εἰ αὐτὸς πονηροὺς καὶ μοιχοὺς καὶ φονεῖς ἀγαπᾷ, καὶ τίς ἔσται δίκαιος κριτής; εἰ αὐτὸς «μεταμελεῖται», καὶ τίς βέβαιος; εἰ αὐτὸς κακοὺς ἐκλέγεται, καὶ τίς ἀγαθοὺς προσίεται; διό, ὦ τέκνον Κλήμης, ἔπεχε μὴ ἄλλο τι φρονήσῃς περὶ τοῦ θεοῦ ἢ ὅτι αὐτὸς μόνος ἐστὶν θεὸς καὶ κύριος καὶ πατήρ, ἀγαθὸς καὶ δίκαιος, δημιουργός, μακρόθυμος, ἐλεήμων, τροφεύς, εὐεργέτης, φιλανθρωπίαν νομιτεύων, ἁγνείαν συμβουλεύων, αἰώνιος, αἰωνίους ποιῶν, ἀσύγκριτος, ταῖς τῶν ἀγαθῶν ψυχαῖς οἰκιζόμενος, ἀχώρητος καὶ χωρούμενος, ὁ ἐν ἀπείρῳ τὸν μέγαν αἰῶνα ὡς κέντρον πήξας, ὁ οὐρανὸν ἐφαπλώσας καὶ γῆν πιλώσας, ὕδωρ ταμιεύσας, ἄστρα ἐν οὐρανῷ διαθείς, πηγὰς [γῆ] βρύσας, καρποὺς ἐκφύσας, ὄρη ὑψώσας, θάλασσαν περιορίσας, ἀνέμους τε καὶ πνεύματα διατάξας, ὁ τὸ περιέχον σῶμα ἐν ἀπείρῳ πελάγει «πνεύματι βουλῆς» ἀσφαλισάμενος. οὗτος ἡμῶν δικαστής, εἰς ὃν ἀποβλέποντας χρὴ τὰς ἑαυτῶν κατορθοῦν ψυχάς, πάντα ὑπὲρ αὐτοῦ νοοῦντας, αὐτὸν εὐφημοῦντας, πεπεισμένους ὅτι τῇ αὐτοῦ μακροθυμίᾳ πάντων τὴν προπέτειαν εἰς φανερὸν ἄγων μόνος ἀγαθός ἐστιν. καὶ οὗτος ἐπὶ τέλει τοῦ παντὸς ἑκάστῳ τῶν τετολμηκότων ἃ μὴ ἐχρῆν δίκαιος προκαθεσθήσεται κριτής.