Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ βαπτίσματος

Μέγας Βασίλειος

Λόγος Γ΄: Η αναγκαιότητα και οι προϋποθέσεις της Θείας Ευχαριστίας

Η διδασκαλία περί της μεταλήψεως του σώματος και του αίματος του Χριστού, η μνήμη του σταυρικού θανάτου και ο κίνδυνος της ανάξιας συμμετοχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 5 από 8

ΛΟΓΟΣ Γʹ. Ὅτι δεῖ τὸν ἀναγεννηθέντα διὰ τοῦ βαπτίσματος, τρέφεσθαι λοιπὸν τῇ μεταλήψει τῶν θείων μυστηρίων. Θεοῦ τοῦ ἀγαθοῦ χάριτι, τῇ μνήμῃ τῶν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος ῥημάτων, καὶ τῶν ἁγίων αὐτοῦ εὐαγγελιστῶν τε καὶ προφητῶν, καὶ τοῦ Ἀποστόλου αὐτάρκως ἡμῖν σαφηνισάντων τὸν περὶ τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βαπτίσματος λόγον, ἐπαιδεύθημεν, ὅτι τὸ μὲν ἐν τῷ πυρὶ βάπτισμα ἐλεγκτικὸν μέν ἐστι πάσης κακίας, δεκτικὸν δὲ τῆς κατὰ Χριστὸν δικαιοσύνης, μῖσος μὲν ἐμποιοῦν τῆς κακίας, ἐπιθυμίαν δὲ τῆς ἀρετῆς. Διὰ δὲ τῆς πίστεως ὑπὸ τοῦ αἵματος τοῦ Χριστοῦ ἐκαθαρίσθημεν ἀπὸ πάσης ἁμαρτίας, ἐν δὲ τῷ ὕδατι βαπτισθέντες εἰς τὸν θάνατον τοῦ Κυρίου, ὥσπερ ἔγγραφον ὁμολογίαν κατεθέμεθα, νενεκρῶσθαι μὲν τῇ ἁμαρτίᾳ καὶ τῷ κόσμῳ, ζωοποιεῖσθαι δὲ τῇ δικαιοσύνῃ· καὶ οὕτως ἐν τῷ ὀνόματι τοῦ ἁγίου Πνεύματος βαπτισθέντες, ἄνωθεν ἐγεννήθημεν· γεννηθέντες δὲ, καὶ ἐν τῷ ὀνόματι τοῦ Υἱοῦ βαπτισθέντες, τὸν Χριστὸν ἐνεδυσάμεθα, ἐνδυσάμενοι δὲ τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα, ἐν τῷ ὀνόματι τοῦ Πατρὸς ἐβαπτίσθημεν, καὶ τέκνα Θεοῦ ἀνηγορεύθημεν.

Χρεία οὖν λοιπὸν τρέφεσθαι ἡμᾶς τροφὴν ζωῆς αἰωνίου, ἥντινα παρέδωκεν ἡμῖν πάλιν ὁ αὐτὸς μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ποτὲ μὲν εἰπών· «Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος τοῦ Θεοῦ.» Καὶ πῶς τοῦτο γένηται, ἐδίδαξεν ἐν τῷ εἰπεῖν· «Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.» Καὶ πάλιν προσθεὶς τὸ «Ἀμὴν» δεύτερον πρὸς βεβαίωσιν τῶν ἐπιφερομένων, καὶ πληροφορίαν τῶν ἀκουόντων, φησίν· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἡ γὰρ σάρξ μου ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις. Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.» Καὶ μετ᾽ ὀλίγα γέγραπται· «Πολλοὶ οὖν, ἀκούσαντες τὸν λόγον τῶν μαθητῶν αὐτοῦ, εἶπον· Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; Εἰδὼς δὲ ὁ Κύριος ἐν ἑαυτῷ, ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς· Τοῦτο ὑμᾶς σκανδαλίζει; Ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν· ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν.

Τὰ ῥήματά μου πνεῦμά ἐστι, καὶ ζωή ἐστιν. Ἀλλ᾽ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾜδει γὰρ ὁ Ἰησοῦς ἐξ ἀρχῆς, τίνες εἰσὶν οἱ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. Καὶ ἔλεγεν· Διὰ τοῦτο εἴρηκα ὑμῖν, ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός μου. Ἐκ τούτου πολλοὶ ἀπῆλθον ἐκ τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ᾽ αὐτοῦ περιεπάτουν. Εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; Ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις, καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν, ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Καὶ πρὸς τῷ τέλει τῶν Εὐαγγελίων γέγραπται· «Λαβὼν οὖν ὁ Ἰησοῦς ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς, καὶ εἶπε· Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν κλώμενον. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.

Καὶ λαβὼν τὸ ποτήριον, καὶ εὐχαριστήσας. ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ μού ἐστι τὸ αἷμα τὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.» Μαρτυρεῖ δὲ τούτοις καὶ ὁ Ἀπόστολος, λέγων· «Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ, ἧ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ εἶπε· Τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν κλώμενον. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἔλθῃ.» Τί οὖν ὠφελεῖ τὰ ῥήματα ταῦτα; Ἵνα ἐσθίοντές τε καὶ πίνοντες, ἀεὶ μνημονεύωμεν τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος, καὶ οὕτω παιδευθῶμεν ἀναγκαίως φυλάξαι ἐνώπιον Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ τὸ δόγμα τὸ ὑπὸ τοῦ Ἀποστόλου παραδεδομένον, ἐν τῷ εἰπεῖν· «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.»

Ὁ γὰρ ἐσθίων καὶ πίνων, δηλονότι εἰς ἀνεξάλειπτον μνήμην τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, καὶ ἐγερθέντος, τὸν δὲ λόγον τῆς μνήμης, τῆς μέχρι θανάτου ὑπακοῆς τοῦ Κυρίου, μὴ πληρῶν κατὰ τὴν τοῦ Ἀποστόλου διδασκαλίαν, καθὼς προείρηται εἰπόντος· «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον (ὅπερ ὡμολογήσαμεν ἐν τῷ βαπτίσματι), καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι·» οὐδὲν ἔχει ὄφελος κατὰ τὴν ἀπόφασιν τοῦ Κυρίου εἰπόντος, ὅτι «Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν.» Προστίθησι δὲ καθ᾽ ἑαυτοῦ ὁ τοιοῦτος καὶ τὸ κρῖμα τοῦ Ἀποστόλου, λέγοντος· «Ὁ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου.» Οὐ μόνον γὰρ κρῖμα φοβερὸν ἔχει ὁ ἐν μολυσμῷ σαρκὸς καὶ πνεύματος ἀναξίως προσερχόμενος τοῖς ἁγίοις· προσερχόμενος γὰρ, ἔνοχος γίνεται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου· ἀλλὰ καὶ ὁ ἀργῶς καὶ ἀνωφελῶς ἐσθίων καὶ πίνων, ἐν τῷ μὴ διὰ τῆς μνήμης τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος Ἰησοῦ Χριστοῦ, τοῦ Κυρίου ἡμῶν, τὸ εἰρημένον φυλάσσειν, ὅτι «Ἡ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον,» καὶ τὰ ἑξῆς.

Ὥσπερ γὰρ ἀσυνειδήτως καὶ ἀνωφελῶς τοσοῦτον καὶ τοιοῦτον ἀγαθὸν καταργῶν, καὶ ὥσπερ ἀχαρίστως προσερχόμενος τῷ τοιούτῳ μυστηρίῳ, τὸ κρῖμα ἔχει τῆς ἀργίας· τοῦ Κυρίου καὶ τοὺς ῥῆμα ἀργὸν προϊεμένους ἀκρίτους εἶναι μὴ συγχωρήσαντος, σφοδρότερον δὲ παριστῶντος τὸ κρῖμα τῆς ἀργίας διὰ τοῦ τὸ τάλαντον ἐν ἀργίᾳ φυλάξαντος ἀκέραιον· τοῦ δὲ Ἀποστόλου παραδεδωκότος ἡμῖν, ὅτι καὶ ὁ τὸ ἀγαθὸν προφέρων ῥῆμα, μὴ εἰς οἰκοδομὴν δὲ τῆς πίστεως οἰκονομῶν, λυπεῖ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ οὕτω συνορᾷν ὀφείλομεν τὸ κρῖμα τοῦ ἀναξίως ἐσθίοντος καὶ πίνοντος.

Εἰ δὲ καὶ ὁ τὸν ἀδελφὸν διὰ βρῶμα λυπῶν τῆς ἀγάπης ἐκπέπτωκεν, ἧς ἄνευ καὶ τὰ μεγάλα τῶν τε χαρισμάτων καὶ τῶν δικαιωμάτων ἐνεργούμενα οὐδὲν ὠφελεῖ, τί ἄν τις εἶποι περὶ τοῦ ἀργῶς καὶ ἀνωφελῶς τολμῶντος φαγεῖν τὸ σῶμα, καὶ πιεῖν τὸ αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τοῦτο περισσοτέρως λυποῦντος τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τολμῶντος ἄνευ τῆς συνεχούσης ἀγάπης, ὥστε κρῖναι μὴ ἑαυτῷ ζῇν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, φαγεῖν καὶ πιεῖν; Δεῖ οὖν τὸν προσιόντα τῷ σώματι καὶ τῷ αἵματι τοῦ Χριστοῦ, εἰς ἀνάμνησιν αὐτοῦ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος, μὴ μόνον καθαρεύειν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἵνα μὴ εἰς κρῖμα φάγῃ καὶ πίῃ, ἀλλὰ καὶ ἐνεργῶς δεικνύειν τὴν μνήμην τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος, ἐν τῷ νενεκρῶσθαι μὲν τῇ ἁμαρτίᾳ καὶ τῷ κόσμῳ καὶ ἑαυτῷ, ζῇν δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.