Ἐβαπτίσθημεν, φησὶν, ἵν᾽ ἐκ τούτου ἐκεῖνο παιδευθῶμεν, ὅτι, ὥσπερ τὸ ἔριον, βαπτισθὲν ἐν βάμματι, μεταποιεῖται κατὰ τὸ χρῶμα μᾶλλον δὲ, ἵνα τῷ Βαπτιστῇ Ἰωάννῃ προφητεύσαντι περὶ τοῦ Κυρίου, ὅτι «Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ,» ὁδηγῷ χρησάμενοι, φωτισθῶμεν τὸ φῶς τῆς γνώσεως πρὸς κατανόησιν τοῦ μεγάλου φωτὸς, τοῦτο εἴπωμεν· ὅτι, ὥσπερ ὁ σίδηρος, βαπτιζόμενος ἐν τῷ πυρὶ ἀναζωπυρουμένῳ ὑπὸ πνεύματος, εὐγνωστότερος μὲν γίνεται, εἴ τινα ἔχει ἐν ἑαυτῷ κακίαν, ἑτοιμότερος δὲ πρὸς τὸ καθαρισθῆναι· ἀλλοιοῦται δὲ οὐ μόνον τὸ χρῶμα, ἀλλὰ καὶ τὸ σκληρὸν καὶ δύσεικτον μεταβαλὼν πρὸς τὸ ἁπαλώτερον, ἐπιτηδειότερος μὲν γίνεται καὶ τῇ τῶν χειρῶν τοῦ τεχνίτου ἐνεργείᾳ, ῥυθμίζεται δὲ ἀξιολόγως πρὸς τὸ βούλημα τοῦ δεσπότου· ἀπὸ δὲ τῆς μελανίας λαμπρότερος ἑαυτοῦ γενόμενος, οὐ μόνον αὐτὸς πυρακτοῦται καὶ ἀπαστράπτει, ἀλλὰ καὶ τὰ ἐγγίζοντα φωτίζει καὶ θερμαίνει· οὕτως ἀκόλουθον καὶ ἀναγκαῖον τὸν βαπτισθέντα ἐν τῷ πυρὶ, τουτέστιν ἐν τῷ λόγῳ τῆς διδασκαλίας, ἐλέγχοντι μὲν τῶν ἁμαρτημάτων τὴν κακίαν, φανεροῦντι δὲ τῶν δικαιωμάτων τὴν χάριν, μισῆσαι μὲν καὶ βδελύξασθαι τὴν ἀδικίαν, καθὼς γέγραπται, εἰς ἐπιθυμίαν δὲ ἐλθεῖν τοῦ καθαρισθῆναι διὰ τῆς πίστεως ἐν δυνάμει τοῦ αἵματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, αὐτοῦ εἰπόντος· «Τοῦτό μου ἐστὶ τὸ αἷμα, τὸ τῆς Καινῆς Διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν,» καὶ τοῦ Ἀποστόλου μαρτυροῦντος· «Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων·» καὶ οὐ μόνον ἀπὸ πάσης ἀνομίας καὶ ἁμαρτίας καθαρισθῆναι, ἀλλὰ καὶ ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· καὶ τότε, βαπτισθέντα εἰς τὸν θάνατον τοῦ Κυρίου, συνδιατεθῆναι τῷ θανάτῳ, ὅπερ ἐστὶ νεκρωθῆναι τῇ ἁμαρτίᾳ, ἑαυτῷ τε καὶ τῷ κόσμῳ, ἵνα, κατὰ τὴν ἐνανθρώπησιν βιῶν, κατά τε καρδίαν, καὶ λόγον, καὶ πρᾶξιν ἐντυπωθεὶς καὶ ἐμμορφωθεὶς, ὥσπερ ὁ κηρὸς τῇ γλυφῇ, τῇ διδασκαλίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πληρώσῃ τὸ γεγραμμένον· «Χάρις τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς·» καὶ οὕτω τὸ συνημμένως ἐπενεχθὲν φυλάξαι καταξιωθῇ, τό· «Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον.»