Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Πρὸς τοὺς λέγοντας ὅτι τρεῖς θεοὺς εἰσάγομεν

Μέγας Βασίλειος

Ο έλεγχος των κακοβούλων ακροατών και η απουσία αγάπης

Ο συγγραφέας στηλιτεύει τις έριδες που καταστρέφουν την ενότητα της Εκκλησίας και επικρίνει την υποκρισία όσων συμμετέχουν στις συνάξεις με σκοπό την κατασκοπεία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ Πρὸς τοὺς συκοφαντοῦντας ἡμᾶς, ὅτι τρεῖς θεοὺς λέγομεν. Μεγάλη παράκλησις ψυχαῖς, διὰ τὸ μισεῖσθαι κεκακωμέναις, τὸ μετὰ Κυρίου μισεῖσθαι. «Εἰ ὁ κόσμος γὰρ ὑμᾶς μισεῖ, γινώσκετε, φησὶν, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκε.» Διὸ εἰ ὁ Ἀγαπητὸς μισεῖται, τί μέγα, εἰ ἡμεῖς τοῦ μίσους ἀξιούμεθα παρ᾽ ἀνθρώποις, οἷς περισσεύει τὸ κτῆμα τοῦ μίσους; Ἐπέχει μου τὸν λόγον ἡ μνήμη τῶν λυπηρῶν, ὑποτρέχουσα τὴν καρδίαν· καὶ προπῖπτον τὸ δάκρυον τὴν φωνὴν ἐπικόπτει, ὅταν ἐνθυμηθῶ, ὅτι ἀγάπης καὶ εἰρήνης ἡμῖν παρὰ Κυρίου καταλειφθείσης, οὐ ζητοῦμεν τὸ καταλειφθέν. Ἀφανές ἐστι τὸ δῶρον ἐν οὐδενὶ εὑρισκόμενον. Ἀγάπη κατελείφθη· καὶ μάχη ἐμπολιτεύεται. Ἕνωσις ἐδόθη· καὶ μῖσος ἐξήφθη. Μεγάλην κατ᾽ ἀλλήλων τὴν πυρκαϊὰν τοῦ μίσους ἐξήψαμεν· ἕκαστος καθ᾽ ἑαυτὸν ὀδυρόμεθα, εἰς ἀλλήλους δὲ οὐ συμβιβαζόμεθα. Τίς μοι δώσει θέατρον τὴν οἰκουμένην ἅπασαν, καὶ φωνὴν σάλπιγγος εὐτονωτέραν, καὶ θρήνους Ἱερεμίου, καὶ δάκρυον δαψιλὲς καταῤῥῆξαι καρδίαν ὀδύναις συντετριμμένην, καταχέασθαι κόνιν τὴν νῦν ἐκ τῆς ἀτιμίας ἡμῖν κατακεχυμένην, πενθῆσαί τε τὴν κοινὴν συμφορὰν, ὅτι ἐπιλέλοιπεν ἡ ἀγάπη ἡ ῥίζα τῶν ἐντολῶν; Διὰ τοῦτο ἀκορέστῳ τῇ περιπλοκῇ τοῦ πνεύματος συμπεριπτύσσομαι τοὺς παρόντας, ὅτι θέαμα ξένον ἔδειξαν εἷς ἑνὶ συγκολλώμενοι.

Γεγενήμεθα γὰρ καθ᾽ ἑαυτὸν ἕκαστος ὥσπερ ἡ ψάμμος, οὐ συνημμένοι ἀλλήλοις, ἀλλ᾽ ἕκαστος καθ᾽ ἑαυτὸν διῃρημένοι. Οὔτε γὰρ οἰκοδομὴν συστῆναι, συνδέσμων ὑφαιρεθέντων, δυνατόν· οὔτε Ἐκκλησίαν εἰς ὕψος αὐξηθῆναι, μὴ συνδεδεμένην τῷ συνδέσμῳ τῆς εἰρήνης καὶ τῆς ἀγάπης.

Μικρὸν ἡμῖν μακροθύμως χρήσατε τὴν ἀκοὴν, οὐ πρὸς ἐπίδειξιν διαλεγομένοις, ἀλλ᾽ εἰς κοινωνίαν τῶν λυπηρῶν συμπεριλαμβάνειν ἐπειγομένοις· φέρει γὰρ παραμυθίαν ὀδυρομένοις ἡ κοινωνία τῶν στεναγμῶν. Τάχα δὲ καὶ πρὸς Κύριον ἑνωθεῖσα ἡμῶν ἡ λύπη εὐτονώτερον ἂν διαβαίη. Ἢ ἕκαστος ἡμῶν καθ᾽ ἑαυτὸν εἰσακουσθήσεται διὰ τὴν ἐκ τῶν ἔργων ἀτονίαν;

Αὐτὸ τὸ ὁρώμενον τῆς παλαιᾶς ἀγάπης τῶν πατέρων ἐστὶ λείψανον. Τούτου γὰρ ἕνεκα ἐκεῖνοι τὰς πανηγύρεις ταύτας ἐμηχανήσαντο, ἵνα τὴν ἐκ τῶν χρόνων ἐγγινομένην ἀλλοτρίωσιν διὰ τῆς τῶν καιρῶν ἐπιμιξίας ἀνανεοῦσθαι· καὶ τοὺς τὴν ὑπερορίαν οἰκοῦντας, ἕνα τοῦτον καταλαβόντας τόπον, ἑαυτοῖς ἀρχὴν φιλίας καὶ ἀγάπης τὴν συντυχίαν παρέχειν.

Τοῦτο πνευματικὴ πανήγυρις τὰ ἀρχαῖα ἀνανεουμένη· τοῖς μέλλουσιν ἀρχὴν παρεχομένη. Οὐ γὰρ ἤλθομεν ὠνίων ποιήσασθαι διάμειψιν, ἀλλ᾽ ἀγάπης ἀλλήλοις δοῦναι ἀντάλλαγμα, πλήρη δοῦναι, καὶ πλήρη λαβεῖν τὴν ἀγάπην. Ταῦτα οἱ πατέρες ἡμῶν κατεστήσαντο.

Ἡμεῖς δὲ παραλαβόντες εἰς τί κατελήξαμεν δείξει τὰ ὁρώμενα. Οἱ πλεῖστοι τῶν παρόντων κατάσκοποι μᾶλλόν εἰσι κατάσκοποι τῶν λεγομένων ἢ μαθηταὶ τῶν διδαγμάτων. Καὶ λόγος ἐπιζητεῖται οὐ πρὸς οἰκοδομὴν τῶν παρόντων, ἀλλὰ πρὸς ἐπήρειαν τῶν ἐφεδρευόντων. Κἂν μέν τι λεχθῇ συμβαῖνον ταῖς ἐπιθυμίαις τῶν ἐξοστρακιζόντων τὴν γνώμην, ἀπῆλθε καταδεξάμενος ὡς τὸ ἴδιον εὑρὼν παρ᾽ ἡμῖν. Ταῦτα ἐγγραφέσθω ταῖς ὑμετέραις καρδίαις.