Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Θεία Λειτουργία (ἀρχαιοτέρα σύντομος ἔκδοσις)

Μέγας Βασίλειος

Ευχές απολύσεως και τυπικές διατάξεις

Οι ευχές απολύσεως για τους πιστούς και τους διακόνους, ειδικές προσευχές για την περίοδο των νηστειών και τελικές τυπικές διατάξεις της θείας λειτουργίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 6 από 6

Εὐχὴ τῶν τεσσαράκοντα ἡμερῶν τῶν ἁγίων νηστειῶν. Δέσποτα Κύριε παντοκράτωρ, ὁ πᾶσαν κτίσιν ἐν σοφίᾳ δημιουργήσας· ὁ διὰ τὴν ἄφατόν σου πρόνοιαν καὶ πολλὴν ἀγαθότητα ἀγαγὼν ἡμᾶς εἰς τὰς πανσέπτους ἡμέρας ταύτας, πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πρὸς ἐγκράτειαν παθῶν, πρὸς ἐλπίδα ἀναστάσεως· ὁ διὰ τῶν τεσσαράκοντα ἡμερῶν πλάκας χειρίσας, τὰ θεοχάρακτα γράμματα, τῷ θεράποντί σου Μωσῇ· παράσχου καὶ ἡμῖν, ἀγαθὲ, τὸν ἀγῶνα τὸν καλὸν, τὸν δρόμον τῆς νηστείας ἐκτελέσαι· τὴν πίστιν ἀδιαίρετον τηρῆσαι· τὰς κεφαλὰς τῶν ἀοράτων δρακόντων συνθλάσαι, νικητάς τε τῆς ἁμαρτίας ἀναφανῆσαι, καὶ ἀκατακρίτως φθάσαι καὶ προσκυνῆσαι τὴν ἁγίαν ἀνάστασιν· ὅτι ἅγιον ὑπάρχει τὸ ὄνομά σου τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, κ.τ.λ.

Εὐχὴ τῆς ἀπολύσεως, εἰς τὴν χειροθεσίαν. Τοῖς δούλοις σου, Κύριε, τοῖς ὑμνοῦσί τε καὶ προσκαλουμένοις σε γενοῦ, καὶ διόδευσον βοηθῶν αὐτοῖς ἐν παντὶ ἔργῳ ἀγαθῷ. Ἀνάστησον τὰς ἑαυτῶν καρδίας ἀπὸ τῶν τῆς γῆς ἀτόπων λογισμῶν. Δώρησαι αὐτοῖς τοῦ ζῇν αὐτοὺς, καὶ φρονεῖν τὰ τῶν ζώντων, καὶ συνιέναι τὰ σά. Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε, Κύριε, καὶ ἁγιάζων τοὺς ἐπὶ σοὶ πεποιθότας, σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον. Ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου. Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει, καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς, ὁ Θεὸς, τοὺς ἐλπίζοντας ἐπὶ σοί.

Τοὺς νοσοῦντας θεράπευσον. Τοὺς ἀποδημήσαντας εἰρήνευσον. Τοὺς ἀέρας ἔγκρασον. Καὶ τοὺς καρποὺς τῆς γῆς εὐλόγησον. Εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς Ἐκκλησίαις σου, τοῖς ἱερεῦσι, τοῖς βασιλεῦσιν ἡμῶν, τῷ στρατῷ, καὶ παντὶ τῷ λαῷ σου.

Τοὺς προκοιμηθέντας ἀνάπαυσον· τῶν προσενεγκάντων τὰ δῶρα, καὶ δι᾽ ὧν προσήγαγον, μνημόνευσον. Τοὺς ἐν πάσῃ θλίψει καὶ ἀνάγκῃ ὄντας σῶσον. Καὶ ἡμῖν τὴν χάριν σου ἐξαπόστειλον· ἐν τριαδικῇ πίστει ἕως ἐσχάτης ἡμῶν ἀναπνοῆς ἡμᾶς τελείωσον· ὅτι πᾶσα δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστι, καταβαῖνον ἐκ σοῦ τοῦ Πατρὸς τῶν φώτων.

Καὶ σοὶ τὴν δόξαν, καὶ τὴν εὐχαριστίαν καὶ τὴν προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ, καὶ τῷ μονογενεῖ σου Υἱῷ, καὶ τῷ ἁγίῳ σου Πνεύματι, νῦν, κ.τ.λ. Ὁ διάκονος λέγει· Ἡ χάρις τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Πορεύεσθε ἐν εἰρήνῃ.

Ὁ λαὸς λέγει· Κύριε, ἐλέησον. βʹ. Κύριε, εὐλόγησον. Ἀμήν. Ὁ ἱερεὺς λέγει τὴν εὐλογίαν τῆς ἀπολύσεως. Ὁ διάκονος λέγει· Καὶ πάλιν πορεύεσθε ἐν εἰρήνῃ. Οἱ διάκονοι λέγουσι· Καὶ πάλιν σωθείς. Κύριε, εὐλόγησον. Ἀμήν.

Ὁ ἱερεὺς λέγει εὐχὴν τῆς ἀπολύσεως τῶν διακόνων. Τελέσαντες τὴν ἱερὰν λειτουργίαν, καθὼς προσετάχθημεν, Κύριε, καὶ τῆς μεταλήψεως τῶν ἁγίων, ἀχράντων, καὶ ἐπουρανίων φρικτῶν μυστηρίων καταξιωθέντες, ἐκ δυνάμεως εἰς δύναμιν πορευόμεθα ἡμεῖς οἱ ἁμαρτωλοὶ καὶ ἀνάξιοι δοῦλοί σου, οἱ καταξιωθέντες λειτουργεῖν τῷ ἁγίῳ σου θυσιαστηρίῳ, καὶ προσενεγκόντες σοι τὴν ἀναίμακτον θυσίαν, τὸ ἄχραντον σῶμα καὶ τὸ τίμιον αἷμα τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς δόξαν σου τοῦ ἀνάρχου Πατρὸς, καὶ αὐτοῦ τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ τοῦ Πνεύματος ἁγίου, καὶ ἀγαθοῦ, καὶ ζωοποιοῦ καὶ σοὶ ὁμοουσίου. Αἰτούμεθα τυχεῖν καὶ τῆς ἐκ δεξιῶν σου παραστάσεως, ἐν τῇ ἡμέρᾳ σου τῇ φοβερᾷ καὶ δικαίᾳ, διὰ τῶν πρεσβειῶν καὶ ἱκεσιῶν τῆς ὑπερενδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ πάντων τῶν ἁγίων σου, ὅτι εὐλογητὸς εἶ νῦν, κ.τ.λ.

Ἐτελειώθη ἐν εἰρήνῃ ἡ θεια λειτουργία τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν τοῦ θαυματουργοῦ Βασιλείου. Δέον εἰδέναι, ὅτι τὸ, Ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, οὐ λέγει ὁ ἱερεὺς ἐν τῇ ἡμέρᾳ εʹ τῇ μεγάλῃ, ἀλλ᾽ ἐρεῖ ἀντὶ τοῦ, Ἐπλήσθη· Εὐχαριστοῦμέν σοι, Δέσποτα φιλάνθρωπε, εὐεργέτα τῶν ψυχῶν ἡμῶν, ὁ καὶ ὡς ἐν τῇ παρούσῃ σήμερον ἡμέρᾳ καταξιώσας ἡμᾶς τῶν ἐπουρανίων σου καὶ ἀθανάτων μυστηρίων, ἃ ὀφθαλμὸς οὐκ εἶδε, ἕως εἰς τέλος.