Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Ἐπιστολαὶ περὶ παρθενίας (Νόθος)

Κλήμης Ῥώμης

Ορθή χρήση των χαρισμάτων και ποιμαντική μέριμνα

Προειδοποιήσεις κατά της αργολογίας και της ψευδοδιδασκαλίας, σε συνδυασμό με προτροπές για την ταπεινή άσκηση της προσευχής και την επίσκεψη των αδυνάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 3 από 4

τοιοῦτοί εἰσιν οἱ μηδὲν ἐργαζόμενοι, ἀλλὰ περιεργαζόμενοι, καταλαλοῦντες καὶ φλυαροῦντες ἐν ἀφοβίᾳ θεοῦ. πρὸς τούτοις δὲ καὶ προπετεῖς εἰσιν ἐν λόγοις ἀσυναρτήτοις, προφάσει δῆθεν διδασκαλίας, μὴ νοοῦντες μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται. καί· εἰ ἔστι σοι σύνεσις, ἀποκρίθητι τῷ ἀδελφῷ σου· εἰ δὲ μήγε, χεῖρα ἐπίθες ἐπὶ τῷ στόματί σου. εἰ δὲ καιρὸς τοῦ λαλεῖν, καλὸν εἰπεῖν λόγον ἐν καιρῷ. φησὶ γάρ· ὁ λόγος ὑμῶν εἴη πάντοτε ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. πᾶς γὰρ λόγος ἔγκοπος καὶ ὁ προσθεὶς γνῶσιν προστίθησιν ἄλγημα. ὁ δὲ προπετὴς χείλεσιν ἐμπεσεῖται εἰς κακά· διὰ ἀπαιδευσίαν γὰρ γλώσσης ἐπέρχονται ὀργαί. ὁ δὲ ἄκακος τηρεῖ τὴν ἑαυτοῦ γλῶσσαν ὡς ἀγαπῶν τὴν ἑαυτοῦ ψυχήν. οἱ γὰρ τῇ κολακείᾳ χρώμενοι ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων καὶ μακαρίζοντες πλανῶσιν. φοβηθῶμεν οὖν τὸ κρῖμα τῶν διδασκάλων· περισσότερον γάρ ἐστι τῶν λεγόντων καὶ μὴ ποιούντων τὸ κρῖμα ψευδώνυμον γνῶσιν διδασκόντων καὶ ἐμβατευόντων εἰκῇ καὶ φυσιουμένων ἀπὸ τοῦ νοὸς τῆς σαρκός, τυφλῶν τυφλοὺς ὁδηγούντων καὶ ἀμφοτέρων εἰς βόθυνον πιπτόντων. ἐκ γὰρ ἐξόδου λόγου αὐτοῦ γνωσθήσεται ἀνήρ.

πλὴν εἰ εἴληφας χάρισμα πνευματικὸν καὶ λόγον σοφίας ἢ γνώσεως ἢ διδασκαλίας ἢ προφητείας ἢ διακονίας, εὐλογητὸς ὁ θεὸς ὁ πάμπλουτος, ὁ θεὸς ὁ διδοὺς πᾶσιν ἀνθρώποις καὶ μὴ ὀνειδίζων ... χάρισμα ἔχεις παρὰ κυρίου, διακόνησον τοῖς πνευματικοῖς, τοῖς γινώσκουσιν, ὅτι ἃ λέγεις κυρίου ἐστίν, εἰς οἰκοδομὴν τῆς ἐν Χριστῷ ἀδελφότητος, ἐν πάσῃ ταπεινοφροσύνῃ καὶ πραότητι, ὅπερ ἐστὶν καλὸν καὶ ὠφέλιμον τοῖς ἀνθρώποις.

Ὅτι δὲ καλὸν τὸ ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν καὶ πολυτέκνους πένητας, μάλιστα δὲ πρῶτον τοὺς οἰκείους τῆς πίστεως, πᾶσι πρόδηλα καὶ ἀναντίρρητά ἐστιν. Ὅτι δὲ καὶ τοῦτο καλὸν καὶ ὠφέλιμον τῇ ἐν Χριστῷ ἀδελφότητι τὸ τοὺς δαιμονιῶντας ἐπισκέπτεσθαι καὶ εὔχεσθαι ἐπάνω αὐτῶν εὐχὴν τῷ θεῷ ἀρέσκουσαν πιστῶς καὶ μὴ ἐκ συνθέσεως πολλῶν λόγων ἢ μελέτας ἐξορκισμῶν πρὸς ἐπίδειξιν ἀνθρωπαρεσκείας πρὸς τὸ φανῆναι εὐλάλους ἢ μνήμονας ἡμᾶς, δίκην αὐλοῦ ἠχοῦντας πρὸς τοὺς ἐνεργουμένους φλυαρίας καὶ βαττολογίας καὶ οὐκ ἐν πίστει ἀληθείας, καθὼς ἐδίδαξεν ὁ κύριος· τοῦτο γὰρ τὸ γένος, φησίν, ἐν προσευχῇ ἐκτενεῖ καὶ πίστει μετὰ νηστείας ἐξέρχεται.

Νηφόντως οὖν τὸν κάμνοντα ἐπισκεπτώμεθα, ὡς δεῖ, ἐν πνεύματι ταπεινώσεως. Καλὸν οὖν τὸ συγκοπιᾶν τοῖς κάμνουσιν ἀδελφοῖς, ὡς εἴρηται, δι᾽ ἀγρυπνιῶν καὶ νηστειῶν καὶ εὐχῶν ἀδιαλείπτων. ἐρρέθη γὰρ ὑπὸ τοῦ κυρίου· Δαιμόνια ἐκβάλλετε, μετὰ καὶ τῶν ἄλλων ἰάσεων· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. καλή ἐστιν ἡ φιλοξενία καὶ τῷ θεῷ ἀρέσκουσα, μάλιστα πρὸς τοὺς οἰκείους τῆς πίστεως. φησὶ δὲ καὶ ἄλλοις· Περὶ δὲ τῆς φιλαδελφίας αὐτοὶ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους.