Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Προοίμιον εἰς τὸ ἀσκητικὸν μέγα

Μέγας Βασίλειος

Αναγκαιότητα της καθολικής εκπλήρωσης των εντολών

Θεολογική θεμελίωση του αδιαίρετου του θείου νόμου και αναίρεση της αντίληψης ότι η μερική υπακοή ή η τυπική ομολογία αρκούν για τη σωτηρία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 5

Ἡμεῖς δὲ βασιλείας μὲν οὐρανῶν ἐπιθυμεῖν λέγομεν, ἐξ ὧν δὲ ἔστιν αὐτῆς ἐπιτυχεῖν οὐ φροντίζομεν· ἀλλὰ μηδένα πόνον ὑπὲρ ἐντολῆς Κυρίου καταδεχόμενοι, τῶν ἴσων τιμῶν τεύξεσθαι τοῖς μέχρι θανάτου πρὸς τὴν ἁμαρτίαν ἀντικαταστᾶσιν ἐν τῇ ματαιότητι τοῦ νοὸς ἡμῶν ὑποτιθέμεθα. Τίς ἐν καιρῷ τῆς σπορᾶς οἴκοι καθήμενος ἢ καθεύδων, ἐνστάντος τοῦ θερισμοῦ, τὸν κόλπον ἐπλήρωσε τῶν δραγμάτων; τίς ἐτρύγησεν ἀμπελῶνα τὸν μὴ παρ᾽ αὐτοῦ πεφυτευμένον καὶ πεπονημένον; Ἐκείνων οἱ καρποὶ, ὧν καὶ οἱ πόνοι· αἱ τιμαὶ καὶ οἱ στέφανοι τῶν νενικηκότων εἰσί. Τίς ποτε στεφανοῖ τὸν μηδὲ ἀποδύντα πρὸς τὸν ἀντίπαλον; ὁπότε οὐ νικῆσαι δεῖ μόνον, ἀλλὰ καὶ νομίμως ἀθλῆσαι, κατὰ τὸν Ἀπόστολον· τοῦτο δέ ἐστι τὸ μηδὲ μικρὸν μὲν παριέναι τι τῶν διατεταγμένων· οὕτω δὲ ἕκαστον ποιῆσαι, ὡς προστετάγμεθα. Μακάριος γὰρ, φησὶν, ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος εὑρήσει, οὐχὶ ποιοῦντα ὡς ἔτυχεν, ἀλλὰ ποιοῦντα οὕτως· καὶ, Ἐὰν ὀρθῶς μὲν προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες. Ἡμεῖς δὲ, μίαν που τῶν ἐντολῶν πεποιηκέναι νομίσαντες (οὐ γὰρ ἂν φαίην, ὅτι ποιήσαντες· πᾶσαι γὰρ ἀλλήλων ἔχονται κατὰ τὸν ὑγιῆ τοῦ λόγου σκοπὸν, ὡς ἐν τῇ λύσει τῆς μιᾶς καὶ τὰς λοιπὰς ἐξ ἀνάγκης συγκαταλύεσθαι), οὐκ ἐπὶ τοῖς παρεθεῖσι τὴν ὀργὴν ἐκδεχόμεθα, ἀλλ᾽ ἐπὶ τῷ κατορθωθέντι δῆθεν τὰς τιμὰς ἀναμένομεν.

Ὁ ἐκ τῶν δέκα ταλάντων τῆς παρακαταθήκης ἕν που ἢ δύο παρακατασχὼν, τὰ δὲ λοιπὰ ἀποτίσας, οὐχὶ εὐγνώμων διὰ τὴν τῶν πλειόνων ἀπότισιν γνωρίζεται, ἀλλὰ ἄδικος καὶ πλεονέκτης ἐπὶ τῇ τῶν ἐλαττόνων ἀποστερήσει ἐλέγχεται. Τί δὲ λέγω ἀποστερήσει; ὁπότε ὁ τὸ ἓν τάλαντον πιστευθεὶς, εἶτα ἀποδοὺς αὐτὸ ἐκεῖνο ὁλόκληρον καὶ ἀκέραιον ὃ ὑπεδέξατο, ὅτι μὴ προσειργάσατο τῷ δοθέντι, κατακρίνεται.

Ὁ δέκα ἔτη τὸν πατέρα τιμήσας, μίαν δὲ πληγὴν ὕστερον ἐμβαλὼν μόνην, οὐχ ὡς εὐεργέτης τιμᾶται, ἀλλ᾽ ὡς πατραλοίας καταδικάζεται. Πορευθέντες, φησὶν ὁ Κύριος, μαθητεύσατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς, οὐχὶ τὰ μὲν τηρεῖν, τῶν δὲ ἀμελεῖν, ἀλλὰ τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. Καὶ ὁ Ἀπόστολος ἀκολούθως γράφει· Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ᾽ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι. Εἰ γὰρ μὴ πάντα ἡμῖν πρὸς τὸν τῆς σωτηρίας σκοπὸν ἀναγκαῖα ἦν, οὐδ᾽ ἂν ἐγράφησαν πᾶσαι αἱ ἐντολαὶ, οὐδ᾽ ἂν πᾶσαι φυλαχθῆναι ἀναγκαίως διηγορεύθησαν. Τί μοι τὸ ὄφελος τῶν ἄλλων κατορθωμάτων, εἰ μέλλοιμι, μωρὸν εἰπὼν τὸν ἀδελφὸν, ἔνοχος ἔσεσθαι τῇ γεέννῃ; Τί γὰρ ὄφελος τῆς ἀπὸ τῶν πολλῶν ἐλευθερίας τῷ ὑφ᾽ ἑνὸς κρατουμένῳ εἰς δουλείαν; Ὁ γὰρ ποιῶν, φησὶ, τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας. Τί δὲ τὸ κέρδος τῆς ἐν πολλοῖς ἀπαθείας τῷ ὑφ᾽ ἑνὸς πάθους φθειρομένῳ τὸ σῶμα;

Ἄρα οὖν, φησί τις, τὰ πλήθη τῶν Χριστιανῶν μὴ φυλάσσοντα πάσας τὰς ἐντολὰς, ἀνόνητον ἕξει τήν τινων φυλακήν; Πρὸς τοῦτο τοῦ μακαρίου Πέτρου μνημονεῦσαι καλὸν, τοῦ μετὰ τοσαῦτα μὲν κατορθώματα, τοιούτους δὲ τοὺς μακαρισμοὺς, ἐφ᾽ ἑνὶ μόνῳ ἀκούοντος· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ. Ἐῶ δὲ λέγειν, ὅτι οὐδὲ αὐτὸ ἐκεῖνο ῥᾳθυμίας οὐδὲ καταφρονήσεως εἶχεν ἔνδειξιν, ἀλλὰ τιμῆς καὶ εὐλαβείας ἦν ἔμφασις. Καὶ μὴν, εἴποι τις ἂν, γέγραπται· Πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται· ὥστε ἀρκεῖ καὶ αὐτὴ ἡ ἐπίκλησις τοῦ ὀνόματος τοῦ Κυρίου σῶσαι τὸν ἐπικαλούμενον.

Ἀλλ᾽ ἀκουέτω καὶ οὗτος τοῦ Ἀποστόλου λέγοντος· Πῶς οὖν ἐπικαλέσονται, εἰς ὃν οὐκ ἐπίστευσαν; Εἰ δὲ πιστεύεις, ἄκουε τοῦ Κυρίου λέγοντος· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.