Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Προοίμιον εἰς τὸ ἀσκητικὸν μέγα

Μέγας Βασίλειος

Εισαγωγή στον κοινό πνευματικό αγώνα

Προτροπή προς την αδελφότητα για την ανάληψη της φροντίδας της ψυχής και τον καθορισμό του σκοπού της ασκητικής συνάξεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 5

ΤΟΥ ΑΥΤΟΥ ΟΡΟΙ ΚΑΤΑ ΠΛΑΤΟΣ. ΠΡΟΟΙΜΙΟΝ. Ἐπειδὴ Θεοῦ χάριτι ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ συνεληλύθαμεν εἰς ταυτὸν οἱ ἕνα καὶ τὸν αὐτὸν σκοπὸν τοῦ βίου τοῦ κατ᾽ εὐσέβειαν ἐνστησάμενοι· καὶ ὑμεῖς μὲν εὔδηλοί ἐστε μαθεῖν τι τῶν πρὸς σωτηρίαν ἐπιποθοῦντες, ἐμοὶ δὲ ἀνάγκη ἀναγγέλλειν τὰ δικαιώματα τοῦ Θεοῦ, νυκτὸς καὶ ἡμέρας μεμνημένῳ τοῦ Ἀποστόλου λέγοντος, ὅτι Τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον· καιρὸς δὲ ἐπιτηδειότατος ἡμῖν ὁ παρὼν, καὶ τόπος οὗτος ἡσυχίαν παρέχων καὶ σχολὴν πᾶσαν ἀπὸ τῶν ἔξωθεν θορύβων, συνευξώμεθα ἀλλήλοις, ὥστε ἡμᾶς μὲν ἐν καιρῷ τοῖς συνδούλοις ἡμῶν δοῦναι τὸ σιτομέτριον· ὑμᾶς δὲ, λαβόντας τὸν λόγον, ὡς τὴν ἀγαθὴν γῆν, τέλειον καὶ πολυπλασίονα τὸν ἐν δικαιοσύνῃ καρπὸν ἀποδοῦναι, καθὼς γέγραπται. Παρακαλῶ οὖν ὑμᾶς διὰ τῆς ἀγάπης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ἁψώμεθά ποτε τῆς φροντίδος τῶν ψυχῶν ἡμῶν· λυπηθῶμεν ἐπὶ τῇ ματαιώσει τοῦ προλαβόντος βίου· ἀγωνισώμεθα ὑπὲρ τῶν μελλόντων εἰς δόξαν τοῦ Θεοῦ, καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ τοῦ προσκυνητοῦ καὶ ἁγίου Πνεύματος.