Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Ἐπιστολαὶ περὶ παρθενίας (Νόθος)

Κλήμης Ῥώμης

Βιβλικά πρότυπα παρθενίας και η αναγκαιότητα της αγιότητας

Η μίμηση του Χριστού και των αγίων της Παλαιάς και Καινής Διαθήκης, καθώς και η απαίτηση καθολικής καθαρότητας και νέκρωσης των έργων της σαρκός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 2 από 4

μέγα οὖν ἐστιν ἐν ἁγνείᾳ μένειν ... χρὴ δὲ καὶ τὰς λοιπὰς ἀρετάς, καθὼς εἴρηται, ἀναλόγους ἔχειν τῇ παρθενίᾳ, ὅτι ἡ παρθενία ἀνωτέρα ἐστὶν πάντων. Παρθένου γὰρ μήτρα ἐκύησε τὸν θεὸν λόγον. ἐκ τούτου γνῶθι τὴν δόξαν τῆς παρθενίας. οἱ γὰρ ἀφιερούμενοι τῷ θεῷ μιμηταὶ τοῦ Χριστοῦ γίνονται. γίνου ὡς Ἰωάννης ὁ τοῦ Χριστοῦ πρόδρομος, ὁ ἁγνὸς τοῦ κυρίου ἅγγελος. καὶ ὡς Ἰωάννης ὁ ἐπιστήθιος τοῦ κυρίου, ὃν καὶ ἐφίλει ὁ Ἰησοῦς ὡς ἁγνόν.

Παῦλος καὶ Βαρνάβας καὶ Τιμόθεος τὸν δρόμον τῆς ἁγνείας καὶ τὸν ἀγῶνα ἀσπίλως ἐτέλεσαν, ὡς ἀληθῶς μιμηταὶ τοῦ Χριστοῦ. ἀλλὰ καὶ Ἡλιοῦ καὶ Ἐλισσαίου καὶ ἄλλων πολλῶν τὸν βίον τοιοῦτον εὑρήσεις ἁγνὸν καὶ ἄμωμον. εἰ οὖν τούτους θέλεις μιμήσασθαι, δυνατῶς μιμοῦ πρεσβυτέρους, ὧν ἀναθεωροῦντες. φησίν, τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε καὶ τὴν πίστιν. καὶ τό· μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.

Οἱ τοῦ Χριστοῦ μιμηταὶ δυνατῶς μιμοῦνται αὐτόν. οὕτω γὰρ ἀγωνιζόμενοι δυνηθήσεσθε ἐν ἀληθείᾳ ἐν ἑαυτοῖς ἐμμορφώσασθαι τὴν εἰκόνα τοῦ Χριστοῦ ἐν πᾶσιν, ἐν βίῳ, ἐν ἀναστροφῇ, ἐν προθέσει, ἐν λόγῳ, ἐν ἔργῳ, ἐν ὑπομονῇ, ἐν ἀνδρείᾳ, ἐν φρονήσει, ἐν σωφροσύνῃ, ἐν δικαιοσύνῃ, ἐν μακροθυμίᾳ, ἐν ἀνεξικακίᾳ, ἐν εὐσεβείᾳ, ἐν ὁσιότητι, ἐν ἐγκρατείᾳ, ἐν πίστει, ἐν ἐλπίδι, ἐν ἀγάπῃ τελειοτάτῃ πρὸς θεόν.

ἡ γὰρ ὄντως εὐνουχία καὶ ἡ ὄντως παρθενία ἐν κυρίῳ ἁγία ἐστὶν τῷ σώματι καὶ τῷ πνεύματι, ἀπερισπάστως καὶ εὐπαρέδρως τῷ κυρίῳ λατρεύουσα ἐν πνεύματι θεοῦ, καθαρῶς καὶ ἀμιάντως ἀρέσκουσα τῷ κυρίῳ καὶ ἀεὶ μεριμνῶσα, πῶς ἀρέσει αὐτῷ.

Καὶ ἐν πνεύματί ἐστιν πρὸς τὸν κύριον, καθὼς γέγραπται· Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι, λέγει κύριος. Οὐ γὰρ μόνον ὀνόματι ψιλῷ ἅγιος ἅγιός ἐστιν, ἀλλ᾽ ἐν παντὶ ἅγιός ἐστιν τῷ σώματι καὶ τῷ πνεύματι.

ἅτινά εἰσιν πορνεία, ἀκαθαρσία, 〈ἀσέλγεια〉, εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοί, ἐριθεῖαι, καταλαλιαί, διχοστασίαι, φθόνοι, φόνοι, μέθαι, κῶμοι, εὐτραπελία, μωρολογία, γέλως, ἀφροσύνη, σκώμματα, ψιθυρισμοί, πικρία, ὀργή, κραυγή, βλασφημίαι, φλυαρίαι, κακίαι, ἐφευρήσεις κακῶν, ἐπιορκίαι, πολυλογίαι, πλοκολογίαι, βαττολογίαι, μοχθισμοί, βαναυσίαι, διαπαρατριβαί, προσκλήσεις, βλακεῖαι, τύφος, φυσίωσις γένους, μορφῆς, χώρας, πλούτου, ἀνδρείας σαρκίνης, λόγου, ἐριθεία μετὰ φιλονεικίας, μῖσος, μνησικακία, ὀξυχολία, μῆνις, δόλος, ἀνταπόδοσις, γαστριμαργία, ἀπληστία, πλεονεξία ἥτις ἐστὶν εἰδωλολατρεία, φιλαργυρία ἡ ῥίζα πάντων τῶν κακῶν, φιλοκοσμία, κενοδοξία, φιλαρχία, αὐθάδεια, θράσος, ἀλαζονεία ἣ καλεῖται λοιμότης, ὑπερηφανία ᾗ ὁ θεὸς ἀντιτάσσεται. ταῦτα καὶ τὰ τούτοις ὅμοια ὅστις ἔχει ἐν ἑαυτῷ, σαρκικός ἐστι καὶ υἱὸς τοῦ ἐναντίου. τὸ γὰρ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ ὁ ἐκ τῆς γῆς ὢν τὰ τῆς γῆς λαλεῖ, τὰ τῆς γῆς ἔργα φρονῶν. τὸ γὰρ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν ἐστιν· τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται. καὶ ἐν τῷ τοιούτῳ οὐκ οἰκεῖ τὸ πνεῦμα τοῦ θεοῦ· οὐ μὴ γὰρ καταμείνῃ, φησίν, τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας. εἴ τις τοίνυν πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.

Ὁ γὰρ πνεῦμα θεοῦ ἔχων πνεύματι θεοῦ στοιχεῖ καὶ πνεύματι θεοῦ τὰς πράξεις τοῦ σώματος θανατοῖ καὶ ζῇ τῷ θεῷ, ὑποπιάζων καὶ δουλαγωγῶν τὴν σάρκα. ἐν γὰρ τῷ ἀνθρώπῳ τοῦ θεοῦ οὐκ ἔστιν φρόνημα σαρκικόν, ἀλλὰ πάντες οἱ καρποὶ τοῦ πνεύματος οἱ σωτήριοι, ἐν οἷς οἰκεῖ ὁ θεὸς καὶ ἐμπεριπατεῖ. ἐν οἷς φαίνονται ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες ὡς ἀληθῶς καὶ καύχημα καὶ δόξα τῆς εὐσεβείας ὑπάρχοντες.

.. ἵνα πᾶς ὁ ὁρῶν ὑμᾶς ἐπιγνώσηται, ὅτι σπέρμα εὐλογημένον ἐστὲ ὑπὸ κυρίου, ἀληθῶς σπέρμα ἔντιμον, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν θεοῦ, κληρονόμοι ἀφθάρτων καὶ ἀμαράντων ἐπαγγελιῶν, ὧν ὀφθαλμὸς οὐκ ἴδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπων οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν καὶ φυλάττουσιν τὰς ἐντολὰς αὐτοῦ. ἐν γὰρ χερσὶ τοῦ ἀεργοῦ ἄκανθαι φύονται, καί· ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις.