Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ βαπτίσματος

Μέγας Βασίλειος

Λόγος Β΄ (Μέρος Β΄): Η νέκρωση της αμαρτίας και η ανακαίνιση της ζωής

Η συσταύρωση του παλαιού ανθρώπου, η απαλλαγή από τη δουλεία της αμαρτίας και του νόμου της σαρκός, και η μετάβαση στην καινότητα του πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 8

Ἀγῶνος οὖν χρεία μεγάλου, καὶ τούτου νομίμου, ἵνα τὴν τοιαύτην καὶ τοσαύτην χάριν τῆς ἐν Χριστῷ ἀγάπης τοῦ Θεοῦ μὴ εἰς κενὸν δεξώμεθα, τοῦ αὐτοῦ Ἀποστόλου λέγοντος· «Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ. Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν, μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς.» Ὅτι δὲ «ᾯ παρέθεντο πολὺ, περισσότερον ἀπαιτήσουσιν αὐτὸν,» ἐστηριγμένως ἀπεφήνατο ὁ Κύριος. Ὅπερ γίνεται καὶ ἀνεγκλήτως, ἐὰν τά τε ἐπενεχθέντα τοῖς προειρημένοις καὶ τὰ εἰς τὴν αὐτὴν ὑπόθεσιν τοῦ βαπτίσματος συνημμένως εἰρημένα, ταῦτα ἀκριβῶς φυλαχθῇ, καὶ τὰ τούτοις συναφθέντα ἐν δυνάμει τῆς αὐτῆς χάριτος τοῦ Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν ἐν Πνεύματι ἁγίῳ πιστῶς δεξώμεθα, ἵνα πιστεύσαντες συνῶμεν χάριτι τοῦ Θεοῦ· καὶ ἅπερ συνεῖναι κατηξιώθημεν, ἐν ἀγάπῃ Χριστοῦ ποιήσωμεν, εἰπόντος· «Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε, ἐὰν ποιῆτε αὐτά. —Σύνεσις γὰρ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτὴν,» μαρτυρεῖ ὁ προφήτης· αὐτοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος φοβερὸν καὶ ἀπαράβατον κρῖμα ἐκθεμένου ἐν τῷ εἰπεῖν· «Ὁ γνοὺς τὸ θέλημα τοῦ Κυρίου αὑτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς·» ἀλλ᾽ οὐδὲ τὸν ἐν ἀγνοίᾳ πλημμελήσαντα ἀτιμώρητον ἀφέντος.

Καὶ ἵνα, ὡς προείρηται, διὰ τῶν γνωριμωτέρων ῥητῶν τε καὶ πραγμάτων ὁδηγηθῶμεν εἰς κατανόησιν τοῦ σωτηρίου καὶ ἐν τῷ βαπτίσματι δόγματος· ἐν πληροφορίᾳ τῆς ἀληθείας ἐσπουδασμένως προσέχωμεν τοῖς σημαινομένοις, καὶ πρὸς τὸν σκοπὸν τῆς εὐσεβείας πᾶν νόημα λαμβάνωμεν.

Ἐβαπτίσθημεν, φησὶν, ἵν᾽ ἐκ τούτου ἐκεῖνο παιδευθῶμεν, ὅτι, ὥσπερ τὸ ἔριον, βαπτισθὲν ἐν βάμματι, μεταποιεῖται κατὰ τὸ χρῶμα μᾶλλον δὲ, ἵνα τῷ Βαπτιστῇ Ἰωάννῃ προφητεύσαντι περὶ τοῦ Κυρίου, ὅτι «Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ,» ὁδηγῷ χρησάμενοι, φωτισθῶμεν τὸ φῶς τῆς γνώσεως πρὸς κατανόησιν τοῦ μεγάλου φωτὸς, τοῦτο εἴπωμεν· ὅτι, ὥσπερ ὁ σίδηρος, βαπτιζόμενος ἐν τῷ πυρὶ ἀναζωπυρουμένῳ ὑπὸ πνεύματος, εὐγνωστότερος μὲν γίνεται, εἴ τινα ἔχει ἐν ἑαυτῷ κακίαν, ἑτοιμότερος δὲ πρὸς τὸ καθαρισθῆναι· ἀλλοιοῦται δὲ οὐ μόνον τὸ χρῶμα, ἀλλὰ καὶ τὸ σκληρὸν καὶ δύσεικτον μεταβαλὼν πρὸς τὸ ἁπαλώτερον, ἐπιτηδειότερος μὲν γίνεται καὶ τῇ τῶν χειρῶν τοῦ τεχνίτου ἐνεργείᾳ, ῥυθμίζεται δὲ ἀξιολόγως πρὸς τὸ βούλημα τοῦ δεσπότου· ἀπὸ δὲ τῆς μελανίας λαμπρότερος ἑαυτοῦ γενόμενος, οὐ μόνον αὐτὸς πυρακτοῦται καὶ ἀπαστράπτει, ἀλλὰ καὶ τὰ ἐγγίζοντα φωτίζει καὶ θερμαίνει· οὕτως ἀκόλουθον καὶ ἀναγκαῖον τὸν βαπτισθέντα ἐν τῷ πυρὶ, τουτέστιν ἐν τῷ λόγῳ τῆς διδασκαλίας, ἐλέγχοντι μὲν τῶν ἁμαρτημάτων τὴν κακίαν, φανεροῦντι δὲ τῶν δικαιωμάτων τὴν χάριν, μισῆσαι μὲν καὶ βδελύξασθαι τὴν ἀδικίαν, καθὼς γέγραπται, εἰς ἐπιθυμίαν δὲ ἐλθεῖν τοῦ καθαρισθῆναι διὰ τῆς πίστεως ἐν δυνάμει τοῦ αἵματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, αὐτοῦ εἰπόντος· «Τοῦτό μου ἐστὶ τὸ αἷμα, τὸ τῆς Καινῆς Διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν,» καὶ τοῦ Ἀποστόλου μαρτυροῦντος· «Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων·» καὶ οὐ μόνον ἀπὸ πάσης ἀνομίας καὶ ἁμαρτίας καθαρισθῆναι, ἀλλὰ καὶ ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· καὶ τότε, βαπτισθέντα εἰς τὸν θάνατον τοῦ Κυρίου, συνδιατεθῆναι τῷ θανάτῳ, ὅπερ ἐστὶ νεκρωθῆναι τῇ ἁμαρτίᾳ, ἑαυτῷ τε καὶ τῷ κόσμῳ, ἵνα, κατὰ τὴν ἐνανθρώπησιν βιῶν, κατά τε καρδίαν, καὶ λόγον, καὶ πρᾶξιν ἐντυπωθεὶς καὶ ἐμμορφωθεὶς, ὥσπερ ὁ κηρὸς τῇ γλυφῇ, τῇ διδασκαλίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πληρώσῃ τὸ γεγραμμένον· «Χάρις τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς·» καὶ οὕτω τὸ συνημμένως ἐπενεχθὲν φυλάξαι καταξιωθῇ, τό· «Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον.»

Διὰ τί; Ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Ἀνάγκη γὰρ τὸν ἀποθανόντα ταφῆναι, καὶ τὸν ταφέντα ἐν τῷ ὁμοιώματι τοῦ θανάτου ἀναστῆναι διὰ τῆς ἐν Χριστῷ τοῦ Θεοῦ χάριτος, καὶ μηκέτι διὰ τὰς ἁμαρτίας τὸ πρόσωπον τοῦ ἔσω ἀνθρώπου ὡς πρόσκαυμα χύτρας ἔχειν, ἀλλ᾽ ἐν τῷ πυρὶ φανερωθέντων τῶν ἁμαρτημάτων, καὶ διὰ τοῦ αἵματος τοῦ Χριστοῦ τὴν ἄφεσιν λαβόντα, λοιπὸν διὰ τῆς ἐν καινότητι ζωῆς ἀπαστράπτειν τὰ ἐν Χριστῷ δικαιώματα ὑπὲρ πάντα λίθον τίμιον πολύν.

Ἀποθέμενοι οὖν τὴν σκληρότητα τῆς ἀπειθείας, ἐπιδειξώμεθα μὲν εὐπείθειαν καὶ ὑπακοὴν ἐν τοῖς προστάγμασι, τῷ δὲ πνεύματι ζέοντες, ἀναλάμψωμεν, καὶ τῆς μὲν τοῦ σκότους ἐξουσίας καθελκούσης εἰς θάνατον ῥυσθῶμεν· «Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος·» ἵνα καὶ ἐν ἡμῖν γένηται τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου· «Κατεπόθη ὁ θάνατος εἰς νῖκος· ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος;» τῷ δὲ Κυρίῳ, τῷ ἡλίῳ τῆς δικαιοσύνης, πειθόμενοι, φωτισθῶμεν ὑπ᾽ αὐτοῦ καὶ καταξιωθείημεν συνέσεως καὶ δυνάμεως, ὥστε ἐν αὐτῷ δικαιωθῆναι· καὶ μὴ μόνον αὐτοὶ λαμπρυνθῶμεν ὑπὲρ τὴν χιόνα (ἀψευδὴς γὰρ ὁ ἐπαγγειλάμενος Θεὸς, ὅτι «Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ»), ἀλλὰ καὶ τοὺς ἐγγίζοντας ἡμῖν φωτίζωμεν· ποτὲ μὲν ἀκούοντες τοῦ Κυρίου, «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου·» ποτὲ δὲ ἀκούοντες καὶ ποιοῦντες τὸ, «Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Τότε πάντως καὶ ὁ Ἀπόστολος μαρτυρήσει ἡμῖν λέγων· «Ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ.» Πῶς δὲ οὐ περισσοτέρως ἐπιφανὲς τὸ καινότερον τῆς ζωῆς, οὐκ ἐν συγκρίσει τῶν Ἑλλήνων καὶ κοσμικῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐν συγκρίσει καθ᾽ ὑπερβολὴν τῶν κατὰ νόμον δικαιουμένων;

ὅταν μὴ μόνον προσθήκης καὶ τοῦ πλείονος μὴ ὀρεγώμεθα, ὡς καὶ οἱ τοῦ κόσμου ἄνθρωποι, ἀλλὰ μήτε τῶν προσόντων τε καὶ ἰδίων ἀντιποιούμεθα· φιλοτιμώμεθα δὲ ἐπ᾽ εὐεργεσίᾳ τῶν δεομένων ὑπὲρ τὸν νόμον. Οὐ μόνον γὰρ εἰς τοὺς πλησίον φέρομεν τὸ ἀγαθὸν, ἀλλὰ καὶ ἐπὶ τοὺς ἐχθροὺς καὶ πονηροὺς ἐκτείνομεν τὸ χρηστὸν, ποιοῦντες κατ᾽ ἐντολὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ, «Γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί.» Πῶς δὲ οὐκ ἐν καινότητι ζωῆς περιπατοῦμεν, καὶ ὑπὲρ τοὺς γραμματεῖς καὶ Φαρισαίους τὴν δικαιοσύνην τελειοῦμεν, ὅταν ἀνασχώμεθα τοῦ Κυρίου λέγοντος· «Ἐῤῥήθη τοῖς ἀρχαίοις· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾽ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.

Καὶ τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἀφήσεις αὐτῷ καὶ τὸ ἱμάτιον. Καὶ ὃς ἐάν σε ἀγγαρεύσῃ μίλιον ἓν, ὕπαγε μετ᾽ αὐτοῦ δύο.» Οὐ μόνον γὰρ οὐκ ἐκδικοῦμεν τὰ προγεγονότα ἁμαρτήματα εἰς ἡμᾶς, ὡς παρακελεύονται οἱ γραμματεῖς καὶ Φαρισαῖοι, ἐπιτρέποντος τοῦ διὰ Μωϋσέως νόμου, ἀλλὰ καὶ μείζονα ἀνεξικακίαν ἐπιδεικνύμεθα, προθυμίαν ὑπομονῆς τῶν ἴσων ἢ καὶ δεινοτέρων προβαλλόμενοι. Καὶ οὕτως ἀμφότερα ἡμῖν συγκατορθοῦται· θάνατος μὲν, ἐν τῷ μὴ κινεῖσθαι εἰς ἀγανάκτησιν κατὰ τοῦ τὴν πρώτην ἡμῖν ἐπενεγκόντος πληγήν· καινότης δὲ ζωῆς ἐν Κυρίῳ, ἐν τῷ παρατιθέναι καὶ τὴν ἄλλην.

Πῶς δὲ οὐ νεκρός τίς ἐστι καὶ τῷ νόμῳ, ὁ μὴ ἀντιποιούμενος τοῦ αἰρομένου; ζῇ δὲ ἐν Χριστῷ, ὁ προσαφιεὶς καὶ τὸ ἱμάτιον; Καὶ πάσης δὲ τῆς κατὰ τὸν νόμον δικαιοσύνης τὴν περισσείαν φυλάσσειν ὁμοίως διδασκόμεθα. Ὅτι δὲ οὐ μόνον τῷ κόσμῳ ἐσταυρῶσθαι, ἀλλὰ καὶ τῷ νόμῳ ἀποθανεῖν ἡμᾶς χρὴ, παρὰ τοῦ αὐτοῦ Ἀποστόλου ἐστὶ δογματικῶς μαθεῖν. Ποτὲ μὲν γὰρ λέγει· «Ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι, καὶ ὁ κόσμος ἐμοί. Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός·» Ποτὲ δὲ μετὰ πολλὴν καύχησιν τῶν ἐν τῷ νόμῳ ἀνωτάτω εὐδοκιμήσεων, φησίν· «Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι τὰ πάντα σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, τοῦ γνῶναι αὐτὸν, καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ· εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν.» Καὶ μετ᾽ ὀλίγα, διδάσκων ἡμᾶς τὸ αὐτὸ φρονεῖν αὐτῷ, ἀποφαντικώτερόν φησιν· «Ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν.» Καὶ ἀλλαχοῦ σφοδρότερον, ὥσπερ δόγμα ἀναγκαῖον ἐκτιθέμενος, λέγει· «Ὥστε καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, ἵνα καρποφορήσωμεν τῷ Θεῷ.

Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκὶ, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν, εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ· νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος. Τὸ γὰρ γράμμα,» τουτέστιν ὁ νόμος, «ἀποκτείνει· τὸ δὲ πνεῦμα,» τουτέστι τὸ ῥῆμα τοῦ Κυρίου, «ζωοποιεῖ.» Καθὼς αὐτός φησιν, ὅτι «Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν. Τὰ ῥήματά μου πνεῦμά ἐστι, καὶ ζωή ἐστι.» Μαρτυρεῖ δὲ καὶ ὁ ἔγκριτος τῶν ἀποστόλων, εἰπών· «Πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις. Καὶ ἡμεῖς πεπιστεύκαμεν, καὶ ἐγνώκαμεν, ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Ὅπερ ἐν πληροφορίᾳ ἀληθείας δι᾽ ἐπιμελείας σπουδαιοτέρας φυλάσσοντες, φυγεῖν δυνάμεθα τὸ φοβερὸν ἐκεῖνο κρῖμα τὸ ὑπὸ τοῦ Μωϋσέως μὲν μετὰ ἀπειλῆς προφητικῶς γεγραμμένον· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ὡς ἐμέ. Αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν ἐντείληται ὑμῖν.

Ἔσται δὲ, Πᾶσα ψυχὴ, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ· ὑπὸ δὲ Ἰωάννου τοῦ Βαπτιστοῦ, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐδεὶς, φοβερώτερον ἀποφαντικῶς εἰρημένον, ὅτι «Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ᾽ αὐτόν.» Ἵνα δὲ ὁ μὲν ἐν τῷ βαπτίσματι τοιοῦτος θάνατος, καὶ ἡ ἐν τῷ αὐτῷ τοιαύτη ταφὴ μὴ ἐν προσδοκίᾳ φθορᾶς καὶ ἀπωλείας παράσχῃ λύπην· ἡ δὲ καινότης τῆς ζωῆς σπέρματος καταβολὴν ὑπερβάλῃ, τῆς ἐνδόξου ἀναστάσεως τὴν ἐλπίδα βεβαιουμένη, ἐπιφέρει λέγων· «Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.» Ἐὰν γὰρ ἐν τῷ τοιούτῳ ὁμοιώματι τοῦ θανάτου ἀποθανόντες καὶ συνταφέντες τῷ Χριστῷ ἐν καινότητι ζωῆς περιπατήσωμεν, οὐ νεκρότητος φθορὰν ἐκδεχόμεθα, ταφὴν δὲ καὶ ὥσπερ φυτείαν σπερμάτων μιμούμεθα· νεκροῦντες μὲν ἑαυτοὺς τοῖς ἀπηγορευμένοις, καὶ τὴν πίστιν δι᾽ ἀγάπης ἐνεργουμένην ἐπιδεικνύμενοι, γινόμεθα ἄξιοι τὰ αὐτὰ τῷ Ἀποστόλῳ εἰπεῖν μετ᾽ ἐλπίδος τῶν αὐτῶν· «Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστὸν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα.

Καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα·» αὐτοῦ μὲν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ αἰτοῦντος μὲν παρὰ τοῦ Πατρὸς, καὶ λέγοντος· «Δὸς, Πάτερ, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ οὗτοι μετ᾽ ἐμοῦ ὦσι·» παραγγέλλοντος δὲ ἡμῖν, καὶ ἐπαγγελλομένου ἐν τῷ εἰπεῖν· «Ὁ ἐμοὶ διακονῶν, ἐμοὶ ἀκολουθήτω· καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ἐμοῦ ἔσται·» μαρτυροῦντος δὲ Παύλου τοῦ ἀποστόλου, καὶ ἐν Χριστῷ προφητεύοντος, διὰ τοῦ γράψαι ταῦτα· «Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου, οὐ μὴ φθάσομεν τοὺς κοιμηθέντας. Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ᾽ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἐγερθήσονται πρῶτοι. Ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.» Καὶ οὕτως εἰς τοὺς φυλάξαντας νῦν τὸ, «Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ,» τότε πληροῦται ἡ ἐπαγγελία· «Ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα,» καθὼς καὶ ἀλλαχοῦ φησιν· «Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν.» Εἰδὼς δὲ ὁ Ἀπόστολος, ὅτι ἡ ταυτολογία ὠφελιμωτέρα ἐστὶ τοῖς ἀκούουσι πρὸς τὴν ἀσφάλειαν, καὶ βεβαιοτέραν ἐμποιεῖ διὰ τῆς ἐπαναλήψεως τῶν αὐτῶν τὴν πληροφορίαν τῆς ἀληθείας.

Παρ᾽ αὐτοῦ γὰρ ἀκούομεν λέγοντος· «Τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.» Καθὼς καὶ παρὰ τοῦ Ἰωσὴφ μεμαθήκαμεν, δὶς ἐπικρίναντος τὸ ἐνύπνιον τῷ βασιλεῖ Φαραώ· οὕτω καὶ τὴν ἱστορίαν τοῦ ἐνυπνίου μιμούμενος, τὸ αὐτὸ δόγμα τοῦ βαπτίσματος ὁμοίως τοῖς πρώτοις θεωρήμασι παραδίδωσιν εἰπών· «Τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ.» Ἄρα οὖν καὶ διὰ τούτων τῶν ῥημάτων διδασκόμεθα, ὅτι ὁ βαπτισθεὶς ἐν Χριστῷ εἰς τὸν θάνατον αὐτοῦ βαπτίζεται· καὶ οὐ μόνον συνθάπτεται τῷ Χριστῷ, καὶ συμφυτεύεται, ἀλλὰ πρῶτον συσταυροῦται, ἵνα καὶ ἐν τούτῳ παιδευθῶμεν, ὅτι, ὥσπερ ὁ σταυρούμενος ἀπαλλοτριοῦται τῶν ζώντων, οὕτω καὶ ὁ ἐν τῷ ὁμοιώματι τοῦ θανάτου συσταυρωθεὶς τῷ Χριστῷ ἀπαλλοτριοῦται παντάπασι τῶν κατὰ τὸν παλαιὸν ἄνθρωπον ζώντων· τοῦ μὲν Κυρίου ἐντελλομένου προσέχειν ἀπὸ τῶν ψευδοπροφητῶν, τοῦ δὲ Ἀποστόλου λέγοντος· «Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρελάβοσαν παρ᾽ ἡμῶν.» Ὁ γὰρ παλαιὸς ἄνθρωπος ὀνομασθεὶς, πάντα ὁμοῦ τὰ κατὰ μέρος ἁμαρτήματά τε καὶ μολύσματα, ὥσπερ μέλη ἑαυτοῦ, δηλοῖ.

Καὶ ὥσπερ ὁ ἐσταυρωμένος, κρῖμα θανάτου ὑποδεξάμενος, τῶν πάλαι συζώντων αὐτῷ ἀφέστηκεν, ὑψηλότερος τῶν ἐπὶ τῆς γῆς ἑρπόντων γενόμενος, οὕτω καὶ ὁ τῷ Χριστῷ συσταυρωθεὶς διὰ τοῦ βαπτίσματος πάντων ὁμοῦ τῶν κατὰ τὸν αἰῶνα τοῦτον ζώντων ἀπήλλακται, ὑψώσας ἑαυτοῦ τὸ φρόνημα πρὸς τὴν ἐπουράνιον πολιτείαν, ὥστε δύνασθαι εἰπεῖν μετὰ ἀληθείας καὶ παῤῥησίας τῆς ἐν Χριστῷ· «Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει» Καὶ πάλιν ἐπιφέρει· «Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας,» τουτέστιν ἀπήλλακται, ἠλευθέρωται, κεκαθάρισται πάσης ἁμαρτίας τῆς οὐκ ἐν ἔργοις καὶ λόγοις μόνον, ἀλλὰ καὶ προσπαθοῦς ἐνθυμήσεως. Καὶ ἐν ἑτέρῳ τόπῳ ἀπεφήνατο γράψας· «Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.» Σταυροῦμεν δὲ δηλονότι, οἱ ἐν τῷ ὕδατι βαπτιζόμενοι· ὅπερ ἐστὶν ὁμοίωμα τοῦ σταυροῦ καὶ τοῦ θανάτου, τῆς τε ταφῆς καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, καθὼς γέγραπται.

Καὶ πάλιν· «Νεκρώσατε, φησὶ, τὰ μέλη ὑμῶν, τὰ ἐπὶ τῆς γῆς (πάντως τὰς ἐν τῷ βαπτίσματι συνθήκας καὶ ὕστερον φυλάξαντες), πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ·» οὐ μόνον δὲ, ἀλλὰ καθολικώτερον ἐπήγαγεν· «Ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας·» ὡς μηκέτι μηδὲ τῆς προσκαίρου ἡδονῆς τῆς καταῤῥυπούσης, τὴν διάνοιαν παρενοχλούσης τῷ συμφυτευθέντι τῷ Χριστῷ ἐν τῷ ὁμοιώματι τοῦ θανάτου· διὰ δὲ τὸ μισεῖν καὶ βδελύσσεσθαι πᾶσαν κακίαν ἄχρι καὶ τῆς προσπαθοῦς ἐνθυμήσεως, τὸ καθαρὸν τῆς καρδίας ἐνδεικνυμένῳ, καθώς φησιν ὁ Δαβίδ· «Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή· ἐκκλίνοντος ἀπ᾽ ἐμοῦ τοῦ πονηροῦ, οὐκ ἐγίνωσκον·» ἐπειδὴ πάντως οὐδὲ ἐγγίζοντος αὐτοῦ ἐπεστράφη. Συμφυτευθέντες δὲ ἐν τῷ ὁμοιώματι τοῦ θανάτου, πάντως συνεγειρόμεθα τῷ Χριστῷ (τῆς γὰρ φυτείας τὸ ἀκολούθως σημαινόμενον τοιοῦτο)· νῦν μὲν κατὰ τὸ μέτρον τῆς ἐνανθρωπήσεως συμμορφούμενοι τὸν ἔσω ἄνθρωπον ἐν τῇ καινότητι τῆς ζωῆς, καὶ τῇ μέχρι θανάτου ὑπακοῇ ἐν πληροφορίᾳ τῆς ἀληθείας τῶν ῥημάτων αὐτοῦ· ἵνα ἄξιοι γενώμεθα μετὰ ἀληθείας εἰπεῖν· «Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός·» εἰς δὲ τὸ μέλλον, καθὼς διεβεβαιώσατο ὁ αὐτὸς Ἀπόστολος εἰπὼν, ὅτι «Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν.»

Ἐπίσης δὲ τούτοις πληροφορεῖ ἡμᾶς ἐν τῷ εἰπεῖν· «Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.» Καὶ πάλιν τὸ αὐτὸ δόγμα τοῦ τοιούτου βαπτίσματος, δυσωπητικώτερον καὶ ἀναγκαστικώτερον παιδεύων ἡμᾶς, ἐπιφέρει λέγων, ὅτι «Χριστὸς, ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ.» Τὴν τοίνυν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ περὶ τῆς ἀφέσεως τῶν ἡμετέρων ἁμαρτημάτων οἰκονομίαν διὰ τῆς μέχρι θανάτου ἐνανθρωπήσεως προσθεὶς ὁ Ἀπόστολος, δυσωπητικώτερον καὶ ἀναγκαστικώτερον ἡμᾶς παιδεύει κεκριμένως νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ, ἵνα, ὥσπερ ὁ Χριστὸς, ἀποθανὼν δι᾽ ἡμᾶς καὶ ἐγερθεὶς ἐκ νεκρῶν ὑπὲρ ἡμῶν, οὐκέτι ἀποθνήσκει, οὕτω καὶ ἡμεῖς, βαπτισθέντες εἰς τὸν θάνατον ἐν τῷ ὁμοιώματι, ἀποθάνωμεν τῇ ἁμαρτίᾳ· καὶ διὰ τῆς ἐκ τοῦ βαπτίσματος ἀνόδου, ὥσπερ ἐκ νεκρῶν ἐγερθέντες, ζήσωμεν τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ, καὶ μηκέτι ἀποθάνωμεν, τουτέστι, μηκέτι ἁμαρτήσωμεν· διότι «Ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται.» Καὶ ὥσπερ ἐκείνου ὁ θάνατος οὐ κυριεύει, οὕτω καὶ ἡμῶν μηκέτι κυριεύσῃ ἡ ἁμαρτία· τουτέστι, μηκέτι αὐτὴν ποιῶμεν.

Καὶ ὅτι «Ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας·» ἀπαλλοτριωθέντες δὲ τῆς τοιαύτης δουλείας κατὰ πάντα τρόπον, ὡς ἐδήλωσεν ὁ Ἀπόστολος εἰπών· «Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις,» ζήσωμεν τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ ἐλευθερώσαντι ἡμᾶς, καθὼς γέγραπται· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.» Πολὺ δὲ πρότερον τῆς ἁμαρτίας, δηλονότι χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καθὼς γέγραπται· «Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί· οὕτω διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί.

Στήκετε οὖν, φησὶ, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.» Καὶ ὥσπερ αὐτὸς τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ· οὕτω καὶ ἡμεῖς ἐν τῷ τοῦ ὕδατος βαπτισμῷ, ὅπερ ἐστὶν ὁμοίωμα τοῦ σταυροῦ καὶ τοῦ θανάτου, ἀποθανόντες τῇ ἁμαρτίᾳ ἐφάπαξ, φυλάξωμεν ἑαυτοὺς, καὶ μηκέτι ἐπανέλθωμεν ἐπὶ τὴν ἁμαρτίαν. Διαμείνωμεν δὲ ζῶντες τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ εἰπόντι· «Ὁ ἐμοὶ διακονῶν ἐμοὶ ἀκολουθήτω,» ἐν τῷ φυλάσσειν πρῶτον μὲν τὸ αὐτοῦ τοῦ Κυρίου πρόσταγμα, εἰπόντος· «Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς·» ἔπειτα δὲ καὶ τὸ τοῦ Ἀποστόλου παράγγελμα, γράψαντος· «Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.» Κατορθοῦται δὲ τούτων ἕκαστον, ἐὰν, ἄξια τῆς ἐπουρανίου κλήσεως φρονοῦντες, ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολιτευώμεθα, καὶ δυνηθῶμεν ἀληθεύοντες εἰπεῖν· «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντες τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Καὶ οὕτω κατορθοῦται τὸ, «Μείνατε ἐν τῇ ἀγάπῃ μου.

Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ» «Μηδεμίαν δὲ ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία· ἐν παντὶ δὲ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι,» ἀψευδῆ καὶ ἀληθῆ ἐπιδειξώμεθα τὴν ἐν τῷ βαπτίσματι ἐπαγγελίαν, ἐν τῷ φυλάσσειν τὰ ὑπὸ τοῦ Ἀποστόλου παρακλητικῶς πρὸς τοὺς συμφυτευθέντας τῷ Χριστῷ καὶ συνεγερθέντας εἰρημένα οὕτως· «Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτῆς. Μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡς ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ.»

Καὶ πάλιν· «Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος· τὰ ἄνω φρονεῖτε, καὶ μὴ τὰ ἐπὶ τῆς γῆς·» ὡς οἶμαι, ἀναπόδοτον οὕτω διευκρινήσαντος ἡμῖν τοῦ Ἀποστόλου, δι᾽ ὀλίγων γοῦν τῶν μνημονευθέντων τὴν προλαβοῦσαν μεγάλην τῆς ἀμετρήτου φιλανθρωπίας τοῦ Θεοῦ χάριν ἐν ἀγάπῃ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, οὗ ἡ μέχρι θανάτου ὑπακοὴ ἡμῖν ἐγένετο, καθὼς γέγραπται, λύτρωσις ἁμαρτημάτων, ἐλευθερία τοῦ ἐν τῷ ἀπ᾽ αἰῶνος παραπτώματι βασιλεύοντος θανάτου, καταλλαγὴ τῷ Θεῷ, δύναμις τῆς πρὸς Θεὸν εὐαρεστήσεως, δικαιοσύνης δωρεὰ, κοινωνία τῶν ἁγίων ἐν τῇ αἰωνίῳ ζωῇ, βασιλείας οὐρανῶν κληρονομία, καὶ μυρίων ἄλλων ἀγαθῶν βραβεῖον· σοφῶς δὲ καὶ ἰσχυρῶς παραδεδωκότος ἡμῖν, διὰ τῶν συνημμένως ἐπενεχθέντων, τὸν ἐν τῷ ὕδατι εἰς τὸν θάνατον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ βαπτίσματος λόγον.

Δι᾽ ὧν ἐπαίδευσεν ἡμᾶς ἀσφαλίζεσθαι ἑαυτοὺς, μὴ εἰς κενὸν τὴν τοσαύτην καὶ τοιαύτην χάριν δέξασθαι, εἰπὼν ἃ καὶ προσεῖπον· «Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτῆς. Μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτία, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡς ἐκ νεκρῶν ζῶντας· καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ,» καὶ τὰ ἑξῆς.

Δι᾽ ὧν παντάπασιν ἀποστήσας μὲν ἡμᾶς πάσης ἁμαρτίας καὶ τῆς κατὰ νόμον δικαιοσύνης, προσαγαγὼν δὲ τῇ κατὰ Θεὸν δικαιοσύνῃ σφοδρότερον διὰ φρικωδεστέρας ἀπειλῆς, καὶ ἀγαθῆς καὶ ποθεινοτάτης ἐπαγγελίας, ἐν τῷ εἰπεῖν· «Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος· τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν,» μιμεῖσθαι πάλιν τὸν Κύριον, καὶ τῆς κατὰ νόμον δικαιοσύνης κρείττονας ἡμᾶς γενέσθαι παιδεύει, ἐπαγαγών· «Ἢ ἀγνοεῖτε, ἀδελφοὶ (γινώσκουσι γὰρ νόμον λαλῶ), ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ᾽ ὅσον χρόνον ζῇ; Ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. Ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς, μοιχαλὶς χρηματίσει, ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα, γενομένην ἀνδρὶ ἑτέρῳ. Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, ἵνα καρποφορήσωμεν τῷ Θεῷ. Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκὶ, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν, εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ. Νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος,» καὶ τὰ ἑξῆς.

Δι᾽ ὧν παιδευόμεθα θαυμάζειν τὴν ἀνεκδιήγητον φιλανθρωπίαν τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ, καὶ φρικωδέστερον καθαρεύειν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος.

Τὴν δὲ διαφορὰν τοῦ πνεύματος πρὸς τὸ γράμμα, ἐν ἑτέρῳ τόπῳ σύγκρισιν ποιούμενος τοῦ νόμου καὶ τοῦ Εὐαγγελίου, κατὰ ἀπόφασιν δεικνύει, λέγων· «Τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ·» γράμμα δὲ λέγων τὸν νόμον, ὡς διὰ τῶν προγεγραμμένων καὶ ἐπιφερομένων δηλοῦται· πνεῦμα δὲ τὴν τοῦ Κυρίου διδασκαλίαν, αὐτοῦ τοῦ Κυρίου εἰπόντος· «Τὰ ῥήματά μου πνεῦμά ἐστι, καὶ ζωή ἐστιν.» Εἰ δὲ ἡ κατὰ νόμον δικαιοσύνη σπουδαζομένη τισὶ τῶν ἐν τῷ βαπτίσματι καθομολογησάντων ἑαυτοὺς τῷ Θεῷ μηκέτι ἑαυτοῖς ζῇν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι, μοιχείας κρῖμα ἐπάγει, ὡς διὰ τῶν προειρημένων σαφῶς δέδεικται, τί ἄν τις εἴποι περὶ παραδόσεων ἀνθρωπίνων; Περὶ δὲ τῆς κατὰ νόμον δικαιοσύνης ὁ αὐτὸς Ἀπόστολος σφοδρότερον ἀποφαίνεται, εἰπών· «Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι τὰ πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου, δι᾽ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ Ἰησοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην.»

Περὶ μὲν οὖν παραδόσεων ἀνθρωπίνων τὸ κρῖμα φανερὸν ἐκ τῶν τοῦ Κυρίου ῥημάτων· περὶ δὲ λογισμῶν ἰδίων ἐν σοφίᾳ ἀνθρωπίνῃ ἀγωνιστικώτερον τὴν καθαίρεσιν ποιεῖσθαι ὁ Ἀπόστολος ἐδίδαξεν, εἰπών· «Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.» Ἢ ὅλως περὶ δικαιοσύνης τῆς ἑκάστῳ φαινομένης, κἂν διὰ Θεὸν ᾖ ἐσπουδασμένως γινομένη· περὶ ἧς φησι πάλιν ὁ αὐτός· «Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν. Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.» Ὡς ἐκ τούτων καὶ τῶν τοιούτων φανερὸν εἶναι τὸ κρῖμα τῶν θελόντων σοφίζεσθαι τὰ κρίματα τοῦ Θεοῦ. Γέγραπται γάρ· «Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες·» τοῦ Κυρίου φανερώτερον ἀποφηναμένου, ὅτι ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς τὸ παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.

Διόπερ πάντων ὁμοῦ καθαρεῦσαι ἀναγκαῖον, τῶν τε τοῦ διαβόλου ἐπιθυμιῶν, καὶ τῶν τοῦ κόσμου μετεωρισμῶν, καὶ τῶν ἀνθρωπίνων παραδόσεων, καὶ τῶν ἰδίων θελημάτων, κἂν εὐπροσωπότεροι εἶναι δόξωσι, καὶ ὑπὸ τοῦ νόμου συνηγορῶνται, ἐὰν καὶ πρὸς ὀλίγον ἀναβολὴν ἐμποιήσωσι τῇ ὀφειλομένῃ ὀξυτάτῃ σπουδῇ τῶν θελημάτων τοῦ Θεοῦ· ἵνα οἱ ἐν τῷ τοιούτῳ βαπτίσματι ὁμολογήσαντες συνεσταυρῶσθαι τῷ Χριστῷ, συντεθνηκέναι, συντεθάφθαι, συμπεφυτεῦσθαι, συνεγηγέρθαι, παῤῥησίαν ἔχωσι μετὰ ἀληθείας εἰπεῖν· «Ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι (πολὺ δὲ πρότερον τῷ διαβόλῳ), καὶ ὁ κόσμος ἐμοί. Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός·» περισσείαν τῆς κατὰ τὸν νόμον δικαιοσύνης διδάσκων, ἵνα βασιλείας οὐρανῶν καταξιωθῶμεν Καιρὸς ἂν εἴη λοιπὸν εἰς κατανόησιν ἡμᾶς ἐλθεῖν, καὶ διὰ τῆς εἰς Χριστὸν πίστεως σύνεσιν ἡμᾶς λαβεῖν, καὶ γνῶναι τί ἐστι τὸ ἐν τῷ ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος βαπτισθῆναι.