Ὁ γὰρ ἐσθίων καὶ πίνων, δηλονότι εἰς ἀνεξάλειπτον μνήμην τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, καὶ ἐγερθέντος, τὸν δὲ λόγον τῆς μνήμης, τῆς μέχρι θανάτου ὑπακοῆς τοῦ Κυρίου, μὴ πληρῶν κατὰ τὴν τοῦ Ἀποστόλου διδασκαλίαν, καθὼς προείρηται εἰπόντος· «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον (ὅπερ ὡμολογήσαμεν ἐν τῷ βαπτίσματι), καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι·» οὐδὲν ἔχει ὄφελος κατὰ τὴν ἀπόφασιν τοῦ Κυρίου εἰπόντος, ὅτι «Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν.» Προστίθησι δὲ καθ᾽ ἑαυτοῦ ὁ τοιοῦτος καὶ τὸ κρῖμα τοῦ Ἀποστόλου, λέγοντος· «Ὁ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου.» Οὐ μόνον γὰρ κρῖμα φοβερὸν ἔχει ὁ ἐν μολυσμῷ σαρκὸς καὶ πνεύματος ἀναξίως προσερχόμενος τοῖς ἁγίοις· προσερχόμενος γὰρ, ἔνοχος γίνεται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου· ἀλλὰ καὶ ὁ ἀργῶς καὶ ἀνωφελῶς ἐσθίων καὶ πίνων, ἐν τῷ μὴ διὰ τῆς μνήμης τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος Ἰησοῦ Χριστοῦ, τοῦ Κυρίου ἡμῶν, τὸ εἰρημένον φυλάσσειν, ὅτι «Ἡ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον,» καὶ τὰ ἑξῆς.