Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ βαπτίσματος

Μέγας Βασίλειος

Λόγος Β΄ (Μέρος Α΄): Η υπεροχή του κυριακού βαπτίσματος και η άνωθεν γέννηση

Εισαγωγή στον δεύτερο λόγο με έμφαση στις προϋποθέσεις εισόδου στη βασιλεία των ουρανών, τη σύγκριση με το μωσαϊκό και το ιωάννειο βάπτισμα και την ερμηνεία της γέννησης εξ ύδατος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 8

ΛΟΓΟΣ Βʹ. Πῶς βαπτίζεταί τις τὸ ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βάπτισμα. Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐντολὴν δεδωκότος ἡμῖν ἀγαπᾷν ἀλλήλους, καθὼς αὐτὸς ἠγάπησεν ἡμᾶς· καὶ διὰ Παύλου τοῦ Ἀποστόλου διδάσκοντος ἡμᾶς ἀνέχεσθαι ἀλλήλων ἐν ἀγάπῃ, τὸ ἐπίταγμα τῆς ὑμετέρας ἐν Χριστῷ εὐλαβείας, τὸ περὶ τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐνδοξοτάτου βαπτίσματος, προθύμως ἐδεξάμην, οὐχ ὡς πρὸς ἀξίαν εἰπεῖν τι δυνάμενος, ἀλλ᾽, ὡς ἡ τὰ δύο λεπτὰ βαλοῦσα χήρα, συνεισφερόμενος.

Καὶ ἐν τούτῳ δὲ τῆς παρὰ τῶν ἀγαπώντων τὸν Κύριον εὐχῆς μοι χρεία, ἵνα Θεοῦ τοῦ ἀγαθοῦ χάριτι καὶ τοῦ Χριστοῦ αὐτοῦ, τὸ ἅγιον καὶ ἀγαθὸν Πνεῦμα, ὑπομιμνῆσκον καὶ διδάσκον ἡμᾶς ἃ ἂν παρὰ τοῦ Κυρίου ἀκούσῃ, κατευθύνῃ τόν τε νοῦν ἡμῶν εἰς ὁδὸν εἰρήνης, καὶ τὸν ὑγιῆ λόγον εἰς τὴν τῆς πίστεως οἰκοδομὴν, ὥστε πληρωθῆναι ἡμῖν τε καὶ ὑμῖν τό· «Δίδου σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται.» Πλὴν εἰδέναι χρὴ, ὅτι πρῶτον μαθητευθῆναι δεῖ, καὶ οὕτως τοῦ θαυμασιωτάτου βαπτίσματος καταξιωθῆναι.

Οὕτως γὰρ αὐτὸς ὁ Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ἐνετείλατο τοῖς ἑαυτοῦ μαθηταῖς. Παραδεδώκαμεν οὖν ὑμῖν ἀναγκαίως κατ᾽ ἰδίαν καὶ τὰ περὶ τῶν θελόντων γενέσθαι Χριστοῦ μαθητῶν παρ᾽ αὐτοῦ τοῦ Κυρίου εἰρημένα, ὀλίγων γοῦν ἐκ πολλῶν μνημονεύσαντες.

Ἐπειδὴ δὲ τὸ μὲν ἄνωθεν γεννηθῆναι ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ ἐπαγγέλλεται, τὸ δὲ ἐξ ὕδατος καὶ πνεύματος γεννηθῆναι εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, λογίζομαι ἀναγκαῖον εἶναι ὀλίγα ἐκ πολλῶν τῶν περὶ τῆς βασιλείας τῶν οὐρανῶν εἰρημένων παραθέσθαι, ἵνα κατὰ μηδένα τρόπον ἀπολειφθῶμεν ταύτης. Οὐ γὰρ μικρὸν ἐν βίῳ, τὸ παρὰ μικρὸν, εἶπέ τις τῶν παρ᾽ ἡμῖν σοφῶν, καὶ τοῖς πλείστοις δῆλον ἐξ αὐτῶν τῶν πραγμάτων· πλὴν δὲ καὶ βεβαιότερον ἐκ τῆς περὶ τῶν ἱερέων, καὶ τῶν προσφερομένων ζώων εἰς θυσίαν, ἀκριβολογίας ἐστὶ πληροφορηθῆναι· ἐν οἷς εἰ μικρός τις μῶμος ἐφευρέθη, ἢ λώβησις οὐχὶ παντὸς μέλους, ἀλλὰ τούτου τοῦ μέρους, ὥσπερ γέγραπται, λοβοῦ ὠτίου, οὔτε ὁ ἄνθρωπος ἐνεκρίνετο εἰς ἱερωσύνην, οὔτε τὸ ζῶον εὐπρόσδεκτον ἦν εἰς θυσίαν· τοῦ μὲν Ἀποστόλου εἰπόντος· «Ταῦτα μὲν τυπικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκε·» τοῦ δὲ Κυρίου φανερῶς τὴν ὑπεροχὴν δείξαντος ἐν τῷ εἰπεῖν· «Τοῦ ἱεροῦ μεῖζον ὧδε·» καὶ περισσοτέρως δείξαντος τὴν ἐπιμέλειαν τῆς ψυχῆς ἀκριβεστέραν ποιεῖσθαι ἡμᾶς, ἐν τῷ εἰπεῖν· «ᾯ παρέθεντο πολὺ, περισσότερον ἀπαιτήσουσιν αὐτόν.» Μνημονεύσωμεν οὖν περὶ τῆς βασιλείας τῶν οὐρανῶν.

Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὅτε ἀνέβη εἰς τὸ ὄρος, καὶ τὴν ἀρχὴν τῆς διδασκαλίας διὰ τῶν μακαρισμῶν ἐποιεῖτο, πρῶτον μακαρισμὸν ἐκήρυξε τὴν ἐπαγγελίαν ἔχοντα βασιλείας οὐρανῶν.

Εἶπε γάρ· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Ἐν δὲ τῷ ὀγδόῳ μακαρισμῷ φησι· «Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Καὶ πάλιν τὴν ἐν τῷ καιρῷ τῆς ἀνταποδόσεως εὐλογίαν διὰ τῆς παραβολῆς τοῦ ποιμένος προφητεύων, λέγει· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν,» καὶ τὰ ἑξῆς. Ἐν δὲ τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ, ἐν ἑτέρῳ καιρῷ καὶ τόπῳ, καθὼς τὰ γεγραμμένα δηλοῖ, πάλιν μακαρισμοὺς ἐκτιθέμενος, φησί· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν·» καὶ πάλιν· «Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι ηὐδόκησεν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δοῦναι ὑμῖν τὴν βασιλείαν. Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς.» Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα, δι᾽ ὧν βασιλείας οὐρανῶν καταξιοῦταί τις.

Ὧν δὲ ἄνευ ἀδύνατόν ἐστιν εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐν μὲν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ ἀποφαίνεται ὁ Κύριος, καί φησιν· «Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·» καὶ πάλιν· «Ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·» καὶ πάλιν· «Ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.» Ἐν δὲ τῷ κατὰ Ἰωάννην πρὸς Νικόδημον λέγει· «Ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ·» καὶ πάλιν· «Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» Καθ᾽ ὧν δὴ ἡ ἀπόφασις μία, δηλονότι ἴσος καὶ ὁ κίνδυνος τοῖς πᾶσιν, ἑνὸς ἐλλειφθέντος. Εἰ γὰρ λέγει ὁ Κύριος, «Ἰῶτα ἓν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται·» πόσῳ μᾶλλον ἀπὸ τοῦ Εὐαγγελίου, αὐτοῦ τοῦ Κυρίου λέγοντος· «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν;» Ὅθεν τεθαρσηκὼς Ἰάκωβος ὁ ἀπόστολος ἀπεφήνατο εἰπών· «Ὃς ἂν ποιήσῃ ὅλον τὸν νόμον, πταίσῃ δὲ ἐν ἑνὶ, ἔσται πάντων ἔνοχος.»

Ἔμαθε δὲ εἰπεῖν τοῦτο, ἐξ ὧν ὁ Κύριος μετὰ τοὺς μακαρισμοὺς καὶ τὰς ὑπὲρ ἄνθρωπον μαρτυρίας καὶ ἐπαγγελίας τῷ Πέτρῳ δοὺς ἠπείλησεν, ὅτι «Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ·» Παῦλος δὲ ὁ ἀπόστολος, ἀνταναπληρῶν τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ Ἐκκλησία, ἐν Χριστῷ λαλῶν διαμαρτύρεται, δι᾽ ἃ μάλιστα βασιλείας οὐρανῶν οὐ καταξιοῦταί τις, καὶ θανάτου κρίματι ὑποπίπτει· ποτὲ μὲν εἰπὼν ὁριστικῶς, ὅτι «Οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν.» Διὰ τί δὲ οὐκ εἶπεν, ὅτι Οἱ ταῦτα, ἀλλ᾽, «Οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν οὐρανῶν οὐ κληρονομήσουσιν;» καὶ πάλιν καθολικώτερον, ὅτι «Ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι·» καὶ ἀλλαχοῦ ὁμοίως. Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ ἀπεφήνατο εἰπών· «Οὐδεὶς τὴν χεῖρα θεὶς ἐπ᾽ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» Ἐπιτηρητέον δὲ ἐνταῦθα ἀναγκαίως, ὅτι οὐ κατὰ ἁμαρτημάτων πολλῶν, ἀλλὰ καθ᾽ ἑνός ἐστι τὸ οὕτω φοβερὸν καὶ ἀπαράβατον κρῖμα, καὶ ταῦτα ἐκ τῶν συγκεχωρημένων, κἂν μόνην καὶ πρὸς ὀλίγον γοῦν ἀναβολὴν ἐμποιῇ τῇ κατὰ πολλοὺς λόγους ἀναγκαίως ὀφειλομένῃ ἀπροφασίστῳ ταχυτάτῃ τε καὶ ἀμετεωρίστῳ ὑπακοῇ τῷ Δεσπότῃ.

Ἐκ τούτων οὖν πάντων καὶ τῶν τοιούτων παιδευόμεθα, ὅτι χρὴ, πάντα ὁλοκλήρως καὶ νομίμως πληρώσαντα, οἷς ἡ ἐπαγγελία τῆς βασιλείας τῶν οὐρανῶν ἐπαγγέλλεται, καὶ ὧν ἄνευ ἡ τῆς βασιλείας ἀπαγορεύεται χάρις, καὶ φυλαξάμενον ἀπὸ πάντων, δι᾽ ἃ οὐδεὶς βασιλείαν οὐρανῶν κληρονομεῖ, οὕτω προσδοκᾷν καταξιοῦσθαι τῆς ἐπαγγελίας. Δεῖ γὰρ τὸν ἀγῶνα τῆς πρὸς Θεὸν εὐαρεστήσεως οὐ μόνον κακίας πάσης ἀπηλλάχθαι, ἀλλὰ καὶ ἀλώβητον εἶναι καὶ ἄμωμον ἐν παντὶ ῥήματι Θεοῦ, Παύλου τοῦ ἀποστόλου μετὰ τὴν θεωρίαν τῆς μεγάλης καὶ ἀνεκδιηγήτου εἰς ἡμᾶς ἀγάπης τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ ὑπὲρ τῆς ἡμετέρας δικαιοσύνης τε καὶ σωτηρίας ἐπαγαγόντος· «Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν, ἀλλ᾽ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι.» Ὥσπερ γὰρ ὁ πτωχὸς τῷ πνεύματι, ἐὰν μὴ γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν διὰ τὴν ἀπόφασιν· οὕτω πάλιν, «Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη πλέον τῶν γραμματέων καὶ Φαρισαίων,» ἢ ἄλλο τι τῶν τοιούτων ἐλλειφθῇ, διὰ τὴν ὁμοίαν ἀπόφασιν οὐ καταξιοῦται τῆς βασιλείας. Γέγραπται γάρ· «Ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλ᾽ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.»

Καὶ πολλὰ τοιαῦτα, ἅπερ σπουδαιότερόν τις ἀναγνοὺς, σφοδρότερον βεβαιοῦται, ὅτι χρὴ πάντα πληρῶσαι, ἵνα βασιλείας οὐρανῶν καταξιωθῇ. Ὅτι δὲ ὁ τῇ δικαιοσύνῃ περισσεύων, ἢ γεννηθεὶς ἄνωθεν, πάντων ὁμοῦ τῶν κατορθωμάτων ἐφ᾽ ὧν τε οἱ μακαρισμοὶ κεῖνται, καὶ τῶν λοιπῶν τὴν τελείωσιν ἐπλήρωσε, καὶ ἐργάτης εἶναι τούτων καὶ τῶν τοιούτων ὡμολόγηται, ὁ λόγος ὁ περὶ τοῦ ἄνωθεν γεννηθῆναι μικρὸν ὕστερον ἀποδείξει Θεοῦ χάριτι. Ἐπειδὴ δὲ, ὡς προείρηται, τὸ ἐπίταγμα τῆς ὑμετέρας εὐλαβείας τὸν λόγον τοῦ κατὰ τὸ Εὐαγγέλιον θαυμασιωτάτου βαπτίσματος ἐπεζήτησε παρ᾽ ἡμῶν, πρὸς τοῖς εἰρημένοις περὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀκόλουθον εἶναι λογίζομαι καταμαθεῖν ἡμᾶς ἐν βραχεῖ καὶ τὴν διαφορὰν τοῦ κατὰ Μωϋσέα βαπτίσματος πρὸς τὸ τοῦ Ἰωάννου, καὶ τότε χάριτι Θεοῦ ἀξίους γενέσθαι κατανοῆσαι τὸ ἐν τῷ βαπτίσματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὑπερέχον θαῦμα ἐν ἀσυγκρίτῳ ὑπερβολῇ τῆς δόξης. Μεῖζον γὰρ τοῦ ἱεροῦ ὧδε ἀπεφήνατο εἶναι ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ μεῖζον τοῦ Σολομῶντος ὧδε, καὶ μεῖζον τοῦ Ἰωνᾶ ὧδε. Καὶ ὁ Ἀπόστολος, προδιηγησάμενος τὴν τοῦ Μωϋσέως ἐν τῇ διακονίᾳ τοῦ νόμου τοῖς Ἰουδαίοις ἀπρόσιτον δόξαν, διαμαρτύρεται, ἐπαγαγών· «Καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης.»

Καὶ Ἰωάννης ὁ Βαπτιστὴς, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐδεὶς, μαρτυρεῖ, λέγων ποτὲ μὲν, «Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι·» ποτὲ δὲ, «Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν, ἐκεῖνος δὲ ὑμᾶς βαπτίζει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί·» καὶ πολλὰ τοιαῦτα. Ὅσον δὲ διαφέρει τὸ Πνεῦμα τὸ ἅγιον τοῦ ὕδατος, τοσοῦτον ὑπερέχει δηλονότι καὶ ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ τοῦ βαπτίζοντος ἐν ὕδατι, καὶ αὐτὸ τὸ βάπτισμα· ὥστε αὐτὸν τὸν Ἰωάννην, τὸν τοσοῦτον καὶ τοιοῦτον καὶ οὕτως μαρτυρηθέντα ὑπὸ τοῦ Κυρίου, ἀνεπαισχύντως προειπεῖν, ὅτι «Οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος.» Ὡς ἐκ πάντων φανερὸν εἶναι τὴν ὑπερβολὴν τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ βαπτίσματος· ἣν εἰ καὶ πρὸς ἀξίαν κατανοῆσαι ἀδύνατον, κατὰ δύναμιν γοῦν, καὶ ταύτην, ὡς ἂν ὁ Θεὸς ἱκανώσῃ, ἐξ αὐτῶν τῶν γεγραμμένων εἰπεῖν εὐσεβὲς καὶ ὠφέλιμον.

Τὸ μὲν οὖν διὰ Μωϋσέως παραδοθὲν βάπτισμα πρῶτον μὲν ἐπεγίνωσκε διαφορὰν ἁμαρτημάτων· οὐ γὰρ πάντα τὰ ἁμαρτήματα εἶχε τὴν χάριν τῆς ἀφέσεως· ἔπειτα δὲ θυσίας ἐπεζήτει διαφόρους, ἠκριβολογεῖτο περὶ ἁγνισμοῦ, ἀφώριζεν ἕως καιροῦ τὸν ἐν ἀκαθαρσίᾳ καὶ μολυσμῷ, παρατήρησιν ἐποιεῖτο ἡμερῶν καὶ ὡρῶν· καὶ τότε τὸ βάπτισμα παρελαμβάνετο, ὥσπερ ἐπισφράγισμα τοῦ καθαρισμοῦ.

Τὸ δὲ Ἰωάννου βάπτισμα πολυπλάσιον εἶχε τὸ πλέον. Οὐδεμίαν γὰρ ἐποιεῖτο διάκρισιν ἁμαρτημάτων, οὐ διαφορὰν ἐπεζήτει θυσιῶν, οὐκ ἀκρίβειαν ἐποιεῖτο ἁγνισμοῦ, οὐ παρατήρησιν εἶχεν ἡμερῶν ἢ ὡρῶν. Καὶ κατ᾽ οὐδὲν εἰς μηδὲν ἀναβολῆς γινομένης ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ ἅμα τε προσῆλθέ τις ἐξομολογούμενος τὰς ἁμαρτίας, ὅσας δήποτ᾽ οὖν καὶ οἵας δήποτ᾽ οὖν· καὶ ἐβαπτίζετο ἐν τῷ Ἰορδάνῃ ποταμῷ, καὶ εὐθὺς ἐλάμβανε τὴν ἄφεσιν τῶν ἁμαρτημάτων.

Τὸ δὲ τοῦ Κυρίου βάπτισμα λόγον μὲν ἔχει κρείττονα παντὸς ἀνθρωπίνου, δόξαν δὲ ἀνωτέραν πάσης ἐπιθυμίας καὶ εὐχῆς ἀνθρωπίνης, ὑπερβολὴν δὲ χάριτος καὶ δυνάμεως πλείονα ἢ ὅσον ἥλιος ἀστέρων ὑπερέχει. Μᾶλλον δὲ τὰ μνημονευθέντα τῶν ἁγίων ῥητὰ σφοδρότερον παρίστησι τὴν ἀσύγκριτον ὑπεροχήν.

Ἀλλ᾽ οὐ διὰ τοῦτο σιωπῆσαι χρὴ, αὐτοῖς δὲ τοῖς ῥητοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁδηγοῖς χρώμενοι, καὶ ὥσπερ δι᾽ ἐσόπτρου καὶ ἐν αἰνίγματι ὁδηγούμενοι εἰπεῖν ἀναγκαῖον, οὐχ ἵνα τῇ ἡμετέρᾳ ἑρμηνείᾳ ἐν ἀσθενείᾳ σώματος καὶ λόγῳ ἐξουθενημένῳ σμικρυνθῇ ἡ δόξα, ἀλλ᾽ ἵνα καὶ ἐν τούτῳ θαυμαστωθῇ τὸ μέγεθος τῆς μακροθυμίας καὶ φιλανθρωπίας τοῦ ἀγαθοῦ Θεοῦ, ὅτι ἀνέχεται ψελλιζόντων τὰ μεγαλεῖα τῆς ἐν Χριστῷ Ἰησοῦ ἀγάπης καὶ χάριτος αὐτοῦ Εἰπὼν τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· «Ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ·» καὶ πάλιν· «Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ·» μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν (πληρουμένης εἰς αὐτὸν τῆς διὰ τοῦ Δαβὶδ ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς προφητείας, εἰπόντος· «Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς,» ὅπερ καὶ γέγονε, καὶ ἔστιν ἐν ὀφθαλμοῖς πάντων,) λοιπὸν τοῖς ἑαυτοῦ μαθηταῖς, ὥσπερ ἀντιδιαστελλόμενος τῇ πρώτῃ ἐντολῇ κωλυούσῃ εἰς ὁδὸν ἐθνῶν ἀπελθεῖν, ἐντέλλεται, εἰπών· «Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.»

Ἀναγκαῖον δὲ εἶναι λογίζομαι ἑκάστου ῥητοῦ τὴν δύναμιν διὰ τῆς πίστεως συνιέναι τε καὶ κατανοῆσαι, καὶ εἰπεῖν καθόσον ἂν κατ᾽ εὐχὰς κοινὰς δοθῆναι ἡμῖν λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν. Γέγραπται γὰρ, ὅτι «Ἐὰν μὴ πιστεύσητε, οὐδ᾽ οὐ μὴ συνῆτε·» καὶ πάλιν· «Ἐπίστευσα, δι᾽ ὃ ἐλάλησα.» Ἐπειδὴ δὲ τῶν τε ὀνομάτων καὶ τῶν ῥημάτων, καὶ τῶν πραγμάτων ἐν τῇ συνηθείᾳ οὐχ ἁπλῶς, καὶ ὡς ἔτυχε, κατὰ τὸ συμβὰν τὴν χρῆσιν παραλαμβάνεσθαι δοκῶ ἐν τῇ θεοπνεύστῳ Γραφῇ παρά τε Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ τῶν ἁγίων προφητῶν τε καὶ εὐαγγελιστῶν, καὶ ἀποστόλων, ἀλλὰ δεδοκιμασμένως ἐν ἁγίῳ Πνεύματι, πρὸς τὸν σκοπὸν τῆς εὐσεβοῦς φρονήσεως, καὶ τοῦτο οὐκ ἐξ ὁλοκλήρου, ἐν μέρει δὲ καὶ καθόσον ἂν ἕκαστον συμβάλληται τῷ προκειμένῳ ὑγιεῖ λόγῳ, φρονεῖν τε εὐσεβῶς καὶ ὁδηγεῖν τὸν νοῦν εἰς κατανόησιν τῶν τε κριμάτων καὶ δογμάτων τῆς εὐσεβείας· ἀναγκαῖον καὶ ἡμᾶς ἐξητασμένως καὶ ἐπιτετηρημένως προσέχειν ἑκάστῳ ῥητῷ, καὶ κατὰ σκοπὸν τῆς ἄνω κλήσεως ἐκλέγεσθαι τὴν διάνοιαν. Καὶ τοῦτο ποιοῦμεν, ἐὰν κατ᾽ εὐχὰς κοινὰς ἐνδυναμώσῃ ἡμᾶς Ἰησοῦς Χριστὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα γένηται καὶ ἐν ἡμῖν, καθὼς εἶπεν ὁ Ἀπόστολος· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.»

Τὸ μὲν οὖν «ἄνωθεν» εἰπεῖν δηλοῦν δοκῶ τὴν ἐπανόρθωσιν τῆς προλαβούσης ἐν ῥυπαρίᾳ τῶν ἁμαρτημάτων γενέσεως· τοῦ μὲν Ἰὼβ εἰπόντος, ὅτι «Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ᾽ ἂν μία ἡμέρα ὁ βίος αὐτοῦ·» καὶ τοῦ Δαβὶδ ὀδυρομένου, καὶ λέγοντος, ὅτι «Ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου·» τοῦ δὲ Ἀποστόλου διαμαρτυρομένου, ὅτι «Πάντες γὰρ ἥμαρτον. καὶ ὑστεροῦνται τῆς δόξης Θεοῦ· δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ, ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αἵματι αὐτοῦ.»

Διὸ καὶ ἡ ἄφεσις τῶν ἁμαρτημάτων δίδοται τοῖς πιστεύουσιν, αὐτοῦ τοῦ Κυρίου εἰπόντος· «Τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς Καινῆς Διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν·» καθὼς μαρτυρεῖ πάλιν ὁ Ἀπόστολος, λέγων· «Κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὑτοῦ, εἰς ἔπαινον δόξης τῆς χάριτος αὑτοῦ, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς·» ἵνα, ὥσπερ ἀνδριὰς συντριβεὶς συνθλασθείς τε, καὶ ἀφανίσας τὴν ἔνδοξον μορφὴν τοῦ βασιλέως, ἄνωθεν μορφοῦται ὑπὸ τοῦ σοφοῦ τεχνίτου καὶ ἀγαθοῦ δημιουργοῦ ἀντιποιουμένου τῆς δόξης τοῦ ἰδίου πλάσματος, καὶ εἰς τὴν ἀρχαίαν δόξαν ἀποκαθίσταται· οὕτω καὶ ἡμεῖς παθόντες διὰ τὴν παρακοὴν τῆς ἐντολῆς, κατὰ τὸ γεγραμμένον, «Ἄνθρωπος, ἐν τιμῇ ὢν, οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς,» ἀνακληθῶμεν εἰς τὴν πρώτην δόξαν τῆς εἰκόνος τοῦ Θεοῦ. Κατ᾽ εἰκόνα γὰρ, φησὶ, καὶ ὁμοίωσιν τοῦ Θεοῦ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον.

Πῶς δὲ τοῦτο γεγένηται, Παῦλος ὁ ἀπόστολος ἐδίδαξεν, εἰπών· «Χάρις τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διαδοχῆς·» ἵνα, ὥσπερ ὁ κηρὸς, παραδιδόμενος τῷ τύπῳ τῆς γλυφῆς, μορφοῦται πρὸς ἀκρίβειαν τὴν ἐγκειμένην τῇ γλυφῇ μορφὴν, οὕτω καὶ ἡμεῖς, παραδόντες ἑαυτοὺς τῷ τύπῳ τῆς κατὰ τὸ Εὐαγγέλιον διδασκαλίας, μορφωθῶμεν τὸν ἔσω ἄνθρωπον, πληροῦντες τὸ ὑπὸ τοῦ αὐτοῦ εἰρημένον προστακτικῶς. Φησὶ γάρ· «Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν·» καὶ πολλὰ τοιαῦτα.

Τοῦ μὲν οὖν ἐξ ὕδατος γεννηθῆναι τὸν λόγον Παῦλος, ὁ ἐν Χριστῷ λαλῶν, δογματικῶς παραδίδωσι λέγων· «Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.

Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα· τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν, ὅτι καὶ συζήσομεν αὐτῷ· εἰδότες, ὅτι Χριστὸς, ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτω καὶ ὑμεῖς λογίζεσθε, ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ.» Ἐξ ὧν ἁπάντων καὶ ὁ λόγος τῆς ἄνωθεν γεννήσεως καθ᾽ ὁμοιότητα θεωρεῖται. Ἀδύνατον δὲ ἦν ἄνωθεν γεννηθῆναι, μὴ προλαβούσης χάριτος τοῦ Θεοῦ· ὡς ἔκ τε τῶν προτεταγμένων καὶ τῶν ἐπιφερομένων περὶ τοῦ βαπτίσματος κεφαλαίων ὁ αὐτὸς Ἀπόστολος δηλοῖ.

Ἀρξάμενος γὰρ ἀπὸ τοῦ, «Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς, ὅτι, ἔτι ἁμαρτωλῶν ἡμῶν ὄντων, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε· πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ, σωθησόμεθα δι᾽ αὐτοῦ ἀπὸ τῆς ὀργῆς. Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ· πολλῷ οὖν μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.» Καὶ πολλὰ τοιαῦτα, σαφῶς καὶ μεγαλοπρεπῶς παριστῶντα τὴν μεγάλην καὶ ἀνεκδιήγητον φιλανθρωπίαν τοῦ Θεοῦ, ἐν τῇ δωρεᾷ τῆς ἀφέσεως τῶν ἁμαρτημάτων, καὶ τῆς ἐξουσίας καὶ δυνάμεως τῶν εἰς δόξαν τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ κατορθουμένων ἐπ᾽ ἐλπίδι ζωῆς αἰωνίου διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Δι᾽ οὗ, «Ὥσπερ δι᾽ ἑνὸς, φησὶ, παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτω καὶ δι᾽ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς.» Καὶ τὰ ἐφεξῆς δογματικῶς ἐκθέμενος, τότε λέγει· «Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν;» Διὰ τί; Ἵνα, τῆς χάριτος προλαβούσης, τὰ παρ᾽ ἡμῶν ὀφειλόμενα κατὰ πίστιν δι᾽ ἀγάπης ἐνεργούμενα συνεισενεγκώμεθα, καὶ οὕτω τελειωθῇ εἰς ἡμᾶς ἡ εὐδοκία τοῦ Θεοῦ τῆς ἐν Χριστῷ ἀγάπης.