Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Θεία Λειτουργία (ἀρχαιοτέρα σύντομος ἔκδοσις)

Μέγας Βασίλειος

Ύψωση των Τιμίων Δώρων και ομολογία πίστεως

Η ύψωση των Τιμίων Δώρων με το παράγγελμα «Τα άγια τοις αγίοις» και η εκφώνηση της ομολογίας της ορθοδόξου πίστεως πριν από τη θεία μετάληψη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 6

Ὁ ἱερεὺς ὑψοῖ τὸ σπουδικὸν, καὶ ἐκφωνήσει· Τὰ ἅγια τοῖς ἁγίοις. Ὁ λαὸς λέγει· Κύριε, ἐλέησον. γʹ. Εἷς Πατὴρ ἅγιος, εἷς Υἱὸς ἅγιος, ἓν Πνεῦμα ἅγιον. Ἀμήν. Ὁ ἱερεὺς λέγει· Ὁ Κύριος μετὰ πάντων ὑμῶν. Ὁ λαὸς λέγει· Καὶ μετὰ τοῦ πνεύματός σου.

Ὁ ἱερεὺς λέγει· Εὐλογητὸς Κύριος εἰς τοὺς αἰῶνας. Ὁ λαὸς λέγει· Ἀμήν. Ὁ ἱερεὺς λέγει· Εἰρήνη πᾶσιν. Ὁ λαὸς λέγει· Καὶ τῷ πνεύματί σου. Ὁ ἱερεὺς λέγει τὴν ὁμολογίαν· Σῶμα ἅγιον, καὶ αἷμα τίμιον ἀληθινὸν Ἰησοῦ Χριστοῦ Υἱοῦ τοῦ Θεοῦ, Ἀμήν.

Ὁ λαὸς λέγει· Ἀμήν. Ἅγιον, τίμιον σῶμα, καὶ αἷμα ἀληθινὸν Ἰησοῦ Χριστοῦ Υἱοῦ τοῦ Θεοῦ. Ἀμήν. Ὁ λαὸς λέγει· Ἀμήν. Σῶμα καὶ αἷμα Ἐμμανουὴλ τοῦ Θεοῦ ἡμῶν, τοῦτό ἐστιν ἀληθῶς. Ἀμήν. Ὁ λαὸς λέγει· Ἀμήν.

Πιστεύω, πιστεύω, πιστεύω, καὶ ὁμολογῶ ἕως ἐσχάτης ἀναπνοῆς, ὅτι αὐτή ἐστιν ἡ σὰρξ ζωοποιὸς τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἔλαβεν αὐτὴν ἐκ τῆς ἁγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ ἐποίησεν αὐτὴν μίαν σὺν τῇ θεότητι αὐτοῦ, μὴ ἐν μίξει, μηδὲ ἐν φυρμῷ, μηδὲ ἐν ἀλλοιώσει.

Καὶ ἐμαρτύρησεν ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν· καὶ παρέδωκεν αὐτὴν ὑπὲρ ἡμῶν πάντων ἐπὶ τοῦ ξύλου τοῦ σταυροῦ τοῦ ἁγίου ἐν τῷ θελήματι αὑτοῦ. Ἀληθῶς πιστεύω, ὅτι θεότης αὐτοῦ οὐδ᾽ οὐ μηδέποτε χωρισθεῖσα ἐξ ἀνθρωπότητος αὐτοῦ, ἐν ἀτόμῳ, οὐδὲ ἐν ῥιπῇ ὀφθαλμοῦ. Μετέδωκεν αὐτὴν εἰς λύτρωσιν, καὶ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν τὴν αἰώνιον τοῖς ἐξ αὐτῆς μεταλαμβάνουσι. Πιστεύω, ὅτι αὐτή ἐστιν ἀληθῶς. Ἀμήν.