Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Ἐπιστολὴ Πέτρου πρὸς Ἰάκωβον (Νόθος)

Κλήμης Ῥώμης

Ο κίνδυνος της ψευδούς διδασκαλίας και η υπεράσπιση του νόμου

Προειδοποίηση για την εσκεμμένη παρερμηνεία των αποστολικών λόγων και την προσπάθεια κατάργησης του νόμου από τους αντιπάλους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 2 από 3

ἵνα γοῦν τὸ ὅμοιον καὶ παρ᾽ ἡμῖν γένηται, τοῖς ἑβδομήκοντα ἡμῶν ἀδελφοῖς τὰς βίβλους μου τῶν κηρυγμάτων δὸς μετὰ τοῦ ὁμοίου τῆς ἀγωγῆς μυστηρίου, ἵνα καὶ τοὺς βουλομένους τὸ τῆς διδασκαλίας ἀναδέξασθαι μέρος ἐφοδιάζειν ἐφοδιάζωσιν· ἐπεὶ ἐὰν μὴ οὕτως γένηται, εἰς πολλὰς γνώμας ὁ τῆς ἀληθείας ἡμῶν διαιρεθήσεται λόγος. τοῦτο δὲ οὐχ ὡς προφήτης ὢν ἐπίσταμαι, ἀλλ᾽ ἤδη αὐτοῦ τοῦ κακοῦ τὴν ἀρχὴν ὁρῶν. τινὲς γὰρ τῶν ἀπὸ ἐθνῶν τὸ δι᾽ ἐμοῦ νόμιμον ἀπεδοκίμασαν κήρυγμα, τοῦ ἐχθροῦ ἀνθρώπου ἄνομόν τινα καὶ φλυαρώδη προσηκάμενοι διδασκαλίαν. καὶ ταῦτα ἔτι μου περιόντος ἐπεχείρησάν τινες ποικίλαις τισὶν ἑρμηνείαις τοὺς ἐμοὺς λόγους μετασχηματίζειν εἰς τὴν τοῦ νόμου κατάλυσιν, ὡς καὶ ἐμοῦ αὐτοῦ οὕτω μὲν φρονοῦντος, μὴ ἐκ παρρησίας δὲ κηρύσσοντος. ὅπερ ἀπείη. τὸ γὰρ τοιοῦτο ἀντιπράσσειν ἐστὶ τῷ τοῦ θεοῦ νόμῳ τῷ διὰ Μωυσέως ῥηθέντι καὶ ὑπὸ τοῦ κυρίου ἡμῶν μαρτυρηθέντι περὶ τῆς ἀιδίου αὐτοῦ διαμονῆς. ἐπεὶ οὕτως εἶπεν· «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου». τοῦτο δὲ εἴρηκεν, «ἵνα τὰ πάντα γίνηται». οἱ δὲ οὐκ οἶδα πῶς τὸν ἐμὸν νοῦν ἐπαγγελλόμενοι, οὓς ἤκουσαν ἐξ ἐμοῦ λόγους, ἐμοῦ τοῦ εἰπόντος αὐτοὺς φρονιμώτερον ἐπιχειροῦσιν ἑρμηνεύειν, λέγοντες τοῖς ὑπ᾽ αὐτῶν κατηχουμένοις τοῦτο εἶναι τὸ ἐμὸν φρόνημα, ὃ ἐγὼ οὐδὲ ἐνεθυμήθην.