκατάθηταί τις τῇ διαθέσει τοῦ ποιοῦντος, καὶ συναρεσθῇ. Ἑτέρα δὲ κοινωνία τοὺς πολλοὺς λανθάνουσα ἐμφαίνεται τῇ ἀκριβολογίᾳ τῆς θεοπνεύστου Γραφῆς· ὅταν μήτε συνεργασάμενος, μήτε συγκαταθέμενος τῇ διαθέσει, γνοὺς δὲ τὴν κακίαν τῆς γνώμης ἀφ᾽ ἧς ποιεῖ, ἐφησυχάσῃ, καὶ μὴ ἐλέγξῃ, κατά τε τὰ ἀνωτέρω γεγραμμένα, καὶ κατὰ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον τοῖς Κορινθίοις, ὅτι «Οὐκ ἐπενθήσατε ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας·» οἷς ἐπήγαγεν· «Μικρὰ ζύμη ὅλον τὸ φύραμα δολοῖ.»

Φοβηθῶμεν οὖν καὶ ἀνασχώμεθα αὐτοῦ λέγοντος· «Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα.» Ὁ δὲ συνεργαζόμενος μέν τινι τὸ ἀγαθὸν ἀγαθῇ γνώμῃ, ἀγνοῶν δὲ αὐτοῦ τὴν κακίαν τῆς τε διαθέσεως καὶ τοῦ σκοποῦ, οὐκ ἐν τῷ συνεργάζεσθαι ἔγκλημα ἕξει κοινωνίας, ἀλλ᾽ ἐν τῷ κεχωρίσθαι τῆς τοῦ ἀλλοτρίου διαθέσεως, φυλάσσειν δὲ ἑαυτὸν ἐν τῷ κανόνι τῆς πρὸς τὸν Θεὸν ἀγάπης, τὸν ἴδιον μισθὸν λαμβάνει κατὰ τὸν ἴδιον κόπον, ὡς ὁ ἐπὶ τῆς κλίνης, καὶ ἡ ἐν τῷ μυλῶνι ἐφανερώθη ἡμῖν παρ᾽ αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Διαφορὰ δὲ εἰς τοὺς πιστευθέντας, καὶ τοὺς μὴ, ἐν τῷ χρέει τῆς ἐπιμελείας ἐστὶν, οὐκ ἐν τῇ κοινωνίᾳ τῶν ἁμαρτημάτων. Ἡ μὲν γὰρ ἐπιμέλεια ἐξαιρέτως μόνοις τοῖς πιστευθεῖσιν ὀφείλεται παρ᾽ ἐμοῦ· ἡ δὲ πρὸς τὸ κακὸν καὶ τὰ ἄκαρπα ἔργα κοινωνία κατὰ πάντων ὁμοῦ ἀπηγόρευται.

ΕΡΩΤΗΣΙΣ Ιʹ. Εἰ ἀεί ἐστι τὸ σκανδαλίζειν ἐπικίνδυνον. ΑΠΟΚΡΙΣΙΣ. Πρῶτον μὲν ἡγοῦμαι ἀναγκαῖον εἶναι γνῶναι, τί ἐστι σκάνδαλον· ἔπειτα δὲ καὶ τὴν διαφορὰν τῶν σκανδαλιζόντων, καὶ δι᾽ ὧν σκανδαλίζουσι· καὶ οὕτω γνωρίσαι τό τε ἀκίνδυνον καὶ τὸ ἐπικίνδυνον.

Σκάνδαλον μὲν οὖν ἐστιν, ὡς ἐγὼ λογίζομαι ἐκ τῶν γεγραμμένων ὁδηγούμενος, πᾶν τὸ ἤτοι εἰς ἀποστασίαν τινὰ τῆς κατ᾽ εὐσέβειαν ἀληθείας ἄγον, ἢ πρόσκλησιν τῆς πλάνης ἐμποιοῦν, ἢ οἰκοδομοῦν εἰς ἀσέβειαν, ἢ καθόλου, πᾶν τὸ κωλύον τῇ ἐντολῇ τοῦ Θεοῦ ὑπακούειν μέχρι καὶ αὐτοῦ τοῦ θανάτου. Ἐὰν μὲν οὖν αὐτὸ κατὰ τὸν ἴδιον λόγον ἀγαθὸν ᾖ τὸ λεγόμενον, ἢ τὸ γινόμενον, ἡ δὲ νόσος τοῦ χρωμένου τῷ ἔργῳ, ἢ τῷ λόγῳ, ἐν τῇ χρήσει ἐμποιήσῃ αὐτῷ τὴν βλάβην, καθαρός ἐστιν ἀπὸ τοῦ κρίματος τῶν σκανδαλιζομένων ὁ τὸ ἀγαθὸν εἰς οἰκοδομὴν τῆς πίστεως εἰπὼν ἢ ποιήσας, ὥσπερ ὁ Κύριος, εἰπὼν μὲν, «Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον·» πρὸς δὲ τοὺς σκανδαλισθέντας ἐπαγαγὼν, «Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται·» εἰπὼν δὲ, ὅτι «Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον·» καὶ μετ᾽ ὀλίγα· «Οὐδεὶς δύναται εἰσελθεῖν πρὸς μὲ, ἐὰν μὴ ᾖ αὐτῷ δεδομένον ἐκ τοῦ Πατρός μου·» ὁπότε τούτοις τοῖς ῥήμασιν εἰς ἀπώλειάν τινες ἐχρήσαντο, καθὼς γέγραπται· «Καὶ πολλοὶ τῶν μαθητῶν, ἀκούσαντες τὸν λόγον τοῦτον, ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ᾽ αὐτοῦ περιεπάτουν. Εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; Ἀπεκρίθη οὖν Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα;

Ῥήματα ζωῆς αἰωνίου ἔχεις, καὶ ἡμεῖς πεπιστεύκαμεν, καὶ ἐγνώκαμεν, ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Οἷς γὰρ οἱ ὑγιαίνοντες τὴν πίστιν πρὸς οἰκοδομὴν ἐχρήσαντο τῆς πίστεως, καὶ περιποίησιν τῆς αἰωνίου σωτηρίας, τούτοις οἱ ἀσθενοῦντες τὴν γνῶσιν, ἢ τὴν πίστιν, διὰ τὴν ἰδίαν κακίαν, εἰς πρόφασιν ἀπωλείας ἐχρήσαντο, κατὰ τὸ γεγραμμένον περὶ τοῦ Κυρίου ὅτι, «Οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν·» οὐ κατὰ τὴν ἑαυτοῦ πρὸς ἑαυτὸν ἐναντιότητα, ἀλλὰ κατὰ τὴν τῶν χρωμένων ἀντικειμένην γνώμην, ὥσπερ καὶ ὁ Ἀπόστολός φησιν· «Οἷς μὲν ὀσμὴ ζωῆς εἰς ζωὴν, οἷς δὲ ὀσμὴ θανάτου εἰς θάνατον.» Ἐὰν δὲ τῇ ἰδίᾳ φύσει κακὸν ᾖ τὸ γινόμενον, ἢ τὸ λεγόμενον, ὁ ποιήσας αὐτὸ, ἢ ὁ εἰπὼν, καὶ τῆς ἰδίας ἁμαρτίας, καὶ τοῦ σκανδάλου ἔχει τὸ κρῖμα, κἂν δι᾽ ὃν γίνεται τὸ σκάνδαλον μὴ σκανδαλισθῇ, ὡς ἐπὶ τοῦ Πέτρου μανθάνομεν, πρὸς ὃν λέγει ὁ Κύριος, κωλυθεὶς πληρῶσαι τὴν οἰκονομίαν τῆς μέχρι θανάτου ὑπακοῆς· «Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ.»

Καὶ ἡ ἐπενεχθεῖσα δὲ αἰτία ὀλίγη τὰ καθόλου ἰδιώματα τοῦ σκανδάλου ἐδίδαξεν· «Ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων·» ὥστε ἡμᾶς εἰδέναι, ὅτι πᾶν φρόνημα ἐναντίως ἔχον τῷ φρονήματι τοῦ Θεοῦ, τοῦτο σκάνδαλόν ἐστι, καὶ εἰς ἔργον προελθὸν φονέως ἔχει τὸ κρῖμα, κατὰ τὸ γεγραμμένον παρὰ Ὠσηὲ τῷ προφήτῃ· «Ἔκρυψαν ἱερεῖς ὁδὸν, ἐφόνευσαν Σίκιμα, ὅτι ἀνομίαν ἐποίησαν ἐν τῷ λαῷ.» Ἐὰν δὲ κατὰ μὲν τὸν ἴδιον λόγον ᾖ τι τῶν συγκεχωρημένων, λαμβάνηται δὲ ἐπὶ βλάβῃ, καὶ γένηται σκανδαλισμοῦ πρόφασις τοῖς ἀσθενοῦσι τὴν πίστιν ἢ τὴν γνῶσιν, ὁ ποιήσας οὐκ ἐκφεύγει τοῦ σκανδάλου τὸ κρῖμα· τοῦ Ἀποστόλου λέγοντος περὶ τῶν τοιούτων, καὶ μὴ φειδομένων τῶν ἀσθενούντων· «Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε.» Ὥστε, ὅταν ἢ τὸ γενόμενον τῷ ἰδίῳ λόγῳ κακὸν ὑπάρχον αἴτιον γένηται σκανδαλισμοῦ, ἤ τι τῶν συγκεχωρημένων καὶ ἐν ἐξουσίᾳ ἡμετέρᾳ κειμένων ὑπάρχον τῷ ἀσθενοῦντι τὴν πίστιν ἢ τὴν γνῶσιν γένηται σκάνδαλον, φανερὸν καὶ ἀπαραίτητον ἔχει τὸ φοβερὸν ἐκεῖνο κρῖμα τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον οὕτως· «Συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἔνα τῶν μικρῶν τούτων.»

Πλατύτερον δὲ ἐν τοῖς πρώτοις ἐρωτήμασιν ἐξεθέμεθα, ἔνθα καὶ οἱ τρόποι τῶν σκανδαλιζομένων σαφέστερον ἐξητάσθησαν. Διόπερ ὁ Ἀπόστολος ἐπὶ τῶν συγκεχωρημένων φησί· «Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει, ἢ σκανδαλίζεται, ἢ ἀσθενεῖ·» καὶ πάλιν ἀλλαχοῦ λέγων ὅτι, «Πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετ᾽ εὐχαριστίας λαμβανόμενον·» ὅμως φησὶν, «Οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.» Εἰ δὲ ἐπὶ τῶν συγκεχωρημένων τοιοῦτον τὸ κρῖμα, τί ἄν τις εἴποι περὶ τῶν κεκολυμένων; Διόπερ καθολικώτερον ἡμᾶς παιδεύει, λέγων· «Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.»

ΕΡΩΤΗΣΙΣ ΙΑʹ Εἰ χρὴ ἢ ἀκίνδυνόν ἐστι παραιτεῖσθαί τι τῶν προστεταγμένων ὑπὸ τοῦ Θεοῦ, ἢ κωλύειν τὸν ἐπιταχθέντα ποιῆσαι, ἢ κωλυόντων ἀνέχεσθαι· μάλιστα ἐὰν γνήσιος ᾖ ὁ κωλύων, ἢ λογισμὸς εὐλογοφανὴς ἀντιπίπτῃ τῷ προστάγματι. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου λέγοντος, «Μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ,» δῆλον, ὅτι καὶ πάντα ἀσφαλέστερον παιδευόμεθα μνημονεύοντες αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος, ἡνίκα Ἰωάννης ὁ Βαπτιστὴς εἶπεν αὐτῷ, «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ;» ἀποκριναμένου, ὅτι «Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην·» ἐπὶ δὲ τῶν μαθητῶν, ἡνίκα ἀπηύξατο ὁ Πέτρος τοὺς ἐν Ἱερουσαλὴμ προφητευθέντας ὑπ᾽ αὐτοῦ τοῦ Κυρίου ἐπάγεσθαι πειρασμοῦς, ἀγανακτικώτερον εἰπόντος· «Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων·» καὶ πάλιν, ἡνίκα ὁ αὐτὸς Πέτρος παρῃτήσατο τὴν ὑπηρεσίαν διαθέσει τιμῆς τῆς πρὸς τὸν Δεσπότην, πάλιν εἰπόντος τοῦ Κυρίου ὅτι, «Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ.» Εἰ δὲ δεῖ πλεῖον βοηθηθῆναι τὴν ψυχὴν ἐν τοῖς τῶν ὁμογενῶν ὑποδείγμασι, μνημονεύσωμεν τοῦ Ἀποστόλου λέγοντος· «Τί ποιεῖτε κλαίοντες, καὶ συνθρύπτοντές μου τὴν καρδίαν;

Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ.» Ποῖος δ᾽ ἂν ἢ ἐνδοξότερος Ἰωάννου, ἢ γνησιώτερος Πέτρου, ἢ λογισμοὶ τῶν ἐκείνοις ὑποπεσόντων φανεῖεν ἂν εὐλαβέστεροι; Ἐγὼ δὲ οἶδα, οὔτε Μωσῆς ὁ ἅγιος, οὔτε Ἰωνᾶς ὁ προφήτης, εἰς ἀθέτησιν ὑπακοῆς χρησάμενοι λογισμοῖς, ἀνέγκλητοι ἔμειναν παρὰ Θεῷ. Δι᾽ ὧν παιδευόμεθα μήτε ἀντιλέγειν, μήτε κωλύειν, μήτε κωλυόντων ἀνέχεσθαι. Εἰ δὲ τούτων καὶ τῶν τοιούτων καθάπαξ ἐδίδαξεν ὁ λόγος μὴ ἀνέχεσθαι, πόσῳ μᾶλλον ἐπὶ τῶν λοιπῶν μιμεῖσθαι τοὺς ἁγίους ἀναγκαῖον; ποτὲ μὲν εἰπόντας, «Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις·» ποτὲ δὲ, «Εἰ δίκαιόν ἐστιν ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε. Οὐ δυνάμεθα γὰρ ἃ εἴδομεν, καὶ ἠκούσαμεν, μὴ λαλεῖν.»

ΕΡΩΤΗΣΙΣ ΙΒʹ. Εἰ πᾶς ὀφειλέτης ἐστὶ πάντων τῆς ἐν πᾶσιν ἐπιμελείας, ἢ μόνον τῶν πεπιστευμένων· καὶ τούτων κατὰ τὸ μερισθὲν αὐτῷ ὑπὸ Θεοῦ διὰ Πνεύματος ἁγίου χάρισμα. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, δι᾽ οὗ τὰ πάντα ἐγένετο, ὁρατά τε καὶ ἀόρατα, ὁμολογοῦντος μὲν ὅτι, «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·» λέγοντος δὲ τοῖς ἑαυτοῦ μαθηταῖς, «Καθὼς ἀπέστειλέ με ὁ Πατὴρ, κἀγὼ ἀπέστειλα ὑμᾶς·» παραγγέλλοντος δὲ, «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπελθεῖν, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσελθεῖν·» μετὰ δὲ τὸ τὴν προφητείαν εἰς αὐτὸν πληρωθῆναι τοῦ Δαβὶδ εἰπόντος, ὡς ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς, «Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς·» τότε καὶ τοῖς ἑαυτοῦ μαθηταῖς παραγγείλαντος, «Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη·» πῶς οὐ πολλῷ μᾶλλον ἕκαστος ἡμῶν ἀκριβέστερον φυλάσσειν ὀφείλει τὸ τοῦ Ἀποστόλου παράγγελμα γράψαντος, «Μὴ ὑπερφρονεῖν παρ᾽ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρωνεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως,» ἀναμένειν δὲ, πότε, καὶ τί ἐπιταχθῇ, καθώς φησι καὶ πάλιν· «Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοὶ, ἐν τούτῳ μενέτω.»

Ἀλλὰ καὶ ὁ αὐτὸς δὲ Ἀπόστολος, ὃ ἑτέροις παραγγέλλει, ἀκριβέστερον φυλάσσων, λέγει· «Δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵν᾽ ἡμᾶς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν.» Ἐὰν δέ ποτε ἀνάγκη γένηται τῆς ἀγαπῆς τῆς πρὸς τὸν Θεὸν ἢ τῆς πρὸς τὸν πλησίον καλούσης εἰς ἀναπλήρωσιν τοῦ ἐλλείποντος, ὁ ὑπακούσας ἔχει τὸν μισθὸν τῆς ἑκουσίου ὑπακοῆς. Καλεῖ δὲ, ὅτε ἐστὶ πρὸς τὸν Θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ ἀγάπη πληρῶσαι τὴν ἐντολὴν τοῦ Κυρίου, εἰπόντος· «Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὑτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.» Ἡ δὲ πρὸς τὸν πλησίον, ἡνίκα ἂν ὁ ἐγκεχειρισμένος τὴν προστασίαν βοηθείας χρείαν σχῇ, ἢ τὸ τάγμα τῶν φροντιζομένων χρείαν ἔχῃ τοῦ ἀναπληροῦντος τὸ προσλεῖπον, τοῦ Ἀποστόλου εἰπόντος, «Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος·» ἡ γὰρ κατὰ Χριστὸν ἀγάπη οὐ ζητεῖ τὰ ἑαυτῆς· καὶ ἀλλαχοῦ, «Οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.» Ὥστε εἰς ὅ τι μὲν ἀπεστάλη τις, μὴ πληρώσας τὸ κήρυγμα ἔργῳ καὶ λόγῳ, ἔνοχός ἐστι τοῦ αἵματος τῶν μὴ ἀκουσάντων· καὶ οὐκ ἔχει ἐξουσίαν εἰπεῖν τὰ αὐτὰ τῷ Ἀποστόλῳ διαμαρτυρομένῳ τοῖς πρεσβυτέροις Ἐφεσίων, ὅτι «Καθαρός εἰμι ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ αἵματος πάντων ὑμῶν. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ.»

Ἐὰν δὲ πλέον τι τοῦ ἐπιτεταγμένου ποιῆσαι δυνηθῇ εἰς οἰκοδομὴν τῆς πίστεως ἐν ἀγάπῃ Χριστοῦ, μισθὸν ἔχει, ὃν ὑπέδειξεν ἡμῖν ὁ Ἀπόστολος, εἰπών· «Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι.»

ΕΡΩΤΗΣΙΣ ΙΓʹ. Εἰ χρὴ πάντα πειρασμὸν ὑπομένειν, κἂν θανάτου ἔχῃ ἀπειλὴν, ὑπὲρ τοῦ φυλαχθῆναι τὴν πρὸς Θεὸν ὑπακοὴν, καὶ μάλιστα ἐν τῇ ἐπιμελείᾳ τῶν πεπιστευμένων. ΑΠΟΚΡΙΣΙΣ. Εἰ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, δι᾽ οὗ τὰ πάντα ἐγένετο, ὁρατά τε καὶ ἀόρατα, ὁ ζωὴν ἔχων, ὥσπερ ἔχει ὁ δεδωκὼς αὐτῷ Πατὴρ, ὁ τὴν ἐξουσίαν πᾶσαν λαβὼν παρὰ τοῦ Πατρὸς, ἐπερχομένων τῶν συλλαμβανόντων αὐτὸν εἰς τὸν ὑπὲρ τῆς ἡμετέρας δικαιοσύνης καὶ αἰωνίου ζωῆς θάνατον, μετὰ τοσαύτης ἀπήντησε προθυμίας, λέγων· «Ἰδοὺ παραδίδοται ὁ Υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν· ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικε·» καὶ ὡς ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ γέγραπται· «Ἰησοῦς οὖν, εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ᾽ αὐτὸν, ἐξελθὼν εἶπεν αὐτοῖς· Τίνα ζητεῖτε;» Ἀπεκρίθησαν αὐτῷ· «Ἰησοῦν τὸν Ναζωραῖον·» Λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Ἐγώ εἰμι·» καὶ μετ᾽ ὀλίγα· «Εἶπον ὑμῖν, ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν·» πόσῳ μᾶλλον ἡμεῖς τὰ κατὰ φύσιν ἑκόντες ὑπομένειν ὀφείλομεν;

ἵνα, διὰ τὴν πρὸς τὸν Θεὸν ὑπακοὴν νικῶντες τοὺς ἐπαγομένους ὑπὸ τῶν ἐχθρῶν πειρασμοὺς, δοξάσωμεν τὸν Θεὸν, ὅτι τὰ δοκοῦντα παρὰ τῶν ἐχθρῶν ἐπάγεσθαι λυπηρὰ μέχρι θανάτου χαίροντες δεχόμεθα, τὸ φρόνημα κατορθώσαντες τοῦ λέγοντος ὅτι, «Ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν.» Κηρύσσουσι δὲ τοὺς τῶν ἀποστόλων ἀγῶνας αἱ Πράξεις ἱστοροῦσαι, ὅτι τὰς ὕβρεις καὶ τοὺς θανάτους μετὰ χαρᾶς ἐδέξαντο, ὑπὲρ τοῦ πληρῶσαι τὸ κήρυγμα κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου Παιδεύει δὲ ἡμᾶς καὶ ὁ Ἀπόστολος λέγων· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Καθὼς γέγραπται ὅτι, Ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ἀλλ᾽ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.

Πέπεισμαι γὰρ, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε ἐξουσίαι, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ·» τῆς ἀγάπης τῆς ἐν Χριστῷ κατηναγκασμένως καὶ ἀπαραλείπτως ἐχούσης τὴν τήρησιν τῶν ἐντολῶν, καθὼς αὐτὸς ὁ Κύριος εἶπεν· «Ὁ ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει· ὁ δὲ μὴ τηρῶν μου τοὺς λόγους, οὗτος οὐκ ἀγαπᾷ με·» καὶ, «Ὑμεῖς φίλοι μού ἐστε, ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν.» Καινὴ δὲ καὶ ἰδία αὐτοῦ ἐντολὴ τὸ ἀγαπᾷν ἀλλήλους, ἥντινα πληρῶν ὁ Ἀπόστολός φησιν· «Οὕτως ἱμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς, ὅτι ἀγαπητοὶ ἡμῖν γεγένησθε.» Ἀφορῶντες οὖν εἰς τὸν Χριστὸν, τῇ ἐνδόξῳ μιμήσει τὴν προθυμίαν ἐπιτείνωμεν· κατανοοῦντες δὲ τοὺς ἁγίους, τὸ δυνατὸν παιδευώμεθα, ἵνα, διὰ τούτων προθυμότεροι γενόμενοι, ἄσπιλον καὶ ἄμωμον μέχρι θανάτου πᾶσαν τὴν ἐντολὴν τοῦ Κυρίου φυλάξαντες, εἰς τὴν ζωὴν τὴν αἰώνιον εἰσέλθωμεν, καὶ βασιλείαν οὐρανῶν κληρονομήσωμεν, καθὼς ἐπηγγείλατο ὁ ἀψευδὴς Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μονογενὴς τοῦ Θεοῦ τοῦ ζῶντος Υἱός.