εἰ δὲ διὰ κακῶν κακὰ ἔρχεται καὶ δι᾽ ἀγαθῶν ἀγαθὰ φέρεται, προσεῖναι δεῖ ἑκάστῳ τὸ ἴδιον, τὸ ἀγαθὸν εἶναι ἢ κακόν, καὶ ἐξ ὧν προέπραξεν, διὰ τοῦ ἐλθεῖν τὰ δεύτερα ἀγαθὰ ἢ κακά, ἅτινα ἴδια αὐτοῦ τῆς αἱρέσεως ὄντα ὑπὸ τῆς τοῦ θεοῦ προνοίας διελθεῖν ᾠκονόμηται, ἐπεὶ κρίσις αὕτη θεῷ, ὥσπερ ἐπ᾽ ἀγῶνος τὸν διὰ πάσης κακουχίας διεληλυθότα καὶ ἄμεμπτον εὑρεθέντα, ἐκεῖνον ζωῆς αἰωνίου καταξιοῦσθαι· οἱ γὰρ ἐν ἀγαθοῖς ἰδίᾳ βουλῇ προκόψαντες ὑπὸ τῶν ἰδίᾳ βουλῇ ἐν κακίᾳ παραμεινάντων πειράζονται, διωκόμενοι, μισούμενοι, λοιδορούμενοι, ἐπιβουλευόμενοι, τυπτόμενοι, πλεονεκτούμενοι, διαβαλλόμενοι, ἀγγαρευόμενοι, ἐπηρεαζόμενοι, πάντα ἐκεῖνα πάσχοντες, δι᾽ ὧν εὐλόγως δοκεῖ τὸ ὀργίζεσθαι γίνεσθαι καὶ πρὸς ἄμυναν ὁρμᾶν. ὁ δὲ διδάσκαλος εἰδὼς ὅτι οἱ ταῦτα ἀδίκως ποιοῦντες ἐκ προτέρων ἁμαρτημάτων κατάδικοί εἰσιν καὶ ὅτι διὰ καταδίκων τὸ τῆς κακίας πνεῦμα ταῦτα ἐνεργεῖ, τοὺς μὲν ἀνθρώπους καθὸ ἄνθρωποί εἰσιν, καὶ δι᾽ ἁμαρτίας ὄργανα γινομένους κακίας ἐλεεῖν συνεβούλευσεν, ὡς φιλανθρωπίαν ἀσκοῦσιν, καὶ τὸ ὅσον ἐπ᾽ αὐτοῖς ἐστιν, ἀδικουμένους καὶ ἀπολύειν τῆς καταδίκης τοὺς ἀδικοῦντας, ἵνα ὥσπερ οἱ νήφοντες τοῖς μεθύουσιν βοηθῶσιν, εὐχαῖς, νηστείαις, εὐλογίαις, μὴ ἀνθιστάμενοι, μὴ ἀμυνόμενοι, ἵνα μὴ ἐπὶ τὸ πλεῖον αὐτοὺς ἁμαρτεῖν ἀναγκάσωσιν.