Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Ἐπιστολὴ πρὸς Ἰάκωβον (Νόθος)

Κλήμης Ῥώμης

Καθήκοντα και υποχρεώσεις κλήρου και ποιμνίου

Εκτενείς διδαχές για την αποστολή του επισκόπου, των πρεσβυτέρων, των διακόνων και των κατηχητών, με ταυτόχρονες προτροπές προς τους πιστούς για φιλαδελφία, τήρηση της δικαιοσύνης και προετοιμασία για την τελική κρίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 2 από 4

Πλὴν καὶ βραχέα σε ἐπὶ πάντων διὰ πάντας τὰ τῆς διοικήσεως ὑπομνῆσαι θέλω. σὲ μὲν χρὴ ἀνεπιλήπτως βιοῦντα σπουδῇ μεγίστῃ πάσας τὰς τοῦ βίου ἀσχολίας ἀποσείεσθαι, μήτε ἐγγυητὴν γινόμενον μήτε συνήγορον μηδὲ ἑτέρῳ τινὶ βιωτικῷ παρεμπεπλεγμένον πράγματι. οὐ γὰρ κριτὴν καὶ δικαστὴν χρημάτων ἢ ἀσχολημάτων καθεστάναι σε θέλει τῶν νῦν βιωτικῶν πραγμάτων ὁ Χριστός, ἵνα συνεχόμενος εἰς τὰς νῦν τῶν ἀνθρώπων φροντίδας μὴ εὐσχολῇς χωρίζειν λόγῳ ἀληθείας ἀνθρώπων τοὺς κρείττονας ἀπὸ τῶν χειρόνων. ἀλλὰ ταῦτα μὲν οἱ μανθάνοντες ἀλλήλοις παρεχέτωσαν, καὶ 〈σὲ〉 ἀπὸ τῶν σῴζειν δυναμένων λόγων μὴ ἀπασχολείτωσαν. ὡς γὰρ σοὶ ἀσεβές ἐστιν τὰς βιωτικὰς φροντίδας ἀναδέξασθαι καταλείψαντα ποιεῖν ὃ ἐκελεύσθης, οὕτως ἑκάστῳ λαϊκῷ ἁμαρτία ἐστίν, ἐὰν μὴ ἀλλήλοις καὶ ἐν ταῖς βιωτικαῖς χρείαις παρίστανται. καὶ σὲ δὲ περὶ ὧν χρὴ ἀμέριμνον εἶναι οἱ πάντες ποιεῖν ἐὰν μὴ νοῶσιν, παρὰ τῶν διακόνων μανθανέτωσαν, ἵνα μόνης τῆς ἐκκλησίας τὴν φροντίδα ἔχῃς, πρός τε τὸ διοικεῖν αὐτὴν καλῶς καὶ τὸ τοὺς τῆς ἀληθείας λόγους παρέχειν. ἐπεὶ ἐὰν βιωτικαῖς μερίμναις ἀσχοληθῇς, καὶ σεαυτὸν καὶ τοὺς ἀκροατὰς ἐνεδρεύσεις· τὰ γὰρ συμφέροντα ἐφοδιάζειν διὰ τὴν ἀσχολίαν οὐ δυνηθείς, καὶ σὺ ὡς μὴ διδάξας τὸ συμφέρον κολασθήσῃ, οἱ δὲ μὴ μαθόντες ἀγνοίας αἰτίᾳ ἀπολοῦνται.

διὸ σὺ μὲν αὐτοῖς εὐσχολῶν προκαθέσθητι πρὸς τὸ εὐκαίρως παρέχειν τοὺς σῴζειν αὐτοὺς δυναμένους λόγους, καὶ οὗτοι ἐπακουέτωσάν σου, εἰδότες ὅτι ὁ τῆς ἀληθείας πρεσβευτὴς ὃ ἂν δήσῃ ἐπὶ γῆς, δέδεται καὶ ἐν οὐρανῷ, ὃ δ᾽ ἂν λύσῃ, λέλυται. σὺ δὲ δήσεις ἃ δεῖ δεθῆναι καὶ λύσεις ἃ δεῖ λυθῆναι. καὶ τὰ μὲν κατὰ σὲ τὸν προεστῶτα ταῦτά ἐστιν καὶ τὰ τούτοις ὅμοια.

Τὰ δὲ κατὰ τοὺς πρεσβυτέρους ἔστω τάδε. πρὸ πάντων τοὺς νέους πρὸς γάμον ζευγνύτωσαν ἐν τάχει, προλαμβάνοντες τῆς νεαζούσης ἐπιθυμίας τὰ παγιδεύματα. ἀλλὰ μηδὲ τῶν ἤδη γερόντων περὶ γάμου ἀμελείτωσαν· ἐνίοις γὰρ καὶ γηράσασιν ἀκμαία ἔνεστιν ἐπιθυμία. ἵνα οὖν μὴ ἡ πορνεία νομὴν λαβοῦσα καθ᾽ ὑμῶν εἰς ὑμᾶς τὸν αὐτὸν ἐμβάλῃ λοιμόν, προασφαλίζεσθε καὶ ἐρευνᾶτε, μήπως τὸ τῆς μοιχείας λανθανόντως ἐν ὑμῖν ἀναφθῇ πῦρ. πολὺ γὰρ δεινὸν ἡ μοιχεία, τοσοῦτον ὅσον τὰ δευτερεῖα ἔχειν αὐτὴν τῆς κολάσεως· ἐπεὶ τὰ πρωτεῖα τοῖς ἐν πλάνῃ οὖσιν ἀποδίδοται, κἂν σωφρονῶσιν. διὸ ὑμεῖς ὡς ἐκκλησίας πρεσβύτεροι ἐξασκήσατε τὴν Χριστοῦ νύμφην εἰς σωφροσύνην (νύμφην δὲ λέγω τῆς ἐκκλησίας τὸ σύστημα)· ἐὰν γὰρ σώφρων καταληφθῇ ὑπὸ νυμφίου βασιλέως, τιμῆς μεγίστης τεύξεται, καὶ ὑμεῖς μεγάλης εὐφρασίας, ὡς κλητοὶ γάμων, ἀπολαύσετε. ἐὰν δὲ ἡμαρτηκυῖα φωραθῇ, αὐτὴ μὲν ἔκβλητος ἔσται, ὑμεῖς δὲ δίκην δώσετε, μήπως παρὰ τὴν ὑμετέραν ἀμέλειαν γέγονεν ἡ ἁμαρτία. διὸ πρὸ πάντων περὶ σωφροσύνης φροντίζετε· λίαν γὰρ παρὰ τῷ θεῷ χαλεπὴ ὥρισται ἡ πορνεία. πορνείας δὲ εἴδη πολλά, ὡς καὶ αὐτὸς Κλήμης ὑμῖν διηγήσεται· πλὴν πρώτη μοιχεία ἐστὶν τὸ ἄνδρα μὴ ἰδίᾳ μόνῃ χρήσασθαι γυναικὶ καὶ γυναῖκα μὴ ἰδίῳ μόνῳ χρήσασθαι ἀνδρί. ἐὰν σώφρων ᾖ τις, καὶ φιλάνθρωπος γενέσθαι δύναται, οὗ εἵνεκεν ἐλέους αἰωνίου τεύξεται.

ὡς δὲ ἡ μοιχεία μέγα κακόν, οὕτως ἡ φιλανθρωπία μέγιστον ἀγαθόν. διὸ ἀγαπᾶτε πάντας ὑμῶν τοὺς ἀδελφοὺς σεμνοῖς καὶ ἐλεήμοσιν ὀφθαλμοῖς, τοῖς μὲν ὀρφανοῖς ποιοῦντες τὰ γονέων, ταῖς δὲ χήραις τὰ ἀνδρῶν, παρέχοντες μετὰ πάσης εὐφροσύνης τὰς τροφάς, τοῖς ἀκμαίοις τοὺς γάμους καὶ τοῖς αὐτῶν ἀτέχνοις διὰ τῶν ἐπιτηδευμάτων ἐννοούμενοι τὰς προφάσεις τῆς ἀναγκαίας τροφῆς, τεχνίτῃ ἔργον, ἀδρανεῖ ἔλεος. οἶδα δὲ ταῦτα ποιήσειν ὑμᾶς, ἐὰν ἀγάπην εἰς τὸν ὑμέτερον ἱδρύσητε νοῦν. πρὸς δὲ τὴν αὐτῆς εἴσοδον μία τίς ἐστιν ἱκανὴ πρόφασις, ἡ κοινὴ τῶν ἁλῶν μετάληψις. διὸ σπουδάζετε πυκνότερον συνέστιοι ἀλλήλων γίνεσθαι ὡς δύνασθε, ὅπως αὐτὴν μὴ ἀπεμπολήσητε· αἰτία γάρ ἐστιν τῆς εὐποιίας, ἡ δὲ εὐποιία τῆς σωτηρίας. κοινοὺς οὖν πάντες πᾶσιν τοῖς κατὰ θεὸν ἀδελφοῖς τοὺς ἑαυτῶν παρέχετε βίους, εἰδότες ὅτι πρόσκαιρα δωρούμενοι αἰώνια λήψεσθε. πολλῷ μᾶλλον πεινῶντας τρέφετε καὶ διψῶσι παρέχετε ποτόν, γυμνοῖς ἔνδυμα, τοὺς νοσοῦντας ἐπισκέπτεσθε, τοῖς ἐν φυλακαῖς ἐπιφαινόμενοι ὡς δύνασθε βοηθεῖτε, τοὺς ξένους μετὰ πάσης προθυμίας εἰς τοὺς ἑαυτῶν οἴκους λαμβάνετε. πλὴν ἵνα μὴ τὸ κατ᾽ εἶδος λέγω, πᾶν καλὸν ἡ φιλανθρωπία ὑμᾶς ποιεῖν διδάξει, ὥσπερ ἡ μισανθρωπία τοῖς μὴ βουλομένοις σῴζεσθαι τὴν κακοπραξίαν ὑποδείκνυσιν.

οἱ πράγματα ἔχοντες ἀδελφοὶ ἐπὶ τῶν ἐξουσιῶν μὴ κρινέσθωσαν, ἀλλ᾽ ὑπὸ τῶν τῆς ἐκκλησίας πρεσβυτέρων συμβιβαζέσθωσαν παντὶ τρόπῳ, ἑτοίμως αὐτοῖς πειθόμενοι. πλὴν καὶ τὴν πλεονεξίαν οὕτως φεύγετε ὡς προφάσει προσκαίρου κέρδους ἀπὸ τῶν αἰωνίων ἀγαθῶν ζημιοῦν δυναμένην. ζυγά, μέτρα, σταθμία, τὰ τῶν τόπων δίκαια ἐπιμελῶς φυλάσσετε, πρὸς τὰς παρακαταθήκας εὐγνωμονεῖτε. πλὴν ταῦτα καὶ τὰ τούτοις παραπλήσια μέχρι τέλους ποιεῖν ὑπομενεῖτε, ἐὰν ἀχώριστον μνήμην περὶ τῆς ἐκ θεοῦ γινομένης κρίσεως ἐν ταῖς καρδίαις ἔχητε. τίς γὰρ ἂν ἁμαρτήσῃ πεπληροφορημένος ὅτι ἐκ θεοῦ δικαίου, τοῦ νῦν μόνου μακροθύμου καὶ ἀγαθοῦ, ἐπὶ τῇ τοῦ βίου συντελείᾳ γενέσθαι ὡρίσθη κρίσις, ἵνα οἱ ἀγαθοὶ τοῦ λοιποῦ τῶν ἀπορρήτων ἀγαθῶν ἀιδίως ἀπολαύσωσιν, οἱ δὲ ἁμαρτωλοὶ εὑρεθέντες ὡς κακοὶ ἀπορρήτου κολάσεως τεύξωνται τὸν αἰῶνα; καὶ ταῦτα μὲν οὕτως ἔχειν, εἰ μὴ ὁ τῆς ἀληθείας προφήτης ἐνόρκως εἰρήκει ἔσεσθαι, τάχα ἂν εὔλογον ἦν ἀμφιβάλλειν. διὸ προφήτου ἀληθοῦς ὄντες μαθηταί, ἀποθέμενοι τὴν διχόνοιαν, ἐξ ἧς γίνεται ἡ κακοπραξία, προθύμως τὸ εὖ ποιεῖν ἀναδέξασθε. εἰ δὲ περὶ τῶν εἰρημένων ἔσεσθαι ἀμφιβάλλει τις ὑμῶν, μὴ αἰδεσθεὶς ὁμολογείτω, εἴπερ τῆς αὑτοῦ φροντίζει ψυχῆς, καὶ ὑπὸ τοῦ προεστῶτος πληροφορηθήσεται.

εἰ δ᾽ ὀρθῶς πεπίστευκεν, θαρρῶν πολιτευέσθω ὡς μέγα καταδίκης πῦρ φεύγων καὶ εἰς ἀιδίαν ἀγαθὴν θεοῦ βασιλείαν εἰσερχόμενος.

Οἱ μὲν οὖν τῆς ἐκκλησίας διάκονοι τοῦ ἐπισκόπου συνετῶς ῥεμβόμενοι ἔστωσαν ὀφθαλμοί, ἑκάστου τῆς ἐκκλησίας πολυπραγμονοῦντες τὰς πράξεις, τίς μέλλει ἁμαρτάνειν, ἵνα νουθεσίᾳ καταληφθεὶς ὑπὸ τοῦ προκαθεζομένου τάχα οὐ μὴ τελέσῃ τὸ ἁμάρτημα· τοὺς λειποτάκτας ἐπιστρεφέτωσαν, τοῦ μὴ ἐπιλείπειν τοὺς συνερχομένους τῶν λόγων ἐπακούειν, ὅπως τὰς ἑκάστοτε τῇ καρδίᾳ προσπιπτούσας ἀθυμίας ἔκ τε βιωτικῶν συνπτώσεων καὶ ὁ μιλιῶν κακῶν λόγῳ ἀληθείας καθαίρεσθαι δύνωνται· ἐπεὶ γὰρ ἂν χρόνῳ πολλῷ χερσεύσωσιν, πυρὸς ἔργον γίνονται. τοὺς δὲ καὶ κατὰ σάρκα νοσοῦντας μανθανέτωσαν καὶ τῷ ἀγνοοῦντι πλήθει προσαντιβαλλέτωσαν, ἵν᾽ ἐπιφαίνωνται, καὶ τὰ δέοντα ἐπὶ τῇ τοῦ προκαθεζομένου γνώμῃ παρεχέτωσαν· τοῦτο δὲ κἂν λάθρα αὐτοῦ ποιῶσιν, οὐχ ἁμαρτάνουσιν. ταῦτα μὲν οὖν καὶ τὰ τούτοις ὅμοια οἱ διάκονοι προνοείτωσαν.

Οἱ κατηχοῦντες πρῶτον κατηχηθέντες κατηχείτωσαν· ὅτι περὶ ψυχῆς ἀνθρώπων τὸ ἔργον· πρὸς γὰρ τὰς πολλὰς τῶν μανθανόντων γνώμας συναρμόζεσθαι δεῖ τὸν τῶν λόγων ὑφηγητήν. πολυμαθῆ οὖν καὶ ἀνεπίληπτον πέπειρόν τε καὶ ἄδειλον τὸν κατηχοῦντα εἶναι δεῖ, ὡς αὐτοὶ εἴσεσθε Κλήμεντα μετ᾽ ἐμὲ κατηχεῖν μέλλοντα· πολὺ γάρ ἐστιν ἐμὲ νῦν τὸ κατ᾽ εἶδος λέγειν. πλὴν ἐὰν ὁμονοήσητε, δυνήσεσθε εἰς τὸν τῆς ἀναπαύσεως ἐνεχθῆναι λιμένα, ἔνθα μεγάλου βασιλέως ἐστὶν εἰρηνικὴ πόλις.