Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Προκαταρκτικὴ ἀσκητικὴ διδασκαλία

Μέγας Βασίλειος

Ο πνευματικός πόλεμος, το μαρτύριο και η ουράνια δόξα

Ορίζεται η πνευματική φύση του πολέμου κατά των αόρατων εχθρών και των λογισμών, ενώ εξαίρεται η καρτερία στους διωγμούς που οδηγεί στην αιώνια ζωή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 3

Ἀδύνατον γὰρ ἐν τῇ θείᾳ στρατείᾳ τοῦτο. Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ. Οὐ νικᾷ σε σώματος φύσις, οὐδὲ ἄγχει σε μὴ βουλόμενον· οὐ δεσμώτην ἀντ᾽ ἐλευθέρου ποιεῖ. Οὐ ζήτει ἐν γῇ καταλιπεῖν παῖδας, ἀλλ᾽ ἀναγαγεῖν εἰς τὸν οὐρανόν· οὐ σωματικοῖς προσκολλᾶσθαι γάμοις, ἀλλὰ πνευματικῶν ὀρέγεσθαι, ἄρχειν ψυχῶν, καὶ παιδογονεῖν πνευματικῶς. Τὸν νυμφίον μιμοῦ τὸν οὐράνιον· καθαίρει πολεμίων ἀοράτων ἐπαναστάσεις· ἀρχαῖς καὶ ἐξουσίαις πολέμει, ἐξελαύνων αὐτὰς πρῶτον μὲν τῆς ἑαυτοῦ ψυχῆς, ἵνα μηδένα κλῆρον ἔχωσιν ἐν σοὶ, ἔπειτα τῶν σοι προσφευγόντων καί σε προβαλλομένων ἡγεμόνα καὶ πρόμαχον τῶν διὰ τοῦ σοῦ λόγου φυλαττομένων. Καθαίρει λογισμοὺς ἐπανισταμένους τῇ πίστει τοῦ Χριστοῦ· πολέμει διὰ τοῦ λόγου τῆς εὐσεβείας πρὸς τὸν ἀσεβῆ καὶ πονηρὸν λογισμόν. Λογισμοὺς γὰρ, φησὶ, καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Καὶ μάλιστα μὲν θάρσει τῇ τοῦ μεγάλου βασιλέως χειρὶ, φοβούσῃ καὶ τροπουμένῃ τοὺς ὑπεναντίους, ἐπειδὰν μόνον φανῇ· ἐπὰν δὲ καὶ διὰ κινδύνων ἀγαθὸν θέλῃ σε γενέσθαι, καὶ τὸ στράτευμα τὸ ἑαυτοῦ θελήσῃ συμβαλεῖν τῷ στρατεύματι τῷ ὑπεναντίῳ, ἐνταῦθα σὺ πρὸς πάντα πόνον ἀήττητος ἔσο τῇ παρασκευῇ, καὶ πρὸς κίνδυνον ἄτρεπτος τῇ ψυχῇ, καὶ γῆν ἐκ γῆς μετανίστασο προθύμως, καὶ θάλατταν ἐκ θαλάττης.

Ὅταν γὰρ διώκωσιν ὑμᾶς, φησὶ, φεύγετε ἀπὸ πόλεως εἰς πόλιν. Καὶ εἰς δικαστήριον ὅταν δέῃ καλεῖσθαι, καὶ πρὸς ἄρχοντας παραστῆναι, καὶ δήμων ἐπαναστάσεις ὑπενεγκεῖν, καὶ δημίου βλέμμα φοβερὸν ἰδεῖν, καὶ σκληρὰν ἀκοῦσαι φωνὴν, καὶ κολαστηρίων ὄψιν ὑπομεῖναι χαλεπὴν, καὶ πειραθῆναι βασάνων, καὶ μέχρι θανάτου διαγωνίσασθαι, μὴ ἀπειθήσῃς πρὸς ἅπαντα ταῦτα, πρὸ ὀφθαλμῶν ἔχων τὸν ὑπὲρ σοῦ ἐν τούτοις γενόμενον Χριστὸν, εἰδὼς, ὅτι διὰ τὸν Χριστὸν ἐν τούτοις γενέσθαι σε δεῖ, καὶ νικήσεις ἐν τούτοις. Νικητῇ γὰρ ἀκολουθεῖς βασιλεῖ, τῆς νίκης αὐτοῦ βουλομένῳ σε γενέσθαι κοινωνόν. Οὐδὲ γὰρ ἀποθανὼν ἡττήθης, ἀλλὰ τότε δὴ καὶ τελεώτατα ἐνίκησας, ἄχρι τέλους ἄτρεπτον φυλάξας τὴν ἀλήθειαν σεαυτῷ, καὶ τὴν ὑπὲρ τῆς ἀληθείας παῤῥησίαν ἀμετακίνητον σχών.

Καὶ ἀπὸ τοῦ θανάτου μὲν πρὸς αἰώνιον ὁδεύσεις ζωὴν, ἀπὸ δὲ τῆς παρὰ ἀνθρώποις ἀτιμίας ἐπὶ τὴν δόξαν τὴν παρὰ Θεοῦ, καὶ ἀπὸ τῶν ἐν κόσμῳ θλίψεων καὶ κολάσεων ἐπὶ τὰς αἰωνίους ἀναπαύσεις τὰς σὺν ἀγγέλοις. Γῆ σε πολίτην οὐκ ἀπεδέξατο, ἀλλ᾽ οὐρανὸς ὑποδέξεται, κόσμος ἐδίωξεν, ἀλλὰ βαστάσουσιν ἄγγελοι παραστῆσαί σε Χριστῷ· καὶ φίλος κληθήσῃ, καὶ τὸν ποθεινότατον ἔπαινον ἀκούσεις· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, στρατιῶτα γενναῖε, καὶ μιμητὰ τοῦ Δεσπότου, βασιλέως ἀκόλουθε, ἐγώ σε τοῖς ἐμοῖς ἀμείψομαι δώροις· ἐγὼ τῶν σῶν ἀκούσομαι λόγων, ἐπεὶ καὶ σὺ τῶν ἐμῶν. Αἰτήσεις ἀδελφῶν σωτηρίαν καταπονουμένων, καὶ τοῖς κοινωνοῖς τῆς πίστεως καὶ τοῖς μύσταις τῆς ἱερᾶς ἀγάπης λήψῃ παρὰ τοῦ βασιλέως τὴν τῶν ἀγαθῶν μετουσίαν· χορεύσεις δὲ τὰς αἰωνίους χορείας, καὶ μεταξὺ τῶν ἀγγέλων στεφανηφορήσεις, βασιλεύων κτίσεως ὑπὸ τῷ βασιλεῖ, καὶ συνδιαιωνίζων μακαρίως τῷ τῆς μακαριότητος χορῷ. Εἰ δὲ καὶ ἐπὶ κόσμου σε καταλεῖψαι ἔτι μετὰ τοὺς ἀγῶνας θέλοι, ἵνα καὶ πλείονας ἀγῶνας καὶ ποικίλους διαγωνίσῃ, καὶ σώσῃς ἐκ τῶν ἀοράτων καὶ ὁρατῶν πολέμων πολλοὺς, μεγάλη σου καὶ κατὰ γῆν ἡ δόξα, καὶ παρὰ τοῖς φίλοις ἔσῃ τίμιος, προστάτην σε καὶ βοηθὸν καὶ πρεσβευτὴν ἀγαθὸν εὑρηκόσιν.