Ὁ λαὸς λέγει· Κύριε, ἐλέησον. Ὁ ἱερεὺς λέγει· Μνήσθητι, Κύριε, τῶν τὰ τίμια δῶρά σοι ταῦτα προσφερόντων, καὶ ὑπὲρ ὧν, καὶ δι᾽ ὧν, καὶ ἐφ᾽ οἷς αὐτὰ προσεκόμισαν, καὶ μισθὸν οὐράνιον παράσχου πᾶσιν αὐτοῖς· ἐπειδὴ, Δέσποτα, πρόσταγμά ἐστι τοῦ μονογενοῦς σου Υἱοῦ τῆς μνήμης τῶν ἁγίων σοῦ κοινωνεῖν ἡμᾶς. Ἔτι μνησθῆναι καταξίωσον, Κύριε, καὶ τῶν ἀπ᾽ αἰῶνος εὐαρεστησάντων σοι ἁγίων πατέρων, πατριαρχῶν, ἀποστόλων, προφητῶν, κηρύκων, εὐαγγελιστῶν, μαρτύρων, ὁμολογητῶν, καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει Χριστοῦ τετελειωμένου· Ἐξαιρέτως τῆς παναγίας, ὑπερενδόξου, ἀχράντου, ὑπερευλογημένης, Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας· Τοῦ ἁγίου ἐνδόξου προφήτου, προδρόμου, βαπτιστοῦ, καὶ μάρτυρος Ἰωάννου· Τοῦ ἁγίου Στεφάνου τοῦ πρωτοδιακόνου καὶ πρωτομάρτυρος· Καὶ τοῦ ἁγίου μακαρίου πατρὸς ἡμῶν Μάρκου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ· καὶ τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν θαυματουργοῦ Βασιλείου· Τοῦ ἁγίου Δ. οὗ καὶ τὴν μνήμην ἐν τῇ σήμερον ἡμέρᾳ ἐπιτελοῦμεν, καὶ παντὸς χοροῦ τῶν ἁγίων σου, ὧν ταῖς εὐχαῖς καὶ πρεσβείαις καὶ ἡμᾶς ἐλέησον, καὶ σῶσον διὰ τὸ ὄνομά σου τὸ ἅγιον τὸ ἐπικληθὲν ἐφ᾽ ἡμᾶς.