Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Πρόλογος 5

Μέγας Βασίλειος

Ο σκοπός του ασκητικού βίου και η κοινοκτημοσύνη

Η απογύμνωση από τα πάθη, η απόταξη των υλικών αγαθών με γνώμονα τη σωτηρία της ψυχής και η εξυπηρέτηση των πραγματικών αναγκών της αδελφότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΑΣΚΗΤΙΚΟΣ. Ὁ ἀσκητικὸς βίος ἕνα σκοπὸν ἔχει, τὴν τῆς ψυχῆς σωτηρίαν, καὶ δεῖ πᾶν τὸ δυνάμενον πρὸς αὐτὴν συνεργῆσαι τὴν πρόθεσιν, ὡς θείαν ἐντολὴν οὕτω μετὰ φόβου παραφυλάττειν. Οὐδὲ γὰρ αὐταὶ αἱ ἐντολαὶ τοῦ Θεοῦ πρὸς ἄλλο τι βλέπουσιν, εἰ μὴ πρὸς τὸ σωθῆναι τὸν ὑπακούοντα. Χρὴ τοίνυν, καθάπερ οἱ ἐπὶ τὸ λουτρὸν εἰσιόντες γυμνοῦνται παντὸς περιβλήματος, οὕτω καὶ τοὺς τῇ ἀσκητικῇ προσερχομένους ζωῇ, πάσης ὕλης βιωτικῆς γυμνωθέντας, ἐντὸς τοῦ κατὰ φιλοσοφίαν γενέσθαι βίου.

Τὸ μὲν οὖν προηγούμενόν ἐστι, καὶ οὗ μάλιστα προσήκει τὸν Χριστιανὸν ἐπιμελεῖσθαι, γυμνωθῆναι τὰ κατὰ τὴν κακίαν πάθη τὰ ποικίλα τε καὶ διάφορα, δι᾽ ὧν μολύνεται ἡ ψυχή· χρὴ δὲ κατὰ δεύτερον λόγον καὶ τὴν τῶν ὑπαρχόντων ἀποταγὴν κατορθωθῆναι τῷ πρὸς τὸν ὑψηλὸν ἀποβλέποντι βίον, διότι πολὺν παρέχει περισπασμὸν τῇ ψυχῇ ἡ τῶν ὑλικῶν πραγμάτων φροντίς τε καὶ ἐπιμέλεια. Ὅταν οὖν πλείους, πρὸς τὸν αὐτὸν βλέποντες τῆς σωτηρίας σκοπὸν, τὴν μετ᾽ ἀλλήλων ζωὴν καταδέξωνται, χρὴ τοῦτο πρὸ πάντων ἐν αὐτοῖς κρατηθῆναι, τὸ μίαν ἐν πᾶσι καρδίαν εἶναι, καὶ θέλημα ἓν, καὶ μίαν ἐπιθυμίαν, καὶ, καθὼς νομοθετεῖ ὁ Ἀπόστολος, ἓν γενέσθαι σῶμα ἐκ διαφόρων μελῶν συνηρμοσμένον πᾶν τὸ πλήρωμα τῆς συνοδίας. Τοῦτο δὲ οὐκ ἔστιν ἄλλως κατορθωθῆναι, εἰ μὴ ἐκεῖνο κρατήσειε, τὸ μὴ ἐπονομάζεσθαί τινι ἀποτεταγμένως μήτε ἱμάτιον, μήτε σκεῦος, μήτε ἄλλο τι τῶν εἰς τὴν κοινὴν ζωὴν χρησιμευόντων, ἵνα ἕκαστον τούτων τῆς χρείας ᾗ, καὶ μὴ τοῦ κεκτημένου. Καὶ ὥσπερ ἀνάρμοστόν ἐστι τῷ μείζονι σώματι τὸ μικρὸν ἱμάτιον, ἢ τῷ μικροτέρῳ τὸ τελειότερον, ἀλλ᾽ ἑκάστῳ τὸ σύμμετρόν ἐστι καὶ ἐπωφελὲς καὶ εὐάρμοστον· οὕτω καὶ τὰ ἄλλα πάντα, ἡ κλίνη, τὰ στρώματα, τὸ θερμὸν περιβόλαιον, τὸ ὑπόδημα, τοῦ πάνυ χρῄζοντος, οὐχὶ τοῦ κεκτημένου εἶναι ὀφείλει.

Καθάπερ γὰρ τῷ φαρμάκῳ ὁ τραυματισθεὶς, οὐχ ὁ ὑγιαίνων, κέχρηται, οὕτω καὶ τῶν πρὸς τὴν ἄνεσιν τοῦ σώματος ἐπινοουμένων, οὐχ ὁ τρυφῶν, ἀλλ᾽ ὁ χρῄζων τῆς ἀνέσεως ἀπολαύει.