Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Πρὸς τοὺς λέγοντας ὅτι τρεῖς θεοὺς εἰσάγομεν

Μέγας Βασίλειος

Η ακατάληπτη γέννηση του Υιού και τελική δοξολογία

Θεολογική αναφορά στην άρρητη γέννηση του μονογενούς Υιού από τον Πατέρα, διάκριση της θείας υποστάσεως από τα ανθρώπινα μέτρα και δοξολογικός επίλογος του έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 4

Οὐκέτι γὰρ ὡς λέοντα φοβούμεθα, ἀλλ᾽ ὡς δορὰν πατοῦμεν. Ἡ τοῦ Μονογενοῦς ἐκ Πατρὸς γέννησις σιωπῇ τιμάσθω. Οἶδε γὰρ αὐτὸς ὁ γεγεννηκὼς, καὶ ὁ γεγεννημένος. Εἰδέναι γὰρ ὀφείλομεν ἃ χρὴ λαλεῖν, καὶ ἃ χρὴ σιωπᾷν. Οὐ πάντα ῥητὰ τῇ γλώττῃ, ἵνα μὴ ὁ νοῦς, καθάπερ ὀφθαλμὸς ὅλον τὸν ἥλιον θέλων ὁρᾷν, ἀπολέσῃ καὶ ὃ ἔσχε φῶς. Ἐν γὰρ τούτῳ γινώσκεις, ἐὰν γνῷς, ὅτι μὴ κατείληφας.

Ἐκείνην μὲν οὖν τὴν γέννησιν, ἄῤῥητον οὖσαν, σιωπῇ τιμήσωμεν. Ἐὰν δὲ καὶ περὶ ταύτην ἀτονήσωμεν, μὴ λυπηθῶμεν. Ἐκείνη μὲν γὰρ φοβερὰ διὰ τὴν φύσιν, αὕτη δὲ δυσερμήνευτος διὰ τὸ ξένον. Ὁ Ἰωάννης φωνὴ μὲν ἐλέγετο βοῶντος ἐν τῇ ἐρήμῳ, ἄνθρωπος δὲ ἦν τὴν φύσιν. Μὴ οὖν ἀναίρει διὰ τὸ ὄνομα τοῦ Λόγου τὴν τοῦ Μονογενοῦς ὑπόστασιν. Ἀλλ᾽ ἴσως φῄς· Διὰ τί οὖν ἐκ δεξιῶν καθήμενος ἐντιμότερός ἐστιν; Ἀλλ᾽ εἰ μὲν δι᾽ ἑαυτοῦ τὴν τιμὴν εἶχεν, ἐντιμότερος· εἰ δὲ λαβὼν παρὰ τοῦ γεννήσαντος, τοῦ δεδωκότος ἡ χάρις. Οὐκ ἦν ἄλλος Υἱὸς, ἵνα ἐξ ἀριστερῶν καθίσῃ. Εἷς ἀγέννητος ὁ Θεὸς, εἷς καὶ ὁ τούτου Μονογενὴς, Υἱὸς καὶ Θεός. Ἔπρεπεν οὖν μὴ τὸν Υἱὸν ὀρέγειν τῷ Πατρὶ τὴν δεξιὰν, ἀλλὰ τὸν Πατέρα τῷ Υἱῷ. Δηλαδὴ ἀφωρισμένης τῆς παρ᾽ ἡμῖν φύσεως, ἀφόρισον καὶ τὰ νοήματα. Ὁ μὲν γὰρ παρ᾽ ἡμῖ πατὴρ ἐξ ἄλλου πατρὸς, καὶ χρόνων δεῖται, καὶ ἀνατροφῆς, καὶ αὐξήσεως, καὶ ἄλλης ἐπιμελείας, καὶ οὐχ ὅπερ βούλεται πατὴρ γεννᾷ· ὁ δὲ Θεὸς, σύνδρομον ἔχων τῇ βουλήσει τὴν δύναμιν, ἐγέννησεν ἄξιον ἑαυτοῦ, ἐγέννησεν ὡς αὐτὸς οἶδεν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.