Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Θεία Λειτουργία (ἀρχαιοτέρα σύντομος ἔκδοσις)

Μέγας Βασίλειος

Η Αγία Αναφορά

Ο εισαγωγικός διάλογος της Αναφοράς, ο επινίκιος ύμνος, η ανάμνηση της Θείας Οικονομίας, οι ιδρυτικοί λόγοι, η επίκληση του Αγίου Πνεύματος και η μνημόνευση ζώντων και κεκοιμημένων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 6

Καὶ γίνεται ὁ ἀσπασμός. Ὁ διάκονος λέγει· Στῶμεν καλῶς. Ὁ ἱερεὺς ἐκφωνήσει· Ὁ Κύριος μετὰ πάντων ὑμῶν. Ὁ λαὸς λέγει· Καὶ μετὰ τοῦ πνεύματός σου. Ὁ ἱερεὺς λέγει· Ἄνω σχῶμεν τὰς καρδίας. Ὁ λαὸς λέγει· Ἔχομεν πρὸς τὸν Κύριον.

Ὁ ἱερεὺς λέγει· Εὐχαριστήσωμεν τῷ Κυρίῳ. Ὁ λαὸς λέγει· Ἄξιον καὶ δίκαιον. Ὁ ἱερεὺς λέγει· Ἄξιον καὶ δίκαιον· ἄξιον καὶ δίκαιον· ἀληθῶς ἄξιόν ἐστι καὶ δίκαιον.

Ἀρχὴ τῆς προσκομιδῆς Ὁ ὢν Δέσποτα Κύριε, ὁ Θεὸς τῆς ἀληθείας, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, καὶ βασιλεύων εἰς τοὺς αἰῶνας· ὁ ἐν ὑψηλοῖς κατοικῶν εἰς τὸν αἰῶνα, καὶ τὰ ταπεινὰ ἐφορῶν· ὁ ποιήσας οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς· ὁ Πατὴρ τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ τὰ πάντα ἐποίησας, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα· ὁ καθήμενος ἐπὶ θρόνου τῆς ἁγίας δόξης τῆς βασιλείας σου· ὁ παρὰ πάσης ἁγίας δυνάμεως προσκυνούμενος.

Ὁ διάκονος λέγει· Οἱ καθήμενοι, ἀναστῆτε. Ὁ ἱερεύς· ᾯ παραστήκουσιν ἄγγελοι καὶ ἀρχάγγελοι, ἀρχαὶ καὶ ἐξουσίαι, θρόνοι, κυριότητες καὶ δυνάμεις. Ὁ διάκονος λέγει· Εἰς ἀνατολὰς βλέπετε. Οἳ παρίστανται κύκλῳ σου, τὰ πολυόμματα χερουβὶμ, καὶ τὰ ἑξαπτέρυγα σεραφὶμ, διὰ παντὸς ὑμνοῦντα, καὶ βοῶντα καὶ λέγοντα.

Ὁ διάκονος λέγει· Προσχῶμεν. Ὁ λαὸς λέγει· Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ. Ἅγιος, ἅγιος, ἅγιος εἶ ἀληθῶς, Κύριε ὁ Θεὸς ἡμῶν· ὃς ἔπλασας ἡμᾶς, καὶ ἔθου ἡμᾶς ἐν τῷ παραδείσῳ τῆς τρυφῆς. Παραβάντας δὲ τὴν ἐντολήν σου διὰ τῆς ἀπάτης τοῦ ὄφεως, καὶ ἐκπεσόντας ἡμᾶς ἐκ τῆς αἰωνίου ζωῆς, καὶ ἐξορισθέντας ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, οὐκ ἀπέῤῥιψας ἡμᾶς εἰς τέλος, ἀλλὰ διὰ παντὸς ἐπεσκέψω ἡμᾶς διὰ τῶν ἁγίων σου προφητῶν, καὶ ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐπεφάνης ἡμῖν τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, διὰ τοῦ μονογενοῦς σου Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς, ἐκ Πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειπαρθένου Μαρίας σαρκωθεὶς καὶ ἐνανθρωπήσας, ὑπέδειξεν ἡμῖν ὁδοὺς σωτηρίας, χαρισάμενος ἡμῖν τὴν ἄνωθεν ἀναγέννησιν ἐξ ὕδατος καὶ πνεύματος, καὶ ἐποίησεν ἡμᾶς ἑαυτῷ λαὸν περιούσιον· ἡγίασεν ἡμᾶς τῷ Πνεύματί σου τῷ ἁγίῳ.

Ὃς ἠγάπησε τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, ἔδωκεν ἑαυτὸν ἀντίλυτρον τῷ βασιλεύοντι ἡμῶν θανάτῳ, ἐν ᾧ κατειχόμεθα πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν, καὶ κατελθὼν διὰ τοῦ σταυροῦ εἰς τὸν ᾅδην, ἀνέστη ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ· καὶ ἀνελθὼν εἰς οὐρανοὺς, ἐκάθισεν ἐν δεξιᾷ σου τοῦ Πατρὸς, ὁρίσας ἡμέραν ἀνταποδόσεως, καθ᾽ ἣν ἐπιφανεὶς κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.

Ὁ λαὸς λέγει· Κατὰ τὸ ἔλεός σου, Κύριε, καὶ μὴ, κ.τ.λ. Ὁ ἱερεύς· Κατέλιπε δὲ ἡμῖν τοῦτο τὸ μέγα τῆς εὐσεβείας μυστήριον. Μέλλων γὰρ παραδοῦναι ἑαυτὸν εἰς θάνατον, ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, Ὁ λαὸς λέγει· Πιστεύομεν· Ἔλαβεν ἄρτον ἐπὶ τῶν ἁγίων καὶ ἀμώμων καὶ μακαρίων αὐτοῦ χειρῶν· ἀναβλέψας εἰς τὰ ὕψη τῶν οὐρανῶν πρὸς σὲ τὸν ἑαυτοῦ Πατέρα, Θεὸν ἡμῶν καὶ Θεὸν ὅλων· εὐχαριστήσας.

Ὁ λαός· Ἀμήν. Εὐλογήσας. Ὁ λαός· Ἀμήν. Ἁγιάσας. Ὁ λαός· Ἀμήν. Κλάσας, μετέδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, εἰπών· «Λάβετε, φάγετε. Τοῦτό μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν κλώμενον καὶ διαδιδόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.» Ὁμοίως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, κεράσας ἐξ οἴνου καὶ ὕδατος, εὐχαριστήσας.

Ὁ λαός· Ἀμήν. Εὐλογήσας. Ὁ λαός· Ἀμήν. Ἁγιάσας. Ὁ λαός· Ἀμήν. Γευσάμενος, πάλιν ἔδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, εἰπών· «Λάβετε, πίετε ἐξ αὐτοῦ πάντες. Τοῦτό μού ἐστι τὸ αἷμα τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.

Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, πίνητε δὲ καὶ τὸ ποτήριον τοῦτο, τὸν ἐμὸν θάνατον καταγγέλλετε καὶ τὴν ἐμὴν ἀνάστασιν, καὶ ἀνάληψιν ὁμολογεῖτε, ἄχρις οὗ ἂν ἔλθω.» Ὁ λαὸς λέγει· Ἀμὴν, ἀμὴν, ἀμήν. Τὸν θάνατόν σου, Κύριε, κ.τ.λ.

Ὁ ἱερεὺς λέγει· Μεμνημένοι τοίνυν καὶ ἡμεῖς τῶν ἁγίων αὐτοῦ παθημάτων, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου, καὶ τῆς ἐκ δεξιῶν σου τοῦ Θεοῦ καὶ Πατρὸς καθέδρας, καὶ τῆς ἐνδόξου καὶ φοβερᾶς πάλιν ἐλεύσεως, τὰ σὰ ἐκ τῶν σῶν δώρων σοι προσφέρομεν, κατὰ πάντα, καὶ διὰ πάντα, καὶ ἐν πᾶσιν.

Ὁ λαὸς λέγει· Σὲ αἰνοῦμεν, σὲ εὐλογοῦμεν. Ὁ διάκονος λέγει· Κλίνατε Θεῷ μετὰ φόβου. Ὁ ἱερεὺς λέγει ἐν ἑαυτῷ· Καὶ δεόμεθα καὶ παρακαλοῦμέν σε, φιλάνθρωπε, ἀγαθὲ Κύριε, ἡμεῖς οἱ ἁμαρτωλοὶ καὶ ἀνάξιοι δοῦλοί σου, καὶ προσκυνοῦμέν σε εὐδοκίᾳ τῆς σῆς ἀγαθότητος, ἐλθεῖν τὸ Πνεῦμά σου τὸ ἅγιον ἐφ᾽ ἡμᾶς τοὺς δούλους σου, καὶ ἐπὶ τὰ προκείμενά σου δῶρα ταῦτα, καὶ ἁγιάσαι καὶ ἀναδεῖξαι Ἅγια ἁγίων.

Ὁ διάκονος λέγει· Προσχῶμεν. Ὁ λαὸς λέγει· Ἀμήν. Ὁ ἱερεὺς ἐκφωνήσει· Καὶ ποιήσῃ τὸν μὲν ἄρτον τοῦτον γίνεσθαι εἰς τὸ ἅγιον σῶμα αὐτοῦ τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν τὴν αἰώνιον τοῖς ἐξ αὐτοῦ μεταλαμβάνουσιν.

Ὁ λαὸς λέγει· Ἀμήν. Ὁ ἱερεὺς λέγει· Τὸ δὲ ποτήριον τοῦτο, τὸ τίμιον αἷμα τὸ τῆς καινῆς διαθήκης αὐτοῦ τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν τὴν αἰώνιον τοῖς ἐξ αὐτοῦ μεταλαμβάνουσιν.

Ὁ λαὸς λέγει· Ἀμήν. Κύριε, ἐλέησον, γʹ. Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μεταλαβεῖν τῶν ἁγίων σου μυστηρίων, εἰς ἁγιασμὸν ψυχῆς, καὶ σώματος, καὶ πνεύματος, ἵνα γενώμεθα ἓν σῶμα καὶ ἓν πνεῦμα, καὶ εὕρωμεν μέρος καὶ κλῆρον ἔχειν μετὰ πάντων τῶν ἁγίων τῶν ἀπ᾽ αἰῶνος εὐαρεστησάντων σοι.

Μνήσθητι, Κύριε, τῆς ἁγίας, μόνης, καθολικῆς σου Ἐκκλησίας, καὶ εἰρήνευσον αὐτὴν, ἣν περιεποιήσω ἐν τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ σου. Ἐν πρώτοις μνήσθητι, Κύριε, τοῦ ἁγίου Πατρὸς ἡμῶν ἀρχιεπισκόπου Ἄββα Δ. πάπα καὶ πατριάρχου τῆς μεγαλοπόλεως Ἀλεξανδρείας, ὂν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ σῶον, ἔντιμον, ὑγιῆ, μακροημερεύοντα, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας, καὶ ποιμαίνοντα τὸ ποίμνιόν σου ἐν εἰρήνῃ.

Μνήσθητι, Κύριε, τῶν ὀρθοδόξων πρεσβυτέρων, καὶ πάσης διακονίας, καὶ ὑπηρεσίας, καὶ πάντων τῶν ἐν παρθενίᾳ, καὶ παντὸς τοῦ πιστοτάτου λαοῦ σου. Μνήσθητι ἡμῶν, Κύριε, τοῦ ἐλεῆσαι ἡμᾶς πάντας ἐπὶ τὸ αὐτὸ ἐφάπαξ.

Ὁ λαὸς λέγει· Ἐλέησον ἡμῶν, ὁ Θεὸς, ὁ Πατὴρ ὁ παντοκράτωρ. Ὁ ἱερεὺς λέγει· Ἐλέησον ἡμῶν, ὁ Θεὸς ὁ παντοκράτωρ, γʹ. Ὁ λαὸς λέγει· Κύριε, ἐλέησον, γ. Ὁ ἱερεὺς λέγει· Μνήσθητι, Κύριε, καὶ σωτηρίας τῆς πόλεως ἡμῶν ταύτης, καὶ τῶν ἐν πίστει Θεοῦ κατοικούντων ἐν αὐτῇ.

Μνήσθητι, Κύριε, τοῦ ἀέρος, καὶ τῶν καρπῶν τῆς γῆς. Μνήσθητι, Κύριε, τῶν ὑετῶν, καὶ τῶν σπορίμων τῆς γῆς. Μνήσθητι, Κύριε, τῆς συμμέτρου ἀναβάσεως τῶν ποταμίων ὑδάτων. Εὔφανον πάλιν καὶ ἀνακαίνισον τὸ πρόσωπον τῆς γῆς· τοὺς αὔλακας αὐτῆς μέθυσον· πλήθυνον τὰ γεννήματα αὐτῆς. Παράστησον ἡμῖν αὐτὸ εἰς σπέρμα καὶ εἰς θερισμὸν, καὶ νῦν εὐλογῶν εὐλόγησον. Τὴν ζωὴν ἡμῶν οἰκονόμησον. Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ. τῆς χρηστότητός σου διὰ τοὺς πτωχοὺς τοῦ λαοῦ σου, διὰ τὴν χήραν καὶ τὸν ὀρφανὸν, διὰ τὸν ξένον καὶ τὸν προσήλυτον, καὶ δι᾽ ἡμᾶς πάντας τοὺς ἐλπίζοντας ἐπὶ σοὶ, καὶ ἐπικαλουμένους τὸ ὄνομά σου τὸ ἅγιον· οἱ γὰρ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ.

Ποίησον μεθ᾽ ἡμῶν κατὰ τὴν ἀγαθότητά σου, ὁ διδοὺς τροφὴν πάσῃ σαρκί. Πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν, ἵνα, ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύσωμεν εἰς πᾶν ἔργον ἀγαθὸν, τὸ ποιεῖν τὸ θέλημά σου τὸ ἅγιον.

Ὁ λαὸς λέγει· Κύριε, ἐλέησον. Ὁ ἱερεὺς λέγει· Μνήσθητι, Κύριε, τῶν τὰ τίμια δῶρά σοι ταῦτα προσφερόντων, καὶ ὑπὲρ ὧν, καὶ δι᾽ ὧν, καὶ ἐφ᾽ οἷς αὐτὰ προσεκόμισαν, καὶ μισθὸν οὐράνιον παράσχου πᾶσιν αὐτοῖς· ἐπειδὴ, Δέσποτα, πρόσταγμά ἐστι τοῦ μονογενοῦς σου Υἱοῦ τῆς μνήμης τῶν ἁγίων σοῦ κοινωνεῖν ἡμᾶς. Ἔτι μνησθῆναι καταξίωσον, Κύριε, καὶ τῶν ἀπ᾽ αἰῶνος εὐαρεστησάντων σοι ἁγίων πατέρων, πατριαρχῶν, ἀποστόλων, προφητῶν, κηρύκων, εὐαγγελιστῶν, μαρτύρων, ὁμολογητῶν, καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει Χριστοῦ τετελειωμένου· Ἐξαιρέτως τῆς παναγίας, ὑπερενδόξου, ἀχράντου, ὑπερευλογημένης, Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας· Τοῦ ἁγίου ἐνδόξου προφήτου, προδρόμου, βαπτιστοῦ, καὶ μάρτυρος Ἰωάννου· Τοῦ ἁγίου Στεφάνου τοῦ πρωτοδιακόνου καὶ πρωτομάρτυρος· Καὶ τοῦ ἁγίου μακαρίου πατρὸς ἡμῶν Μάρκου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ· καὶ τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν θαυματουργοῦ Βασιλείου· Τοῦ ἁγίου Δ. οὗ καὶ τὴν μνήμην ἐν τῇ σήμερον ἡμέρᾳ ἐπιτελοῦμεν, καὶ παντὸς χοροῦ τῶν ἁγίων σου, ὧν ταῖς εὐχαῖς καὶ πρεσβείαις καὶ ἡμᾶς ἐλέησον, καὶ σῶσον διὰ τὸ ὄνομά σου τὸ ἅγιον τὸ ἐπικληθὲν ἐφ᾽ ἡμᾶς.

Ὁ διάκονος λέγει τὰ δίπτυχα. Ὁ ἱερεὺς λέγει ἐν ἑαυτῷ· Ὁμοίως δὲ μνήσθητι, Κύριε, καὶ πάντων τῶν ἱερωσύνῃ προαναπαυσαμένων, καὶ τῶν λαϊκῶν ταγμάτων· πάντων τὰς ψυχὰς ἀναπαύσας καταξίωσον ἐν κόλποις τῶν ἁγίων πατέρων ἡμῶν Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ. Ἔκτρεψον, σύναψον εἰς τόπον χλόης ἐπὶ ὕδατος ἀναπαύσεως ἐν παραδείσῳ τρυφῆς, ἔνθα ἀπέδρα ὀδύνη, καὶ λύπη καὶ στεναγμὸς, ἐν τῇ λαμπρότητι τῶν ἁγίων σου.

Καὶ μετὰ τὰ δίπτυχα ὁ ἱερεὺς λέγει· Ἐκείνους μὲν, Κύριε, τὰς ψυχὰς ἐκεῖ λαβὼν ἀνάπαυσον καὶ βασιλείας οὐρανῶν καταξίωσον· ἡμᾶς δὲ τοὺς ἐνταῦθα παροικοῦντας διατήρησον ἐν πίστει σου, καὶ ὁδήγησον ἡμᾶς ἐν τῇ βασιλείᾳ σου, χαριζόμενος ἡμῖν τὴν σὴν εἰρήνην διὰ παντὸς, ἵνα σου καὶ ἐν τούτῳ, καθὼς καὶ ἐν παντὶ, δοξασθῇ καὶ ὑψωθῇ καὶ ὑμνηθῇ καὶ εὐλογηθῇ καὶ ἁγιασθῇ τὸ πανάγιον καὶ ἔντιμον καὶ εὐλογημένον ὄνομα, σὺν Χριστῷ Ἰησοῦ καὶ ἁγίῳ Πνεύματι.