Ἔργον
Μέγας Βασίλειος – Πρόλογος 5
Αδελφική αγάπη και ασκητική ευταξία
Προτροπές για αμερόληπτη αγάπη προς όλα τα μέλη, αποφυγή των σαρκικών δεσμών και των φατριών, καθώς και τήρηση κανόνων για τη συναναστροφή και την ομιλία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Αδελφική αγάπη και ασκητική ευταξία
Προτροπές για αμερόληπτη αγάπη προς όλα τα μέλη, αποφυγή των σαρκικών δεσμών και των φατριών, καθώς και τήρηση κανόνων για τη συναναστροφή και την ομιλία.
Ὁ γὰρ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· καὶ ὁ τῆς ὑπακοῆς μισθὸς μείζων τοῦ κατὰ τὴν ἐγκράτειάν ἐστι κατορθώματος. Οὕτω προσήκει κοινὴν καὶ ἴσην πᾶσι πρὸς ἀλλήλους τὴν ἀγάπην εἶναι, ὡς φυσικῶς πρὸς τὰ καθ᾽ ἕκαστον ἑαυτοῦ μέλη ὁ ἄνθρωπος ἔχει, ἐπίσης θέλων παντὶ τῷ σώματι τὴν ὑγείαν, διότι καὶ ὁ πόνος ἑκάστου μέλους ἴσην παρέχει τῷ σώματι τὴν ἀηδίαν. Ἀλλ᾽ ὥσπερ ἐν ἡμῖν αὐτοῖς ὁ μὲν πόνος ἑκάστου τῶν ἀῤῥωστούντων μελῶν ἴσως ἅπτεται τοῦ παντὸς σώματος, ἔστι δὲ ὅμως ἕτερα ἑτέρων τιμιώτερα μέλη (οὐ γὰρ ὁμοίως περὶ τὸν ὀφθαλμὸν καὶ περὶ τὸν τοῦ ποδὸς δάκτυλον ἔχομεν, κἂν ὁ πόνος τὸ ἴσον ἔχῃ)· οὕτω τὴν μὲν συμπαθῆ διάθεσιν καὶ τὴν ἀγαπητικὴν σχέσιν ἴσην ἐπὶ πάντων· τῶν ἐν τῇ συνοδίᾳ ζώντων εἶναι παρ᾽ ἑκάστου προσήκει· ἡ δὲ τιμὴ, κατὰ τὸ εὔλογον, ἐπὶ τῶν χρησιμωτέρων τὸ πλέον ἕξει. Ἐπειδὴ δὲ ὀφειλέται πάντως εἰσὶ τοῦ ἀλλήλους ἀγαπᾷν τῷ ἴσῳ μέτρῳ τῆς διαθέσεως, ἀδίκημά ἐστιν ἐν συνοδίᾳ εὑρεθῆναι ἰδιαζούσας τινὰς φατρίας καὶ συσκηνίας. Ὁ γὰρ τὸν ἕνα ὑπὲρ τοὺς ἄλλους ἀγαπῶν κατηγορεῖ ἑαυτοῦ, ὡς ἐν τοῖς ἄλλοις μὴ ἔχων τὴν τελείαν ἀγάπην. Ὁμοίως οὖν ἀπόβλητός ἐστιν ἀπὸ συνοδίας ἥ τε ἀπρεπὴς μάχη καὶ ἡ μερικὴ διάθεσις. Ἀπὸ μὲν γὰρ τῆς μάχης ἔχθρα γίνεται· ἀπὸ δὲ τῆς μερικῆς φιλίας καὶ ἑταιρίας ὑποψίαι καὶ φθόνοι γίνονται.
Πανταχοῦ γὰρ ἡ τοῦ ἴσου στέρησις ἀρχὴ καὶ ὑπόθεσις φθόνου καὶ δυσμενείας τοῖς ἐλαττουμένοις γίνεται. Διὰ τοῦτο καὶ ἐντολὴν παρὰ Κυρίου ἐλάβομεν, μιμεῖσθαι τὴν ἀγαθότητα τοῦ ὁμοίως τὸν ἥλιον δικαίοις τε καὶ ἀδίκοις ἐπανατέλλοντος. Ὥσπερ οὖν ὁ Θεὸς κοινὴν δίδωσι πᾶσι τοῦ φωτὸς τὴν μετουσίαν, οὕτω καὶ οἱ μιμηταὶ τοῦ Θεοῦ κοινήν τε καὶ ὁμότιμον τὴν τῆς ἀγάπης ἀκτῖνα ἐπὶ πάντας φερέτωσαν.
Ὅπου γὰρ ἐλλείπει ἡ ἀγάπη, ἐκεῖ πάντως ἀντεισέρχεται τὸ μῖσος. Εἰ δὲ, καθώς φησιν Ἰωάννης, Ὁ Θεὸς ἀγάπη ἐστὶν, ἀνάγκη πᾶσα τὸ μῖσος εἶναι τὸν διάβολον. Ὥσπερ οὖν ὁ τὴν ἀγάπην ἔχων τὸν Θεὸν ἔχει, οὕτως ὁ τὸ μῖσος ἔχων τὸν διάβολον ἐν ἑαυτῷ τρέφει. Διὰ τοῦτο προσήκει τὴν μὲν ἀγάπην ἴσην καὶ ὁμοίαν παρὰ πάντων τοῖς πᾶσιν εἶναι, τὴν δὲ τιμὴν ἑκάστῳ κατὰ τὸ πρέπον γίνεσθαι. Ἐπὶ δὲ τῶν οὕτως ἀλλήλοις συναρμοζομένων, ἡ σωματικὴ συγγένεια οὐδὲν πλέον κατὰ τὴν ἀγάπην ἕξει· οὐδὲ εἴ τις ἀδελφός τινος κατὰ σάρκα εἴη, ἢ υἱὸς, ἢ θυγάτηρ, ἐν πλείονι διαθέσει πρὸς τὸν τῷ γένει προσήκοντα παρὰ τοὺς ἄλλους γενήσεται ἡ κοινωνία τοῦ αἵματος.
Ὁ γὰρ ἐν τούτοις τῇ φύσει ἀκολουθῶν κατηγορεῖ ἑαυτοῦ, ὅτι οὔπω τελείως ἀπέστη τῆς φύσεως, ἀλλ᾽ ἔτι ὑπὸ σαρκὸς διοικεῖται. Λόγος δὲ ἀνωφελὴς, καὶ ὁ διὰ τῆς πρὸς ἀλλήλους ὁμιλίας μετεωρισμὸς ἄκαιρος, ἀπειρημένος ἔστω. Ἀλλ᾽ εἴ τι χρήσιμον πρὸς οἰκοδομὴν τῶν ψυχῶν, τοῦτο προσήκει λαλεῖσθαι μόνον, καὶ αὐτὰ τὰ χρήσιμα εὐτάκτως κατὰ τὸν πρέποντα καιρὸν λαλεῖσθαι παρὰ τῶν τοιούτων προσώπων, οἷς ἐπιτέτραπται τὸ λαλεῖν. Εἰ δέ τις τῶν ὑποδεεστέρων εἴη, ἀναμενέτω τὴν προτροπὴν τοῦ ὑπερέχοντος. Οἱ δὲ ψιθυρισμοὶ, καὶ αἱ πρὸς τὸ οὖς ὁμιλίαι, καὶ αἱ διὰ τῶν νευμάτων σημασίαι, πάντα ταῦτα ἀπόβλητα ἔστω, διότι τὴν τῆς καταλαλιᾶς ὑποψίαν ὁ ψιθυρισμὸς ἔχει, καὶ ἡ διὰ τοῦ νεύματος σημασία ἔνδειξιν παρέχει τῷ ἀδελφῷ λανθάνοντος πράγματός τινος σκαιωρίας. Τὰ δὲ τοιαῦτα μίσους ἀρχὴ καὶ ὑποψίας γίνεται. Ὅταν δὲ πρὸς ἀλλήλους ᾖ τις κατὰ ἀνάγκην γινομένη διάλεξις, τὸ μέτρον τῆς φωνῆς ἡ χρεία ποιείτω, ὥστε τῷ μὲν ἐγγὺς ὄντι πραοτέρᾳ τῇ φωνῇ διαλέγεσθαι, τὸν δὲ πόῤῥωθεν ὄντα μείζονι προσκαλεῖσθαι τῇ φωνῇ. Τὸν δὲ συμβουλεύοντά τινι, ἢ ἐγκελευόμενον περί τινος, μείζονι καὶ καταπληκτικωτέρᾳ φωνῇ κεχρῆσθαι, ὡς ὑβριστικὸν, ἐν συνοδίᾳ μὴ ἔστω. Πρόοδος δὲ, πλὴν τῶν τεταγμένων καὶ ἀναγκαίων ἐξόδων, ἀπὸ ἀσκητηρίου οὐκ ἔστιν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.