Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ βαπτίσματος

Μέγας Βασίλειος

Λόγος Α΄: Η μαθητεία ως προϋπόθεση του βαπτίσματος

Εισαγωγή στη σειρά της κυριακής εντολής, η αναγκαιότητα της μαθητείας, η αποταγή των βιωτικών δεσμών και ο υπολογισμός του κόστους της πνευματικής ζωής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 8

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ, ΠΕΡΙ ΒΑΠΤΙΣΜΑΤΟΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ. ΛΟΓΟΣ Αʹ. Ὅτι δεῖ πρῶτον μαθητευθῆναι τῷ Κυρίῳ, καὶ τότε καταξιωθῆναι τοῦ ἁγίου βαπτίσματος. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀπολαβὼν τὴν ἐπαγγελίαν τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ, εἰπόντος διὰ Δαβὶδ τοῦ προφήτου· «Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς,» προσλαβόμενος τοὺς ἑαυτοῦ μαθητὰς, φανεροῖ αὐτοῖς πρῶτον τὴν δοθεῖσαν αὐτῷ ἐξουσίαν παρὰ τοῦ Πατρὸς, εἰπών· «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς·» καὶ τότε ἀποστέλλει αὐτοὺς, λέγων· «Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάμην ὑμῖν.»

Ἐπεὶ οὖν, προστάξαντος τοῦ Κυρίου πρῶτον, «Μαθητεύσατε πάντα τὰ ἔθνη,» καὶ τότε ἐπαγαγόντος, «Βαπτίζοντες αὐτοὺς,» καὶ τὰ ἑξῆς, ὑμεῖς μὲν, τὸ πρῶτον σιωπήσαντες, τοῦ δευτέρου τὸν λόγον ἡμᾶς ἀπῃτήσατε· ἡμεῖς δὲ λογισάμενοι παρ᾽ ἐντολὴν τοῦ Ἀποστόλου ποιεῖν, ἐὰν μὴ εὐθὺς ἀποκρινώμεθα, εἰπόντος· «Ἕτοιμοι ἔσεσθε πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντι ὑμᾶς λόγον·» παρεδώκαμεν τὸν λόγον τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου βαπτίσματος, ἔχοντος δόξαν ὑπὲρ τὸ τοῦ μακαρίου Ἰωάννου· μνημονεύσαντες ὀλίγα ἐκ πολλῶν τῶν περὶ αὐτοῦ ἐν ταῖς θεοπνεύστοις Γραφαῖς εἰρημένων. Ὅμως ἀναγκαῖον εἶναι ἐλογισάμεθα ἐπὶ τὴν παραδεδομένην ὑπὸ τοῦ Κυρίου τάξιν ἀναδραμεῖν, ἵνα οὕτω καὶ ὑμεῖς πρῶτον τοῦ, «Μαθητεύσατε,» τὴν δύναμιν γνόντες, εἶτα ἀκολούθως τὸν περὶ τοῦ ἐνδοξοτάτου βαπτίσματος λόγον παραλαβόντες, ἐπὶ τὴν τελειότητα εὐοδωθῆτε, διδασκόμενοι τηρεῖν ὅσα πάντα ἐνετείλατο ὁ Κύριος τοῖς ἰδίοις μαθηταῖς, καθὼς γέγραπται.

Ἐνταῦθα μὲν οὖν, «Μαθητεύσατε,» εἰπόντος, ἠκούσαμεν· λοιπὸν δὲ χρεία τῶν ἀλλαχοῦ περὶ τοῦ τοιούτου εἰρημένων προστάγματος μνημονεῦσαι, ἵνα πρῶτον μὲν τὸ φρόνημα εὐάρεστον τῷ Θεῷ κατορθώσαντες, ἔπειτα δὲ τὴν πρέπουσαν καὶ ἀναγκαίαν τάξιν φυλάξαντες, οὕτω τοῦ δυνατοῦ, κατὰ σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως, μὴ ἐκπέσωμεν.

Σύνηθες γὰρ τῷ Κυρίῳ τὰ ὁριστικῶς που προσταχθέντα διὰ τῶν ἐν ἄλλοις τόποις εἰρημένων σαφῶς παραδιδόναι· ὡς τὸ, «Θησαυρίζετε ὑμῖν θησαυροὺς ἐν οὐρανῷ.» Ἁπλῶς γὰρ οὕτως εἰπὼν ἐνταῦθα, τὸ, πῶς, ἐν ἑτέρῳ τόπῳ σαφηνίζει, λέγων· «Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐντοῖς οὐρανοῖς.»

Καὶ πολλὰ ἄλλα ὁμοίως Μαθητὴς μὲν οὖν ἐστιν, ὡς μανθάνομεν παρ᾽ αὐτοῦ τοῦ Κυρίου, πᾶς ὁ τῷ Κυρίῳ προσερχόμενος, ὥστε ἀκολουθεῖν αὐτῷ, τουτέστιν, ἀκούειν τῶν λόγων αὐτοῦ· πιστεύειν τε καὶ πείθεσθαι αὐτῷ, ὡς Δεσπότῃ, καὶ βασιλεῖ, καὶ ἰατρῷ, καὶ διδασκάλῳ ἀληθείας, ἐπ᾽ ἐλπίδι ζωῆς αἰωνίου, καὶ τοῦτο ἐὰν μένῃ ἐν αὐτοῖς, καθὼς γέγραπται· «Ἔλεγεν οὖν πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγω τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστὲ, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς·» ἐλευθερίαν δηλονότι ψυχῆς, ἀπὸ τῆς τοῦ διαβόλου πικρᾶς τυραννίδος, ἐν τῷ ῥυσθῆναι ἀπὸ τῆς τῶν ἁμαρτημάτων καταδυναστείας· «Ὁ γὰρ ποιῶν, φησὶ, τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας,» καὶ τῆς κατακρίσεως τοῦ θανάτου· καθὼς καὶ παρέδωκεν ἡμῖν Παῦλος ὁ Ἀπόστολος εἰπών· «Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ἁμαρτίαν ὑπὲρ ἡμῶν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ·» καὶ πάλιν· «Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί.» Τὸν δὲ πιστεύοντα τῷ Κυρίῳ, καὶ προσάγοντα ἑαυτὸν ἐπιτήδειον εἰς μαθητείαν, μανθάνειν δεῖ πρῶτον μὲν ἀφίστασθαι παντὸς ἁμαρτήματος· ἔπειτα δὲ καὶ παντὸς ἀφέλκοντος τῆς ὀφειλομένης κατὰ πολλοὺς λόγους τῷ Κυρίῳ εὐπειθείας, κἂν εὐλογοφανεῖς εἶναι δοκῶσιν.

Ἀδύνατον γὰρ, ἁμαρτίαν ποιοῦντα, ἢ ἐμπλεκόμενον ταῖς τοῦ βίου τούτου πραγματείαις, ἢ ἐν φροντίδι καὶ αὐτῶν τῶν πρὸς τὸ ζῇν ἀναγκαίων, δουλεῦσαι, οὐχ ὅτι γε μαθητευθῆναι, τῷ Κυρίῳ τῷ οὐ πρότερον εἰπόντι τῷ νεανίσκῳ, «Δεῦρο, ἀκολούθει μοι,» πρὶν ἐντείλασθαι πωλῆσαι τὰ ὑπάρχοντα, καὶ δοῦναι τοῖς πτωχοῖς. Ἀλλ᾽ οὐδὲ τοῦτο προσέταξε, πρὶν ὁμολογῆσαι αὐτὸν, ὅτι «Ταῦτα πάντα ἐφύλαξα.» Ὁ γὰρ μήπω λαβὼν τὴν ἄφεσιν τῶν ἁμαρτημάτων, καὶ καθαρισθεὶς ἀπὸ τούτων ἐν τῷ αἵματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δουλεύων δὲ τῷ διαβόλῳ, καὶ κρατούμενος ὑπὸ τῆς ἐνοικούσης αὐτῷ ἁμαρτίας, ἀδυνάτως ἔχει δουλεῦσαι τῷ Κυρίῳ, τῷ ἀπαράβατον ἀπόφασιν δεδωκότι, ἐν τῷ εἰπεῖν· «Ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας· ὁ δὲ δοῦλος τῆς ἁμαρτίας οὐ μένει ἐν τῇ οἰκίᾳ.» Μαρτυρεῖ δὲ καὶ ὁ ἐν Χριστῷ λαλῶν Παῦλος, γράψας· Ὁ δὲ δοῦλος τῆς ἁμαρτίας ἐλεύθερός ἐστιν ἀπὸ τῆς δικαιοσύνης. Καὶ πάλιν ὁ Κύριός φησιν· «Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν,» καὶ τὰ ἑξῆς. Καὶ ἔδειξε δι᾽ ὧν ἐδίδαξεν ὁριστικῶς καὶ πολυτρόπως, ὅτι οὔτε οἱ τῶν πρὸς τὸ ζῇν ἀναγκαίων ἑαυτοῖς μεριμνᾷν ἀνεχόμενοι δουλεύειν Θεῷ δύνανται, οὐχ ὅτι γε μαθητευθῆναι. Ὅθεν ἔμαθεν ὁ Ἀπόστολος πλατύτερον θεωρήσας εἰπεῖν· «Τίς μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου;

τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων;» Καὶ πάλιν ὁριστικῶς· «Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. Ταῦτα δὲ ἀντίκειται ἀλλήλοις, ἵνα μὴ ἃ ἂν θέλητε, ταῦτα ποιῆτε.» Ἔτι δὲ ἐντρεπτικώτερον ἡμῖν παραδιδοὺς, τί εἶπε, μνημονεύσωμεν. «Οἶδα μὲν γὰρ, ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. Ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω ἀγαθὸν, τοῦτο πράσσω, ἀλλ᾽ ὃ μισῶ κακὸν, τοῦτο ποιῶ. Εἰ δὲ ὃ οὐ θέλω ἐγὼ, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ, ὅτι καλός. Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ᾽ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.» Καὶ τοῦτο αὐτὸ τὸ θεώρημα διὰ πλειόνων ἐπεξεργασάμενος, ὅτι ἀδύνατον τὸν κρατούμενον ὑπὸ ἁμαρτίας δουλεύειν τῷ Κυρίῳ, φανερῶς ὑποδεικνύει ἡμῖν τὸν λυτρούμενον ἡμᾶς ἐκ τῆς τοιαύτης τυραννίδος ἐν τῷ εἰπεῖν· «Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.» Καὶ μετ᾽ ὀλίγα ἐπάγει· «Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπατοῦσιν.»

Καὶ διὰ τῶν ἐν ἑτέρῳ τόπῳ εἰρημένων τὴν μεγάλην τῆς φιλανθρωπίας χάριν τοῦ Θεοῦ διὰ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σαφῶς παρίστησιν, εἰπών· «Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί.» Ἐν ἑτέρῳ δὲ τόπῳ θαυμασιωτέραν θεωρῶν τὴν ἐν Χριστῷ φιλανθρωπίαν τοῦ Θεοῦ, φησί· «Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ.» Ἀνάγκη οὖν πᾶσα ἔκ τε τῶν μνημονευθέντων καὶ τῶν ὁμοίων, εἴ γε μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ ἐδεξάμεθα, ῥυσθῆναι πρῶτον τῆς δυναστείας τοῦ διαβόλου, ἐνάγοντος τὸν ὑφ᾽ ἁμαρτίας κρατούμενον ἐφ᾽ ἃ μὴ βούλεται κακὰ, καὶ τότε ἀπαρνησάμενον πάντα τὰ παρόντα, καὶ ἑαυτὸν, τῆς τε προσπαθείας τοῦ ζῇν ἀναχωρήσαντα, μαθητευθῆναι τῷ Κυρίῳ, καθὼς αὐτὸς εἶπεν· «Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθείτω μοι,» ὅπερ ἐστὶ, μαθητής μου γινέσθω.

Τὸ δὲ αὐτὸ πλατύτερον καὶ ἀποδεικτικώτερον καὶ ἀποφαντικώτερον παραδίδωσιν ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ, οὗ μνημονεύσομεν μετ᾽ ὀλίγα. Λυτρούμεθα δὲ πάντες τῆς τοιαύτης τῶν ἁμαρτιῶν κατακρίσεως οἱ πιστεύοντες τῇ χάριτι τοῦ Θεοῦ τῇ διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· «Τοῦτο μου ἐστὶ τὸ αἷμα τὸ τῆς Καινῆς Διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν·» μαρτυροῦντος δὲ καὶ τοῦ Ἀποστόλου δι᾽ ὧν γράφει ποτὲ μέν· «Ἀγαπᾶτε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ·» ποτὲ δέ· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου·» καὶ πολλὰ τοιαῦτα. Ὅταν οὖν δοθῇ ἄφεσις τῶν ἁμαρτημάτων, τότε λαμβάνει ὁ ἄνθρωπος τὴν ἀπὸ τῆς ἁμαρτίας ἐλευθερίαν παρὰ τοῦ ἐξαγοράσαντος ἡμᾶς Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, εἰς τὸ δύνασθαι προσελθεῖν τῷ λόγῳ.

Καὶ τότε οὔπω τίς ἐστιν ἄξιος ἀκολουθῆσαι τῷ Κυρίῳ (πάλιν λέγω), οὐ πρότερον εἰπόντι τῷ νεανίσκῳ, «Δεῦρο, ἀκολούθει μοι,» πρὶν εἰπεῖν, «Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς.» Ἀλλ᾽ οὐδὲ τοῦτο προσέταξε, πρὶν ὁμολογῆσαι αὐτὸν καθαρεύειν πάσης παραβάσεως, τῷ εἰπεῖν πεποιηκέναι πάντα τὰ ὑπὸ τοῦ Κυρίου εἰρημένα. Ὡς καὶ ἐν τούτῳ τὴν τάξιν φυλάττεσθαι ἀναγκαῖον. Οὐ μόνον δὲ ὑπαρχόντων, καὶ τῶν ἀναγκαίων πρὸς τὸ ζῇν καταφρονεῖν διδασκόμεθα, ἀλλὰ καὶ τῶν πρὸς ἀλλήλους νενομισμένων κατά τε νόμον καὶ φύσιν δικαίων καθηκόντων ὑπερφρονεῖν διδασκόμεθα, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· «Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος·» ὁμοίως καὶ περὶ τῶν λοιπῶν τῶν ἐγγυτάτων οἰκείων, δῆλον δὲ, ὅτι πολὺ πρότερον τῶν ποῤῥωτέρω καὶ ξένων τῆς πίστεως. Οἷς ἐπάγει· «Ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος·» ὅπερ κατορθώσας ὁ Ἀπόστολος, εἰς ἡμετέραν διδασκαλίαν γράφει· «Ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι, καὶ ὁ κόσμος ἐμοί. Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός.»

Πάλιν δὲ τοῦ Κυρίου ἔστι μνημονεῦσαι, εἰπόντος κατὰ πρόσωπον ἑκάστῳ, τῷ μὲν εἰπόντι, «Ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν, καὶ θάψαι τὸν πατέρα μου· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ, ἀπελθὼν, διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ·» τῷ δὲ εἰπόντι· «Ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν, καὶ συντάξασθαι τοῖς εἰς τὸν οἶκόν μου,» ἐπιπληκτικώτερον καὶ μετὰ ἀπειλῆς σφοδροτέρας. Εἶπε γάρ· «Οὐδεὶς τὴν χεῖρα θεὶς ἐπ᾽ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» Οὕτω καὶ τὸ πρὸς ὀλίγον ἀναβολὴν ἐμποιοῦν τῇ ὀφειλομένῃ τῷ Κυρίῳ ἀμετεωρίστῳ ὑπακοῇ καθῆκον ἀνθρώπινον, κἂν δοκῇ εὔλογον εἶναι, ἀλλότριόν ἐστι τοῦ θέλοντος μαθητευθῆναι τῷ Κυρίῳ, καὶ ἀπειλῆς δεινοτέρας ἄξιον. Καθολικώτερον δὲ νομοθετεῖ λέγων· «Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθείτω μοι.» Ἐὰν δὲ ἔλθωμεν εἰς μνήμην τῶν ὑπὸ τοῦ Κυρίου εἰρημένων πρὸς τὸν εἰπόντα· «Μακάριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ·» φοβερώτερον κρῖμα ὀργῆς καὶ ἀποτομίας μανθάνομεν, καὶ πάσης ἐλπίδος ἀγαθῆς ἀπαλλοτριοῦν τοὺς τοιούτους. Λέγει δὲ οὕτως· «Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς. Καὶ ἀπέστειλε τὸν δοῦλον αὑτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες.

Ὁ πρῶτος εἶπεν· Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν, καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.

Καὶ παραγενόμενος ὁ δοῦλος ἀπήγγειλε τῷ κυρίῳ αὑτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὑτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς, καὶ ἀναπήρους, καὶ τυφλοὺς, καὶ χωλοὺς εἰσάγαγε ὧδε. Καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν. Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον αὑτοῦ· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς, καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκός μου. Λέγω γὰρ ὑμῖν, ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου.» Πάλιν δὲ αὐτὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἀποσταλεὶς παρὰ τοῦ Πατρὸς, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σώσῃ τὸν κόσμον, ἑαυτῷ ἐμμένων, καὶ τὸ θέλημα τοῦ ἀγαθοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ πληρῶν, τῇ ἀποφάσει τῆς ἀποτομίας διδασκαλίαν ἐπάγει, τὴν ἀξίους ἡμᾶς ποιοῦσαν μαθητὰς αὑτοῦ γενέσθαι, καί φησιν· «Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αὑτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα αὑτοῦ, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς, καὶ τὰς ἀδελφὰς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής.» Μῖσος δηλονότι, οὐ μελέτην ἐμποιοῦν ἐπιβουλῆς, ἀλλ᾽ ἀρετὴν θεοσεβείας ἐν παρακοῇ τῶν ἀφελκόντων. «Καὶ ὅστις, φησὶν, οὐ βαστάζει τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής.»

Ὅπερ συντεθεῖσθαι δοκοῦμεν διὰ τοῦ ἐν τῷ ὕδατι βαπτίσματος, ὁμολογοῦντες συνεσταυρῶσθαι, συντεθνηκέναι, συντεθάφθαι, καὶ τὰ ἑξῆς, καθὼς γέγραπται.

Στοχαζόμενος δὲ τῆς ἡμετέρας ἀσθενείας, καὶ δι᾽ ὑποδειγμάτων ηὐδόκησε βεβαιῶσαι ἡμῶν τὰς καρδίας ἐν πληροφορίᾳ τῆς ἀληθείας, καὶ ἑτοιμοτέρους κατεργάσασθαι πρὸς ὑπακοὴν, δι᾽ ὧν φησι· «Τίς γὰρ ἐξ ὑμῶν, θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμὸν, ἵνα μήποτε, θέντος αὐτοῦ θεμέλιον, καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν, λέγοντες, ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι; Ἢ τίς βασιλεὺς, πορευόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον, οὐχὶ καθίσας πρότερον βουλεύεται, εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ἀπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾽ αὐτόν; Εἰ δὲ μήγε, ἔτι πόῤῥω αὐτοῦ ὄντος, πρεσβείαν ἀποστείλας, ἐρωτᾷ τὰ πρὸς εἰρήνην.

Οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής. Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; Οὔτε εἰς τὴν γῆν, οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.»

Εἰ τούτοις πιστεύομεν, ἐλευθερωθέντες πρῶτον τῆς τοῦ διαβόλου καταδυναστείας, ἐν τῷ ἀπέχεσθαι παντὸς ἐπιθυμητοῦ πράγματος τῷ διαβόλῳ, χάριτι τοῦ Θεοῦ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἴ γε μὴ εἰς κενὸν ἐδεξάμεθα τὴν τοιαύτην χάριν, ἔπειτα ἀποταξάμενοι οὐ μόνῳ τῷ κόσμῳ καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ, ἀλλὰ καὶ τοῖς πρὸς ἀλλήλους δικαίοις καθήκουσιν, ἔτι δὲ καὶ τῇ ἑαυτῶν ζωῇ, ὅταν τι τούτων ἀφέλκῃ ἡμᾶς ἀπὸ τῆς ὀφειλομένης τῷ Θεῷ ἀμετεωρίστου καὶ ταχείας ὑπακοῆς, οὕτω καταξιούμεθα μαθηταὶ τοῦ Κυρίου γενέσθαι· παιδευόμενοι λοιπὸν ὑπό τε Μωϋσέως καὶ τῶν προφητῶν, εὐαγγελιστῶν τε καὶ ἀποστόλων, τήν τε ἐν ἀρχῇ τοῦ Θεοῦ διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ ποίησιν πάντων ὁρατῶν τε καὶ ἀοράτων, τά τε ἱστορούμενα ἐν ταῖς θεοπνεύστοις Γραφαῖς τῆς τοῦ Θεοῦ χρηστότητος καὶ ἀποτομίας ἐν πολλῇ μακροθυμίᾳ, πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ καὶ παιδείαν ἡμετέραν· τάς τε προφητείας τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, καὶ τῶν τότε συνεμπιπτόντων ἐναντίων ἀλλήλοις πραγμάτων· καὶ περὶ τῆς ἐκ νεκρῶν ἐνδόξου ἀναστάσεως καὶ ἀναλήψεως, καὶ τῆς ἐνδοξοτάτης ἐπιφανείας ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· τά τε δόγματα τῆς κατὰ τὸ Εὐαγγέλιον ὁλοκλήρου καὶ εὐπροσδέκτου τῷ Θεῷ εὐσεβείας ἐν ἀγάπῃ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, ἐπ᾽ ἐλπίδι ζωῆς αἰωνίου, καὶ ἐπουρανίου βασιλείας, καὶ τὰ κρίματα τῆς δικαίας ἀνταποδόσεως τῶν τε ποιούντων τὰ ἀπηγορευμένα, ἢ ἀθετούντων τὰ ἐγκεκριμένα εἰς κόλασιν αἰώνιον, καὶ τῶν ἀξίως τοῦ Εὐαγγελίου Θεοῦ πολιτευομένων ἐν ὑγιαινούσῃ πίστει δι᾽ ἀγάπης Χριστοῦ ἐνεργουμένῃ ἐπ᾽ ἐλπίδι ζωῆς αἰωνίου, καὶ ἐπουρανίου βασιλείας τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.