αὐτίκα γοῦν αὐτὸς ὁ Ζεὺς Γανυμήδους ἐρᾷ, —Ποσειδῶν Πέλοπος—Ἀπόλλων Κινύρου, Ζακύνθου, Ὑακίνθου, Φόρβαντος, Ὕλα, Ἀδμήτου, Κυπαρίσσου, Ἀμύκλα, Τρωίλου, Βράγχου, † Τυμναίου, Πάρου, Ποτνιέως, Ὀρφέως—Διόνυσος δὲ Ἀδώνιδος, Ἀμπέλου, Ὑμεναίου, Ἑρμαφροδίτου, Ἀχιλλέως—ὁ δὲ Ἀσκληπιὸς Ἱππολύτου—καὶ Ἥφαιστος Πηλέως—Πὰν δὲ Δάφνιδος—ὁ δὲ Ἑρμῆς Περσέως, Χρύσου, Θέρσου, Ὀδρύσου—Ἡρακλῆς δὲ Ἀβδήρου, Δρύοπος, Ἰοκάστου, Φιλοκτήτου, Ὕλα, Πολυφήμου, Αἵμονος, Χώνου, Εὐρυσθέως. πάντων οὖν σοι τῶν ἐπισημοτέρων θεῶν ἐκ μέρους τοὺς ἔρωτας παρεθέμην, φιλτάτη, ἵν᾽ εἰδῇς ὅτι μόνοις ἀνθρώποις τοῖς ἀνοήτοις περὶ τούτου γίνεται ζηλοτυπία. διὸ καὶ θνητοὶ τυγχάνουσιν καὶ λυπηρῶς τὸν βίον διατελοῦσιν, ὅτι τὰ δόξαντα τοῖς θεοῖς καλὰ αὐτοὶ διὰ τὸν αὐτῶν ζῆλον κακὰ εἶναι ἀπεφήναντο. μακαρία οὖν ἔσῃ τοῦ λοιποῦ μιμουμένη θεοὺς καὶ οὐκ ἀνθρώπους. ἄνθρωποι γὰρ τὴν νομιζομένην σωφροσύνην ἰδόντες σε διαφυλάσσουσαν, διὰ τὸ ἴδιον πάθος ἐπαινοῦσιν μέν, οὐκ ὠφελοῦσιν δέ· θεοὶ δὲ ἐξομοιουμένην σε ἑαυτοῖς ὁρῶντες καὶ ἐπαινέσουσιν καὶ ὠφελήσουσιν. λόγισαι γάρ μοι πόσας ἠμείψαντο ἐρωμένας, ὧν τὰς μὲν κατηστέρισαν, τινῶν δὲ καὶ τέκνα καὶ συνεργοὺς εὐηργέτησαν. αὐτίκα γοῦν Ζεὺς κατηστέρισεν Καλλιστώ, τὴν λεγομένην ἄρκτον μικράν, ἣν καὶ κυνὸς οὐρὰν προσαγορεύουσίν τινες.