Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Προοίμιον εἰς τὸ ἀσκητικὸν μέγα

Μέγας Βασίλειος

Συλλογική πνευματική έρευνα και αμοιβαία ευθύνη

Προτροπή σε κοινή εξέταση των πνευματικών ελλείψεων και ανάδειξη της βαρύτατης ευθύνης ενώπιον της τελικής κρίσεως, τόσο για τους διδάσκοντες όσο και για τους διδασκομένους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 5 από 5

Οὗπερ ἂν οὖν ἕκαστος ἐνδεῶς ἔχειν ἡγῆται, τοῦτο εἰς κοινὴν προτιθέτω διάσκεψιν.

Ῥᾷον γὰρ ἂν ἐν τῇ φιλοπόνῳ τῶν πλειόνων διερευνήσει τὸ λανθάνον ἐξευρεθείη, Θεοῦ, δηλονότι, κατὰ τὴν ἐπαγγελίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, χαριζομένου ἡμῖν τοῦ ζητουμένου τὴν εὕρεσιν διδασκαλίᾳ καὶ ὑπομνήσει τοῦ ἁγίου Πνεύματος. Ὥσπερ οὖν ἐμοὶ ἀνάγκη ἐπίκειται, καὶ οὐαί μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι· οὕτω καὶ ὑμῖν ἴσος ἀγὼν ἀποῤῥᾳθυμήσασι πρὸς τὴν ἐξέτασιν, ἢ ἀτόνως καὶ ἐκλελυμένως πρός τε τὴν φυλακὴν τῶν παραδεδομένων καὶ τὴν διὰ τῶν ἔργων πλήρωσιν διατεθεῖσιν. Διότι φησὶν ὁ Κύριος· Ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· καὶ, Δοῦλος ὁ μὲν μὴ γνοὺς τὸ θέλημα τοῦ Κυρίου ἑαυτοῦ, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας· ὁ δὲ γνοὺς, καὶ μὴ ποιήσας, μηδὲ ἑτοιμάσας ἑαυτὸν πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς. Εὐξώμεθα οὖν ἐμοὶ τὴν οἰκονομίαν τοῦ λόγου ἄμεμπτον, καὶ ὑμῖν ἔγκαρπον τὴν διδασκαλίαν γενέσθαι.

Ὡς οὖν εἰδότες, ὅτι ἀντιπρόσωποι ἡμῖν οἱ τῆς θεοπνεύστου Γραφῆς λόγοι στήσονται ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ (Ἐλέγξω γάρ σε, φησὶ, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου), οὕτω καὶ πρόσχωμεν νηφόντως τοῖς λεγομένοις, καὶ εἰς ἔργον προαγαγεῖν τὰ θεῖα διδάγματα σπουδαίως ἐπειχθῶμεν, ὅτι οὐκ οἴδαμεν ποίᾳ ἡμέρᾳ ἢ ὥρᾳ ὁ Κύριος ἡμῶν ἔρχεται.