Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Ἐπιτομὴ τῶν Ψευδοκλημεντείων (Νόθος)

Κλήμης Ῥώμης

Το έργο του Κλήμεντος στη Ρώμη και η εξορία του στη Χερσώνα

Η ιεραποστολική δράση στη Ρώμη, η χειροτονία του Κλήμεντος ως επισκόπου, η θαυματουργική θεραπεία και μεταστροφή του Σισιννίου, καθώς και η καταδίκη και εξορία του Κλήμεντος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 9 από 10

Ἐγὼ μέντοι Κλήμης μετὰ τῶν ἀδελφῶν ἔτι παρὰ τῷ διδασκάλῳ Πέτρῳ μεμενηκὼς, ἐχομένῳ τε τοῦ κηρύγματος καὶ πολλοὺς ἐκ ποικίλων νόσων καὶ παθῶν ἰωμένῳ. ἐπεὶ τὰς πόλεις ἐκεῖνος ἀμείβων ἔφθασε καὶ εἰς Ῥώμην, καὶ τοῖς συνιοῦσι τὸν τῆς εὐσεβείας λόγον διήγγειλε, καὶ πολλοὺς τῷ μέρει Χριστοῦ προσήγαγε διὰ τοῦ βαπτίσματος, ἄνδρας τε καὶ γυναῖκας, ὡς καὶ τῶν εὐγενῶν γυναικῶν τὰς περιφανεστέρας, καὶ ἃς ὁ λόγος ματρώνας οἶδε καλεῖν, ἐν ὀλίγῳ χρόνῳ μικροῦ δεῖν πάσας προσδραμεῖν πεῖσαι τῷ ἁγίῳ βαπτίσματι καὶ πιστεῦσαι θεῷ.

Ἔμελλε δὲ καὶ αὐτὸς ἤδη τὸν βίον ἀπολιπεῖν καὶ πρὸς τὸν διδάσκαλον ἐκδημῆσαι Χριστὸν τὸν τοῦ εὐαγγελίου δρόμον τετελεκώς. ἐπεί περ ἔγνωστο τούτῳ καὶ ὅτι σταυρῷ μέλλει καὶ οὗτος κατακριθῆναι, ἵνα τῷ διδασκάλῳ καὶ πάθους κοινωνήσῃ καὶ δόξης, μιᾷ συνηθροισμένων τῶν ἀδελφῶν πάντων, τῆς χειρός μου λαβόμενος, στὰς ἐν μέσῃ τῇ ἐκκλησίᾳ ἀκούσατέ μου, ἔφη, τέκνα καὶ ἀδελφοί· τοῦ μὲν ἐμοῦ δρόμου τὸ τέλος ἐγγύς· τοῦτο γὰρ καὶ ἤδη μοι ἔγνωσται· Κλήμεντα δὲ τοῦτον ἐπίσκοπον ὑμῖν χειροτονῶ σήμερον, ᾧ καὶ τὴν ἐμὴν τῶν λόγων πιστεύω καθέδραν, ὡς ἀπαρχῆς μοι καὶ μέχρι νῦν συνοδεύσαντα, καὶ οὕτως πασῶν μου τῶν ὁμιλιῶν ἐπακούσαντα, ὃς ἐν πᾶσί μοι τῶν πειρασμῶν κοινωνήσας τῇ πίστει προσκαρτερῶν εὑρέθη, ὃν ἐγὼ ἀκριβέστατα πάντων οἶδα θεοσεβῆ καὶ φιλάνθρωπον, ἁγνόν τε καὶ σώφρονα, ἀγαθὸν, δίκαιον, μακρόθυμον καὶ γενναίως εἰδότα φέρειν τὰς ἐνίων τῶν κατηχουμένων ἀχαριστίας. διὸ αὐτῷ μεταδίδωμι τῆς ἐξουσίας τοῦ δεσμεῖν τε καὶ λύειν. δήσει γὰρ, ὃ δεῖ δεθῆναι, καὶ λύσει πάντως, ὃ δεῖ λυθῆναι, ὡς τὸν τῆς ἐκκλησίας κανόνα καλῶς εἰδώς. αὐτοῦ οὖν ἀκούσατε εἰδότες, ὅτι ὁ τὸν ἀληθείας προκαθεζόμενον λυπῶν εἰς Χριστὸν ἁμαρτάνει, καὶ τὸν πατέρα τῶν ὅλων παροργίζει θεόν, οὗ εἵνεκεν οὐ ζήσεται. καὶ αὐτὸν οὖν δεῖ τὸν προκαθεζόμενον ἰατροῦ τόπον ἐπέχειν, οὐ θηρίου ἀλόγου θυμόν.

Ταῦτα αὐτοῦ λέγοντος ἐγὼ Κλήμης πεσὼν ἐπὶ γῆς, πολὺς ἦν τοῦ διδασκάλου δεόμενος, καὶ τὸν θρόνον ὡς μάλιστα παραιτούμενος. ἀλλ᾽ ὁ θεῖος ἀπόστολος, περὶ τούτου με μὴ ἀξίου εἰπών· ἃ γὰρ ὁ θεὸς βούλεται, τίς ἱκανὸς ἀνθρώπων διασκεδάσαι; ἔτι πρὸς τὸ πλῆθος ἰδὼν καὶ ὑμεῖς, ἔφη, ἀγαπητοὶ ἀδελφοὶ, τὴν ὀφειλομένην ὡς πατρὶ τιμὴν καὶ εὐπείθειαν διὰ παντὸς ἀποδιδόναι τῷ ὑμῶν πατρὶ μὴ ἐλλίποιτε. οὕτω γὰρ καὶ ὑμεῖς ποιμαίνεσθαι καλῶς ἕξετε, καὶ ποιμὴν οὗτος ἔσται, καὶ οὐ μισθωτὸς, τοῦ ποιμνίου ἐπιμελούμενος. ἔσεσθε γὰρ εἰδότες, ὡς ὁ τὸν ποιμένα τε καὶ διδάσκαλον ἐν τοῖς κατὰ θεὸν λυπῶν τὸ τοῦ θεοῦ πνεῦμα λυπεῖ, οὗ τὴν καθέδραν οὗτος καὶ τὸν τόπον ἐπέχει, καὶ ὁ τοὺς αὐτοῦ λόγους ἀθετῶν Χριστὸν ἀθετεῖ καὶ παραβάτης νόμου εὑρίσκεται. πρὸ πάντων δὲ τὰ τῆς πίστεως ὑμῖν ὑγιῶς ἐχέτωσαν καὶ βεβαίως, κινδύνῳ μηδενὶ σαλευόμενα· ἔπειτα καὶ ὁ βίος ὑμῶν καθαρὸς ἔστω, ἢ καθαιρέσθω, καὶ προηγουμένως ὁ τοῦ σώματος ἁγιασμὸς σπουδαζέσθω· οὐδεὶς γὰρ τούτου χωρὶς τὸν κύριον ὄψεται. τὸ εἰρηνικόν τε καὶ ἥμερον ἀλλήλοις παντὶ τρόπῳ περιποιείσθω. εἰ δὲ καὶ συμβαίη ποτὲ ἀλλήλων μεταξὺ σκάνδαλον, μὴ ἐπιδυέτω ὑμῖν ὁ ἥλιος οὕτως ἔχουσι. τοῦ κρίνειν τὸν πλησίον εὐλαβεῖσθε· Φαρισαϊκὸν γὰρ τοῦτο καὶ κρίσεως ἔνοχον. τῆς φιλοξενίας καὶ εὐποιίας μὴ ἐπιλανθάνεσθε· τοῦτο γὰρ ἐντολὴ τοῦ πρώτου διδασκάλου καὶ σωτῆρος θεοῦ.

τοῖς πταίουσι συγχωρεῖτε τὰ ἁμαρτήματα· οὕτω γὰρ καὶ αὐτοὶ ἀπαύστως ἐρεῖτε τὸ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν. ζυγὰ, μέτρα καὶ στάθμια μηδὲ ἓν ἄδικον ἔστω. οὕτω γὰρ εὐνομουμένη πόλις ἡ τοῦ θεοῦ ἔσται καθολικὴ ἐκκλησία. οἱ πράγματά τινα μετ᾽ ἀλλήλων ἔχοντες ἐπὶ τῶν τῆς ἐκκλησίας πρεσβυτέρων κρινέσθωσαν, καὶ τὸ καλὸν νοοῦντες συμβιβαζέσθωσαν· καὶ μὴ ἕλκετε εἰς δικαστήρια τοὺς ἀδελφούς. ἀπίστῳ γὰρ τοῦτο, τοῖς ἔξω κρίνεσθαι, ἐπεὶ καὶ ἀγγέλους κρινοῦμεν γέγραπται. ἐπὶ πᾶσι καὶ πρὸ πάντων οὕτως ἐστὲ τὸν ποιμένα ὁρῶντες, ὡς ἐμὲ Πέτρον, τὸν ὑπὸ θεοῦ προχειρισθέντα ὑμῖν εἰς διδάσκαλον.

Ταῦτα εἰπὼν καὶ ἐπὶ πάντων μοι τὰς χεῖρας ἐπιθεὶς εἰς τὴν αὐτοῦ με καθέδραν καθεσθῆναι πεποίηκε· καθεσθέντι δὲ τοῦτό μοι εὐθέως ἔφη· ἀξιῶ σε ἐπὶ πάντων μου τῶν συμπαρόντων ἀδελφῶν, ὁπηνίκα τοῦ ἐνταῦθα μεταστῶ βίου, ὡς ἡ τοῦ θεοῦ κέκρικε πρόνοια, πάντα τῷ κυρίῳ Ἰακώβῳ τῷ ἀδελφῷ τοῦ κυρίου μου ἐν ἐπιτομῇ ἀναγραψάμενον διαπέμψαι, μέχρι καὶ τῶν ἐκ παιδός σου λογισμῶν, καὶ ὡς ἀπ᾽ ἀρχῆς μέχρι νῦν μοι συνώδευσας, ἐπακούων τῶν κατὰ πόλιν ὑπ᾽ ἐμοῦ κηρυχθέντων λόγων τε καὶ πράξεων· ἔπειτα πρὸς τῷ τέλει καὶ τὴν τοῦ θανάτου μου πρόφασιν, ὡς προεῖπον, δηλῶσαι μὴ παραλίπῃς. οὐ γὰρ αὐτὸν λυπήσει τοῦτο εἰδότα σαφῶς, ὅτι ὃ πάντως ἔδει με παθεῖν, εὐσεβῶς ἀποδέδωκα. μεγίστης δὲ παραμυθίας τεύξεται μαθὼν, ὅτι μετ᾽ ἐμὲ οὐκ ἀμαθὴς ἀνὴρ καὶ ζωοποιοὺς ἀγνοῶν λόγους, ἐκκλησίας τε κανόνα εἰδὼς μάλιστα, τὴν τοῦ διδάσκοντος ἐπιστεύθη καθέδραν. ὅθεν ἐγὼ, κύριέ μου Ἰάκωβε, τοῦ διδασκάλου Πέτρου ταῦτά μοι ἐπισκήψαντος οὐκ ὤκνησα τὸ κελευσθὲν ἐκπληρῶσαι, καὶ ὡς ἐπιτομῇ σοι πάντα γνώριμα καταστῆσαι ἐπιγράψας τὴν ὑπόθεσιν οὕτως· Κλήμεντος τῶν Πέτρου ἐπιδημιῶν καὶ κηρυγμάτων ἐπιτομή.

ΑΥΤΗ μὲν οὖν ἡ πλήρης τῆς ἄνωθεν χάριτος τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου ἐπιδημιῶν διήγησις, ἐπίτομόν τε ὁμοῦ διδασκαλίαν αὐτοῦ ἔχουσα καὶ τὸν τοῦ μεγάλου καὶ θαυμασίου Κλήμεντος βίον, καθάπερ ἐν πίνακι τῷ λόγῳ διατυποῦσα, ὡς αὐτὸς οὗτος Ἰακώβῳ τῷ ἀδελφοθέῳ γράφων ἐγνώρισε. τὸν μέντοι διάπυρον αὐτοῦ πρὸς θεὸν ἔρωτα καὶ τὸν πολὺν ἐκεῖνον ὑπὲρ τῆς εὐσεβείας ζῆλον ἱκανὰ μὲν τὰ ῥηθέντα δηλῶσαι· δηλώσει δὲ μάλιστα τὰ πάντων σαφέστατα καὶ αὐτὸ τὸ διὰ μαρτυρίου τέλος.

Τρίτος γὰρ μετὰ Πέτρον τὸν μέγαν ἐπὶ τὸν ὑψηλὸν τῆς Ῥωμαίων ἐκκλησίας θρόνον καθίσας καὶ ἀρετῆς ἆθλον αὐτὸν δεξάμενος εἵπετο κατ᾽ ἴχνος τῷ διδασκάλῳ, καὶ ἀποστολικὴν διδασκαλίαν καὶ αὐτὸς ἐπεδείκνυτο, καὶ τοῖς ὁμοίοις διέλαμπε τρόποις, οὐ Χριστιανοῖς μόνον εὐαρεστῶν, ἀλλὰ δὴ καὶ Ἰουδαίοις καὶ αὐτοῖς Ἕλλησι, καὶ πᾶσι πάντα γινόμενος, ἵνα τοὺς πάντας καὶ οὕτω κερδάνῃ καὶ τῷ Χριστῷ παραστήσῃ καὶ συνδήσῃ τῇ εὐσεβείᾳ. ὅπως δὲ μὴ ψιλὴ μόνον ὑπόληψις εἶναι δοκῇ τὰ παρόντα, καὶ τὰς αἰτίας ἐροῦμεν. Ἕλλησι μὲν γὰρ διὰ τοῦτο τιμώμενος ἦν, καὶ ἡδέως αὐτῷ προσεῖχον ἐκεῖνοι, ὅτι μὴ λοιδορούμενος αὐτοῖς, μηδὲ ἀποστρεφόμενος, ἀλλ᾽ ὥσπερ ἀπολογούμενος, καὶ μαρτυρίας πάντοθεν παράγων ἀπὸ τῶν παρ᾽ αὐτοῖς βιβλίων τε καὶ γραφῶν ἐδείκνυ σαφῶς, ὅθεν τε οἱ ὑπ᾽ αὐτῶν νομιζόμενοι θεοὶ ὥρμηνται, καὶ ὅπου γεγέννηνται, ἅ, τε πράξειαν, καὶ εἰς οἷον ἔλθοιεν τέλος, καὶ ὅπως τὸν βίον ἀθλίως κατέστρεψαν. εἶτα καὶ ὡς οὐκ ἀποκέκλεισται αὐτοῖς παρὰ τοῦ θεοῦ ἡ τῆς μετανοίας ὁδὸς, οὐδὲ παντάπασι τῆς σωτηρίας ἐξέπεσον· ἀλλ᾽ εἰ καὶ μόνον ἐπιστρέψαντας ἴδοι, καὶ τῆς προτέρας ἀπωλείας καὶ τῆς ἀπάτης ἀποσχομένους καὶ συγγνώσεται αὐτοῖς φιλανθρώπως καὶ προσηνῶς ὑποδέξεται καὶ βασιλείαν οὐρανῶν ἑτοιμάσει καὶ ἀγαθῶν ἀξιώσει τῶν ἀποῤῥήτων.

Ἰουδαίοις δὲ πάλιν ἐντεῦθεν ἐδόκει χαρίζεσθαι, ὅτι τε φίλους τοῦ θεοῦ τοὺς ἐκείνων πατέρας ὑπέφαινε, καὶ ὅτι τὸν παρ᾽ αὐτοῖς νόμον ἱερόν τε παρίστη καὶ θεῖον, καὶ οὔτε αὐτὸν παυθήσεσθαι, οὔτε τὴν πολιτείαν μετατεθήσεσθαι, ἀλλὰ κλῆρον αὐτοῖς ἔσεσθαι τὴν Παλαιστίνην διηνεκῆ, εἴ γε τὸν τοιοῦτον καὶ αὐτοὶ νόμον τηρήσουσιν· ὥστε γενέσθαι αὐτὸν πατέρα τοσούτων ἐκγόνων, ὡς παρισοῦσθαι τὸ πλῆθος αὐτῶν τῷ πλήθει τῶν ἄστρων· καὶ ἐν τῷ σπέρματι αὐτοῦ κληροδοτεῖσθαι πάντα τὰ ἔθνη· καὶ ὃ πρὸς τὸν Δαβὶδ εἶπεν αὖθις· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου· καὶ διὰ Ἡσαΐου πάλιν, ὅτι ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. εἰ τοίνυν μὴ ἀθετοῦσιν, ἀλλὰ πίστει παραδέχονται ταῦτα, τῆς προτέρας αὐτοὺς τοῦ θεοῦ προνοίας μὴ ἐκπεσεῖν, ἀλλ᾽ ἀναφαίρετον μένειν παρ᾽ αὐτοῖς τὴν Παλαιστίνην διεβεβαίου. Ἕλληνας μὲν οὕτω καὶ Ἰουδαίους δεξιῶς ἄγαν καὶ οἰκείως ὑπήρχετο, χαριζόμενός τε αὐτοῖς ὁμοῦ καὶ ἠρέμα πρὸς τὴν εὐσέβειαν ἐπαγόμενος.

Χριστιανοὶ δὲ πολλὰ καὶ ἄλλα τῆς τοῦ ἀνδρὸς περὶ αὐτοὺς κηδεμονίας δείγματα εἶχον· μάλιστα δὲ τὴν εὐποιίαν, οἷος ἐκεῖνος, πένησι θησαυρίζων ἀεὶ ταῖς ἀσφαλέσιν ἀποθήκαις, καὶ τῶν ἐπιβουλευόντων ἰσχυροτέραις. τούς τε γὰρ ἐν ἑκάστῳ μέρει τῆς πόλεως ἐνδεεῖς ἀπογραψάμενος τῶν ἀναγκαίων αὐτοῖς καθ᾽ ἑκάστην ἡμέραν ἐποιεῖτο τὴν χορηγίαν· καὶ ὅσοι παρ᾽ αὐτῷ πάλιν τοῦ θείου κατηξιοῦντο βαπτίσματος, δημοσίων αὐτοὺς ἀπέλυε φόρων, καὶ παντελῆ παρεῖχεν ἀτέλειαν. παρῄνει δὲ καὶ τοῖς ἑκάστοτε διὰ τὸ κήρυγμα καὶ τὴν διδασκαλίαν πρὸς αὐτὸν συνιοῦσι, καὶ μάλιστα ὅσους περιττοὺς ᾔδει τῷ πλούτῳ καὶ πρὸς τὸ διδόναι δυνατῶς ἔχοντας, μὴ τοὺς ἅπαξ τῷ βαπτίσματι τῷ ἁγίῳ καθαρθέντας, περιορᾶν δημοσίᾳ παρὰ τῶν Ἰουδαίων τρεφομένους δι᾽ ἀπορίαν, καὶ τὴν λαμπρὰν στολὴν τοῦ χαρίσματος διὰ τῆς ἐναγοῦς ἐκείνης κοινωνίας μολύνοντας. ἀφ᾽ ὧν οὕτω προθύμως αὐτοὺς ἐποίει τοῖς βασανιζομένοις τὰ πρὸς τὴν χρείαν ἀποδιδόναι, ὡς τοῦτό γε μόνον κέρδος νομίζειν, ὅ, τι ἂν εἰς αὐτοὺς ἀναλώσειαν.

Οὕτω μὲν οὖν ὁ ἱερὸς Κλήμης ἔχων καὶ οὕτως ἐν ταῖς ἁπάντων ψυχαῖς κείμενος καὶ οὐ Χριστιανοὺς μόνον, ἀλλὰ καὶ αὐτοὺς Ἕλληνας καὶ Ἰουδαίους τῆς οἰκείας καὶ ψυχῆς πάλιν ἐκεῖνος καὶ γλώττης ἀνηρτημένος, τῷ Σισιννίῳ ἐκείνῳ· φίλος δὲ οὗτος τῷ βασιλεῖ Νερούᾳ καὶ τῶν ἐπιτηδείων· ἐμισεῖτο καὶ διεβάλλετο, ἐπειδὴ τὴν σύζυγον Θεοδώραν ὁ Σισίννιος ὑπῃσθάνετο ἔρωτι τῆς ἐκείνου διδασκαλίας ἁλισκομένην, καὶ οἴκου μὲν καὶ παίδων καὶ ἀνδρὸς ἀμελοῦσαν, ὅλην δὲ τῷ Κλήμεντι προσκειμένην, καὶ αὐτῷ συνεχῶς φοιτῶσαν, καὶ τοῦτον πάλιν ἐπὶ τῆς οἰκείας ψυχῆς ἀεὶ πνευματικῶς περιφέρουσαν. ἀλλ᾽ ἡ μὲν Θεοδώρα τῇ σειρῆνι τῆς τοῦ Κλήμεντος γλώττης καταθελχθεῖσα καὶ τῷ Χριστῷ δι᾽ ἐκείνου πιστεύσασα θερμότερον ἀντεποιεῖτο τῆς εὐσεβείας, καὶ διηνεκῶς ἔψαλλε, καὶ οὐκ ἀπελιμπάνετο τῆς συνάξεως.

Ὁ Σισίννιος δὲ ὑπὸ τῆς ἀδίκου ζηλοτυπίας κεντούμενος ἐπιβουλὴν κατὰ τῆς γυναικὸς ἐμελέτα, καὶ ὑπὸ τοῦ πάθους καθ᾽ ἑκάστην ὡπλίζετο τὴν ἡμέραν. καὶ δή ποτε τηρήσας αὐτὴν πρὸς τὴν σύναξιν ἀπιοῦσαν λάθρα μετὰ τῶν οἰκετῶν καὶ αὐτὸς εἰς τὸν ναὸν παρεισῆλθεν, ὥστε περιεργάσασθαι καὶ καταμαθεῖν τὰ ἐν αὐτῷ πάντα τελούμενα, καὶ ὧν χάριν ἡ Θεοδώρα συνεχῶς ἐκεῖ ἀφικνεῖται. τοῦ θαυμασίου δὲ Κλήμεντος τὴν συνήθη παραχρῆμα τῶν ἱερῶν ὕμνων εὐχὴν προειπόντος τυφλὸς εὐθὺς ὁ Σισίννιος ἐγένετο καὶ κωφὸς, ὡς μήτε ἀκούειν, μήτε ὁρᾶν δύνασθαι. καὶ πρὸς τοὺς οἰκέτας ἐπιστραφεὶς λάβετέ με, ἔφη, καὶ πρὸς τὴν οἰκίαν χειραγωγήσατε· ἀθρόον γάρ τι κατασκῆψαν εἰς ἐμὲ κακὸν οὔτε ἀκούειν, οὔτε βλέπειν ἀνίησι.

Χεῖρα μὲν οὖν εὐθὺς ὀρέγουσιν αὐτῷ οἱ οἰκέται καὶ ἀπαίρουσι δῆθεν πρὸς τὴν οἰκίαν· ἐξελθεῖν δὲ οὐκ εἶχον, καίτοι γε πάσης τοῦ ναοῦ πύλης ἀνεῳγμένης, ἀλλὰ διὰ πάσης αὐτόν τε περιῆγον τῆς ἐκκλησίας ἀνὰ τὸ τῶν ᾀδόντων πλῆθος. ἀπέκλειε γὰρ τὴν ἔξοδον αὐτοῖς δύναμις θειοτέρα σωφρονέστερον τὸν ἀνόητον ἐκεῖνον ἐργαζομένη. περιιόντες τοίνυν πανταχοῦ τοῦ νεῶ ἐντυγχάνουσι προσευχομένῃ τῇ αὐτοῦ συζύγῳ. κἀκείνη τὸν ἄνδρα σὺν τοῖς οἰκέταις ἰδοῦσα πρῶτα μὲν ἐκκλίνει τὴν θέαν δεδοικυῖα, μὴ καὶ οὗτος αὐτῆς ἴδοι· οὐδὲν γὰρ τέως τῶν πραχθέντων ἡ Θεοδώρα ᾔδει. ἔπειτα δὲ τῶν οἰκετῶν ἕνα μετακαλεσαμένη τὴν αἰτίαν ἠρώτα, δι᾽ ἣν οὕτω σὺν αὐτοῖς ὁ ἀνὴρ ἀνὰ τὸν ναὸν περιέρχοιτο. κἀκεῖνος αὐτῇ πάντα καταλέγει σὺν ἀκριβείᾳ, ὅπως τε μετὰ τὴν ἐκ τοῦ οἴκου αὐτῆς ὑποχώρησιν λάθρα τὴν ἐκκλησίαν καὶ αὐτοὶ καταλάβοιεν, καὶ ὅπως τὴν εὐχὴν τοῦ πατριάρχου διατελέσαντος τυφλὸς εὐθὺς ὁ κύριος αὐτῶν γένοιτο καὶ κωφὸς, καὶ ὡς προστάξειε μὲν αὐτοῖς χειραγωγῆσαι αὐτὸν ἐπὶ τὴν οἰκίαν, οὐδεμία δὲ αὐτοῖς ἔξοδος καίτοι πολλὰ καμοῦσι καὶ πανταχοῦ τῆς ἐκκλησίας περιελθοῦσιν εὑρίσκεται.

Τούτων ἐκείνη ἀκούσασα συνῆκεν εὐθέως, ὅθεν ἡ τῶν ὤτων αὐτῷ καὶ τῶν ὀφθαλμῶν πήρωσις ἦν, καὶ βοηθὸς ἀληθῶς αὐτῷ γίνεται. τραπεῖσα γὰρ εἰς εὐχὴν αὐτίκα καὶ δάκρυα μετὰ τῆς εὐχῆς θερμὰ χέουσα ἐδεῖτο τοῦ θεοῦ, ὥστε τὴν ἔξοδον ἐπιτραπῆναι τῷ Σισιννίῳ καὶ οἴκαδε ὑποστρέψαι αὐτόν. καὶ πρὸς τοὺς οἰκέτας ἐπιστραφεῖσα· ᾔδει γὰρ ὡς οὐδὲ τὸν ἄνδρα περιόψεται πάντως ὁ ἐκείνης θεός· ἄγετε, φησὶ, τὸν κύριον ὑμῶν πρὸς τὸν οἶκον χειραγωγήσατε, καταλαμβάνω δὲ μετὰ βραχὺ καὶ αὐτή. ταῦτα ἔφη, καὶ ῥᾳδία ἡ ἔξοδος εὐθὺς τοῖς οἰκέταις ἐγένετο. καὶ ὁ Σισίννιος ὀφθαλμοὺς ἔτι καὶ ὦτα πεπηρωμένος ἐχειραγωγεῖτο πρὸς τὴν οἰκίαν. οἱ οἰκέται τοίνυν ἐλθόντες παρὰ τὴν Θεοδώραν καὶ αὖθις ἔτι κωφὸν εἶναι καὶ τυφλὸν τὸν ἑαυτῶν ἀπαγγέλλουσι κύριον. καὶ αὐτὴ συντονωτέρα πάλιν πρὸς τὸν θεὸν τῇ δεήσει καὶ θερμοτέροις ἐδεῖτο τοῖς δάκρυσιν, ὥστε τὸν ἄνδρα τοῦ πάθους ἀπαλλαγῆναι. ἤδη δὲ καὶ τοῦ πατριάρχου τὴν ἱερὰν ἐκτελέσαντος λειτουργίαν πίπτει πρὸς τοὺς αὐτοῦ πόδας ἡ Θεοδώρα, καὶ τὴν πήρωσιν τοῦ ἀνδρὸς ἀπαγγέλλει, καὶ δεῖται καὶ ἱκετεύει καὶ δάκρυα τῶν ποδῶν καταχέει, θεραπεῦσαι τῷ ἀνδρὶ τὸ πάθος, καὶ μὴ οὕτω περιιδεῖν κακῶς ἔχοντα.

Τούτων ὁ μακάριος Κλήμης ἀκούσας καὶ παθὼν ἐπὶ τῇ τῆς γυναικὸς συμφορᾷ τὴν ψυχὴν εἰς δάκρυα καὶ αὐτὸς φανερὰ κατάγεται, καὶ προτρέπεται τοὺς παρόντας κοινῇ τοῦ θεοῦ δεηθῆναι, ὥστε λυθῆναι τῷ Σισιννίῳ τὴν πήρωσιν. τούτου δὲ γενομένου θαῤῥούντως ἄπεισι μετὰ τῆς γυναικὸς ἐπὶ τὸν οἶκον ὁ πατριάρχης, καὶ ἀνεῳγμένους μὲν εὑρίσκει τῷ ἀνδρὶ τοὺς ὀφθαλμοὺς, εἰς δὲ τὸ βλέπειν οὐδὲν τῶν πεπηρωμένων ἄμεινον ἔχοντας. κεκώφωτο δὲ καὶ τὰ ὦτα, καὶ βαρυτάτῃ συμφορᾷ περὶ τὸ σῶμα ἐκέχρητο. ὀδυρμὸς οὖν ἐκ τῶν παρόντων ἐγένετο, καὶ κατέσχεν οἰμωγὴ τὸν οἶκον. ἀλλ᾽ ὁ μὲν Σισίννιος οὐκ ᾐσθάνετο τῶν γεγενημένων, πῶς ὅσ τε οὔτε ἀκούειν οὔτε ὁρᾶν εἶχεν.

Ὑπεραλγήσας δὲ ὁ θεῖος Κλήμης τῆς γυναικὸς καὶ τοῦ οἴκου ἱκέτης γίνεται τοῦ θεοῦ, καὶ μετὰ δακρύων ἐδεῖτο, καὶ περιπαθεῖς ἐξέτεινε τὰς δεήσεις κύριε Ἰησοῦ Χριστὲ, λέγων, ὁ τὰς τῶν οὐρανῶν κλεῖς δεδωκὼς τῷ ἀποστόλῳ σου Πέτρῳ, καὶ ἅπερ ἀνοίξεις ἀνέῳκται εἰπὼν, καὶ ἅπερ ἂν κλείσῃς κέκλεισται, αὐτὸς καὶ τοὺς πεπηρωμένους ὀφθαλμοὺς τοῦ ἀνδρὸς τοῦδε καὶ τὰ ὦτα διάνοιξον, ὅτι σὸν καὶ τοῦτο τὸ ῥῆμα τὸ ἅπερ ἂν αἰτήσητε πιστεύοντες, λήψεσθε, καὶ αὕτη σου ἡ ἐπαγγελία διαμένει εἰς τὸν αἰῶνα. ταῦτα τοῦ πατριάρχου προσευξαμένου καὶ τῶν παρόντων τὸ ἀμὴν ἐπειπόντων, εὐθέως ἡ τῶν ὀφθαλμῶν καὶ τῶν ὤτων πήρωσις διελέλυτο. καὶ ὁ Σισίννιος καθάπερ ἐξ ὕπνου διαναστὰς καὶ τὸν μακάριον Κλήμεντα μετὰ τῆς γυναικὸς ἑστῶτα ἰδὼν κακὰς ὁ ἀνόητος τῷ ἁγίῳ χάριτας ἀπεδίδου. καὶ κατασχεῖν εὐθέως τὸν πατριάρχην τοῖς οἰκέταις παρεκελεύετο τοῦ δίκας ὑποσχεῖν αὐτὸν τῆς πηρώσεως. ᾤετο γάρ τινα γοητείαν εἶναι, ὅτι καὶ πηρωθῆναι πρότερον αὐτὸν, καὶ ἀναβλέψαι καὶ ἀκοῦσαι πάλιν ἐποίησεν.

Οἱ μὲν οὖν οἰκέται σπουδαίως τὰ προστεταγμένα ποιεῖν εἰς αὐτὸν ἐπειρῶντο. ἐλάνθανον δὲ ἄρα τῶν παρακειμένων λίθων καὶ ξύλων ἁπτόμενοι, καὶ σύροντες αὐτὰ καὶ δεσμοῦντες, καὶ τῇδε κἀκεῖσε μανικῶς περιάγοντες. τοῦτο δὲ καὶ τῷ Σισιννίῳ ἐδόκει, καὶ δεσμώτην ὑπὸ τῶν οἰκετῶν γεγενῆσθαι τὸν πατριάρχην καὶ αὐτὸς ᾤετο. ἐκεῖνος δὲ ἀπαθὴς ἀπὸ τῶν ἀδίκων ἐκείνων ἐτηρεῖτο χειρῶν, οὐδὲ μικρὰν ἁφὴν ὑπομένων, οὐδὲ ἐν μέσοις τοῖς δεινοῖς θορυβούμενος. εἶτα καὶ πρὸς τὸν ἀνόητον ἐκεῖνον ἰδὼν πεπώρωσαι τὴν καρδίαν, ἔφη, λίθους οὕτω καὶ ξύλα κινῶν καὶ ὅλην κατ᾽ αὐτῶν ἀφιεὶς τὴν ὀργὴν, ἃ μικρῷ πρόσθεν ἐτίμας καὶ ὡς θεοὺς ἐθεράπευες. ὁ δὲ ἀλλ᾽ ἐγώ σε κακῶς ἀπολῶ, φησὶν, ὡς καὶ μεταβαλεῖν πολλοὺς τῶν γοήτων ἐντεῦθεν καὶ σωφρονῆσαι, ἀφ᾽ ὧν αὐτὸς τὰ ἔσχατα πείσῃ, τὰ μεγάλα ἐκείνους κερδάναντας.

Ταῦτα ὁ μὲν φυσώμενος ὑπὸ τῶν παρόντων ἔλεγε καὶ αὐχῶν, ὅτι καὶ δεσμοῖς ὑποβεβλήκει τὸν πατριάρχην. ὁ δὲ οὐδὲ οὕτως αὐτὸν ἀπεστρέφετο, ἀλλὰ τὴν ἐκείνου σύζυγον εὐλογήσας καὶ εἰς τὰς εὐγνώμονας ἐκείνας καὶ καταπειθεῖς ἀκοὰς ὥσπερ εἰς βαθύγειόν τινα καὶ λιπαρὰν ἄρουραν δαψιλῆ τὰ σπέρματα τῆς εὐσεβείας καταβαλὼν ᾤχετο, μὴ ἀνεῖναι προσευχομένην πρότερον ἐντειλάμενος, ἕως καὶ τὸν ἄνδρα εἰς ἐπίγνωσιν τῆς ἀληθείας χειραγωγήσειε. τῇ εὐχῇ τοίνυν θερμότερον προσκειμένῃ τῇ Θεοδώρᾳ ἐπιφαίνεταί τις αὐτῇ πρὸς ἑσπέραν αἰδέσιμος ἀνὴρ καὶ πολιὸς τὴν τρίχα· ἐῴκει δὲ ἄρα ὁ πρῶτος τῶν μαθητῶν εἶναι Πέτρος, ὁ τοῦ διδασκάλου θερμὸς ἐραστής· καί φησι πρὸς αὐτήν· διά σε, ὦ γύναι, ὑγιὴς ἔσται Σισίννιος, ὅπως ἂν καὶ ἀνὴρ κατὰ τὸν ἀδελφόν μου Παῦλον ἁγιασθῇ διὰ τὴν γυναῖκα. ὁ μὲν οὖν ταῦτα εἰπὼν ἀπῆλθεν.

Ὁ Σισίννιος δὲ αὐτίκα καὶ ὥσπερ ἐκ συνθήματος τὴν Θεοδώραν καλέσας· ἦν δὲ ἄρα τοῦτο πέρας τῆς φανείσης αὐτῇ ὄψεως· τοῦ πόθου τε αὐτὴν καὶ τῶν κοινῶν ἁλῶν, καὶ τῆς ἑστίας καὶ τῆς λοιπῆς ἁπάσης κοινωνίας ἀναμιμνήσκει, καὶ πάντων αὐτῶν μίαν ἀπαιτεῖ χάριν, καὶ λιπαρεῖ τὴν γυναῖκα καὶ ἱκετεύει, ὥστε δεηθῆναι τοῦ θεοῦ ἀφεῖναί τε τὰ ἡμαρτημένα, καὶ τὴν ὁδὸν αὐτῷ ὑποδεῖξαι τῆς σωτηρίας. εἶτα κατήγορος αὐτὸς ἑαυτοῦ γίνεται, καὶ πάντα ποιῆσαι δι᾽ αὐτὴν καὶ παθεῖν ἀπαγγέλλει.

Ἐγὼ γὰρ ἐζηλοτύπουν, φησὶν, ἐπί σοι, ὅτι τὸν σύζυγον ἐμὲ περιορῶσα παρὰ τὸν ξένον τοῦτον ἐφοίτας, τὸ τοῦ πατριάρχου προσθεὶς ὄνομα καὶ τοὺς τῆς φύσεως θορύβους καὶ τὰς ἐκ τῆς ζάλης ταραχὰς οὐ φέρων ἠναγκάσθην πρὸς τὴν ἐκκλησίαν ἀπιοῦσαν ἐπιφυλάξαι σε καὶ ἰδεῖν τὰ τελούμενα. εἰσελθὼν τοίνυν καὶ αὐτὸς κατόπιν εἰς τὸν ναὸν, καὶ περιέργοις ὀφθαλμοῖς τὰ ὑπὸ τοῦ πατριάρχου γινόμενα θεωρῶν, ὅλην τε αὐτῷ τὴν ἀκοὴν διανιστῶν, καὶ ἀκροατὴς εἶναι τῶν λεγομένων ἐθέλων τὰς ὄψεις τε ὁμοῦ καὶ τὰ ὦτα πηροῦμαι. εἰ καὶ πάλιν ἐκεῖνος, ἅτε θεοῦ μιμητὴς ὢν, ἀναβλέψαι τε καὶ ἀκοῦσαι πεποίηκεν, ἐγὼ δὲ ἀγαθοῦ τοσούτου ἀμνημονήσας οὐ μόνον οὐκ ἀπέδωκα χάριτας αὐτῷ τῆς εὐεργεσίας, ἀλλὰ καὶ τερατείαν ὁ μάταιος τὸ θαῦμα εἰπὼν τιμωρήσασθαί τε αὐτὸν ἐπεχείρουν, ὅση μοι δύναμις, καὶ κατασχεῖν, οἴμοι, καὶ δεσμοῖς περιβαλεῖν ἐκέλευον τοῖς οἰκέταις· ἐκείνοις δὲ κατέχειν τε αὐτὸν νομίζουσι καὶ εἰς δεσμὰ φέρειν ξύλα ἦν ἐν χερσὶ μόνον καὶ λίθοι· τοῦτο δὲ καὶ αὐτῷ μοι ἐδόκει, καὶ οἷα ὑπ᾽ αὐτῶν κατεχομένου τοῦ πατριάρχου, ἀπειλὰς ἐγὼ χαλεπωτέρας ἐπῆγον. διὰ τοῦτο δέομαι ὁ σὸς ἀνὴρ, καὶ ταύτην παρὰ γυναικὸς ἐμῆς αἰτῶ χάριν, ὥστε πρῶτα μὲν εὐμενῆ γενέσθαι μοι τὸν θεόν, ἔπειτα δὲ καὶ αὐτὸν διαλλαγῆναι τὸν πατριάρχην.

Τούτων ἀκούσασα Θεοδώρα πρὸς τὸν ὅσιον εὐθὺς ἀφικνεῖται, καὶ ὅσα τε ἴδοι, καὶ ὅσα παρὰ τοῦ ἀνδρὸς ἀκούσειε, πάλιν ἀπαγγέλλει πάντα τῷ πατριάρχῃ. ὁ δὲ μὴ μελλήσας μηδὲν, αὐτίκα μάλα πρὸς τὸν Σισίννιον παραγίνεται, καὶ οὐχ ὡς τὸ πρότερον αὐτῷ ἐντυγχάνει, ἀλλὰ μεθ᾽ ὅσης ἐκεῖνος τῷ πατριάρχῃ προσέβαλε τότε τῆς ἀγριότητος, μετὰ πλείονος αὐτὸν νῦν τῆς τιμῆς ὑποδέχεται. ἀθρόαν τοίνυν οὕτω καὶ πολλὴν τὴν μεταβολὴν ὁ μέγας ἰδὼν, λόγους τε περὶ τῆς εὐσεβείας δεξιῶς ἄγαν αὐτῷ ὑποτείνει, καὶ ὅλον ὑποποιεῖται τὸν ἄνδρα. καὶ πιστεύσας ἀπὸ ψυχῆς ὁ Σισίννιος τῷ θεῷ ἥψατο τῶν μακαρίων ἐκείνων τοῦ πατριάρχου ποδῶν, καὶ τοιαῦτα μετὰ δακρύων ἐφθέγγετο· Εὐχαριστῶ σοι τῷ ἀληθεῖ καὶ μόνῳ θεῷ, τῷ διὰ τοῦτό μοι τοὺς ὀφθαλμοὺς πεπηρωκότι τοῦ σώματος, ὅπως τοὺς τῆς ψυχῆς διανοίξῃς, καὶ διαβλέψαι με παρασκευάσῃς πρὸς τὴν ἀλήθειαν· διὰ τοῦτο δὲ καὶ τῶν ὤτων τὴν ἐνέργειαν ἀποσβέσαντι, ὅπως νηφούσῃ διανοίᾳ, καὶ μηδενὸς τῶν ἔξωθεν ὅλως αἰσθανομένῃ, τὸ τῆς εὐσεβείας ὑποδέξωμαι κήρυγμα. νῦν δὲ αὐτήν τε τὴν ἀλήθειαν ἐμυήθην καὶ ἀκριβῶς τὰ τῶν Ἑλλήνων διέγνων, ἀπάτην ὄντα μόνον καὶ τερατείαν ἀπίθανον. ἐπὶ τούτοις φαιδρότης ἔσχε καὶ ἡδονὴ τὸν οἶκον, καὶ τῷ Χριστῷ πάντες ἐπίστευσαν.

τοῦ πάσχα δὲ ἤδη ἐνισταμένου ἐβαπτίσαντο μετὰ τοῦ Σισιννίου πάντες πατέρες ὁμοῦ καὶ μητέρες καὶ παῖδες εἰς εἴκοσι καὶ τρεῖς ἐπὶ τοῖς τετρακοσίοις ὄντες. τοῦτο πολλοὺς ἐπεσπάσατο τῶν ἐπιφανεστέρων, ὅσοι τε μακρᾷ τῇ δόξῃ διέπρεπον, καὶ οἷς ὁ βασιλεὺς Νερούας φίλοις μάλιστα καὶ συμβούλοις ἐχρῆτο· καὶ τῇ εὐσεβείᾳ πάντες συνέθεντο.

Ταῦτα ὁρῶν ὁ πονηρότατος κατ᾽ ἐκεῖνο καιροῦ τῶν ὀφφικίων κόμης Πούπλιος Τουρκουτιανὸς ἐδυσχέραινε καὶ δεινὰ ἐποίει, καὶ σκοπῶν ὅπως ἂν ἐπίσχῃ περαιτέρω προβαίνουσαν τὴν εὐσέβειαν, αὐτὸν ἔγνω πρῶτον ἐκ ποδῶν ποιῆσαι τὸν Κλήμεντα, οἷα τῶν παρόντων αἰτιώτατον αὐτὸν ὄντα, καὶ τοὺς ἑκάστου μέρους τῆς πόλεως προεστῶτας συγκαλεσάμενος καὶ χρήμασιν αὐτοὺς διαφθείρας, στάσιν τινὰ κινῆσαι κατὰ τοῦ Κλήμεντος αὐτοῖς ὑπετίθει, καὶ διαβαλεῖν αὐτοῦ τὴν ὑπόληψιν προετρέπετο, ταύτῃ καταλῦσαι τὸ πρὸς αὐτὸν τῆς πόλεως φίλτρον βουλόμενος καὶ πρὸς ἐπιβουλὴν εὐχείρωτον τὸν ἄνδρα παρασκευάσαι.

Συστάντες οὖν ἐπ᾽ αὐτὸν οἱ πονηρότατοι τῶν πολιτῶν ἐκεῖνοι, ψόγους τε, ὡς αὐτοὶ ᾤοντο, καταχέουσιν αὐτοῦ πονηροὺς, καὶ πολλὰς ἐπάγουσι τὰς αἰτίας, γοητείαν αὐτῷ περιάπτοντες καὶ τῆς ἐκείνων θρησκείας ἀνατροπὴν, ἄλλα τε πολλὰ ἐξυβρίζειν αὐτὸν λέγοντες, καὶ τοὺς πατρῴους διασύρειν θεούς· τὸν μὲν ἁπάντων θεῶν μέγιστον Δία μηδὲ θεὸν ἁπλῶς ὀνομάζοντα, Ἡρακλέα δὲ τὸν Ἀλκμήνης τὸν ἐκείνων φασὶ σωτῆρα, ἐναγῆ τινὰ δαίμονα καὶ μιαρὸν ἀποκαλοῦντα, πόρνην τε τὴν φίλην Ἀφροδίτην εἰσάγοντα, καὶ τὴν ἑκηβόλον Ἄρτεμιν, καὶ τὸν σοφὸν Ἑρμῆν, τὸν τοῦ λόγου θεόν· τὸν πολεμικόν τε Ἄρεα, καὶ τὸν Κρόνον αὐτὸν ἐπίσης βλασφημοῦντα πάντας καὶ διαβάλλοντα, καὶ τὰ τεμένη τούτων καὶ τοὺς βωμοὺς καταστρέφοντα. κεφάλαιον τοῦ λόγου ἢ θυσάτω τοῖς θεοῖς, ἔλεγον, ἢ τῆς ζωῆς τὸ τάχος ἀπαλλαγήτω. οἱ μὲν οὖν τοιαῦτα κινοῦντες ἔκδοτον ἠξίουν τὸν πατριάρχην ἐπὶ θανάτῳ λαβεῖν. ἐφ᾽ οἷς ἠγανάκτουν πάντες, ὅσοι μὴ χρημάτων ὤνιον τὴν συνείδησιν προετίθεσαν, καὶ λόγους πρὸς τὸν δῆμον ἐλευθέρους ἐποιοῦντο τί τῷ πατριάρχῃ κακὸν εἴργασται, λέγοντες· μᾶλλον δὲ ποίων οὐχ ἡ πόλις παρ᾽ αὐτῷ χαρίτων ἀπέλαυσεν; εἶτα καὶ αὐτὰ ἕκαστα τῶν ὑπ᾽ αὐτοῦ παραδόξως γεγενημένων ἀπηριθμοῦντο, καὶ μάρτυρας αὐτοὺς ἐποιοῦντο τῶν λεγομένων.

Μαρμεντῖνος δὲ ὁ τῆς πόλεως ἔπαρχος μὴ φέρων ἐπὶ πολὺ στασιάζουσαν οὕτω τὴν πόλιν ὁρᾶν, ἄλλως τε καὶ τῇ τῆς εὐσεβείας ἐπιδόσει βασκαίνων, ἄγει τὸν μακάριον Κλήμεντα πρὸς ἑαυτὸν καὶ λόγοις τὴν γενναίαν οὕτω ψυχὴν κλέπτειν ἐπεχείρει ἐξ εὐγενοῦς, λέγων, προελήλυθας ῥίζης· τοῦτο πᾶς ὁ τῶν Ῥωμαίων σοι μαρτυρεῖ δῆμος· ἀλλ᾽ ἀνθρωπίνην καὶ αὐτὸς πλάνην ὑπέστης, καὶ διὰ τοῦτο οὐδὲ σιωπᾶν ἡ πόλις ἀνέχεται. φασὶ γὰρ, σὲ καινοτέραν εἰσάγειν θρησκείαν, καί τινα παρὰ τοὺς πατρῴους θεοὺς κηρύσσειν Χριστόν. ὅθεν ἀποθέσθαι σε χρὴ τὴν περιττὴν ταύτην δεισιδαιμονίαν, καὶ μόνους αἰδεῖσθαι καὶ τιμᾶν τοὺς συνήθεις τῇ πόλει θεούς. καὶ ὁ πατριάρχης εὔχομαι τὴν σὴν στεῤῥότητα, ἔφη, μεταδοῦναί μοι λόγου, καὶ προσχεῖν μου ταῖς ἀποκρίσεσιν, ἀλλὰ μὴ οὕτως ἀλόγῳ στάσει καὶ ματαίοις ἕπεσθαι θορύβοις. οὐδὲ γὰρ δεῖ στάσεως, οὐδὲ θορύβων, ὅπου σκοπῆσαί τε περὶ τῆς ἑαυτοῦ σωτηρίας τινὶ καὶ περὶ θεοῦ διαλεχθῆναι πρόκειται. ὁ ἔπαρχος τοίνυν τὸ τοῦ ἀνδρὸς γενναῖον καὶ στάσιμον ἐξ αὐτῶν εὐθὺς τῶν προοιμίων καταμαθὼν, καὶ εἰπεῖν τε αὐτὸς καὶ ἀκοῦσαι παρ᾽ ἐκείνου πάλιν ὀκνήσας, καὶ ἀναβαλλόμενος τὴν διάλεξιν Τραϊανῷ περὶ αὐτοῦ τῷ αὐτοκράτορι ἀναφέρει.

καὶ ὁ βασιλεὺς αὐτῷ οὕτως ἐπιλύει τὰ γεγραμμένα, ὡς ἢ θῦσαι τὸν Κλήμεντα τοῖς πατρῴοις θεοῖς, ἢ πέραν τοῦ Πόντου εἰς ἔρημόν τινα πόλιν τῶν τῇ Χερσῶνι παρακειμένων ἀπὸ τῆς Ῥώμης ἀιδίῳ φυγῇ ἐλαθῆναι.

Τῆς ἀποφάσεως οὖν ταύτης καταλαβούσης ἐσκέπτετο Μαρμεντῖνος, ὅπως ἂν μὴ ὁ Κλήμης ἕληται τὴν ὑπερορίαν, ἀλλ᾽ αὐτῷ μᾶλλον καὶ τῷ βασιλεῖ πεισθείη καὶ θύσειεν. οὐδὲ γὰρ ἔφερε τηλικαύτην ἀνδρὸς ἀρετὴν ζημιούμενος. τῷ δὲ τοσοῦτον ἐμέλησεν ἐκείνοις πεισθῆναι, ἢ δυσχεράναι πρὸς τὴν ὑπερορίαν, ὅσῳ καὶ αὐτὸν ἐσπούδαζε πρὸς τὴν εὐσέβειαν τὸν ἔπαρχον ἐπισπάσασθαι. τοσαύτη γάρ τις ἄνωθεν τὸν Κλήμεντα περιίπτατο χάρις, καὶ οὕτως ἡ ἐκείνου γλῶττα κηρίου παντὸς καὶ μέλιτος γλυκύτερον ἔσταζεν, ὡς καὶ αὐτὸν ἔρωτι θερμῷ τοῦ ἀνδρὸς ληφθέντα τὸν Μαρμεντῖνον, πολλά τε τῇ ἀποδημίᾳ ἐπιστενάξαι, καὶ δάκρυα τῷ πατριάρχῃ ἐπιβαλεῖν ὁ θεὸς, εἰπόντα, ᾧ σὺ εἰλικρινῶς λατρεύεις, αὐτός σοι βοηθὸς ἐπὶ τῇ συμφορᾷ παρασταίη· καὶ αὐτίκα πλοῖον εὐτρεπίσαι, διαρκῆ τε αὐτῷ τὰ πρὸς τὴν χρείαν ἐνθέσθαι, καὶ δεξιώσασθαι αὐτὸν, καὶ περιβαλεῖν, καὶ οὕτω μετὰ τῶν προσηκόντων ἀσπασμῶν ἀπολῦσαι. πολλοὶ δὲ αὐτῷ καὶ τῶν εὐλαβῶν ἠκολούθησαν, καὶ εἰς τὴν ὑπερορίαν γενόμενοι καταλαμβάνουσιν ἐν τῇ τῶν μαρμάρων λατομίᾳ Χριστιανοὺς, περί που τοὺς χιλίους ἢ καὶ πλείονας, πολὺν διὰ τὴν εὐσέβειαν ἐκεῖ χρόνον κατεχομένους. οἳ καὶ περὶ τοῦ πατριάρχου πρότερον ἀκούσαντες, καὶ ὅτι τῆς πόλεως ἀπελαθεὶς ὑπερόριος πρὸς ἐκείνους καὶ αὐτὸς ἄγεται, παραμυθίαν ἔσχον οὐ τὴν τυχοῦσαν τὴν ἐκείνου ἐπιδημίαν.

Ὅτε γοῦν πρὸς αὐτοὺς κατελάμβανε, τοῦ τῶν χειρῶν ἔργου ἀφέμενοι καὶ τούτῳ προσελθόντες μετὰ δακρύων καὶ τῶν ἁγίων ἐκείνου ποδῶν ἁψάμενοι καὶ τὰς καθαρὰς περιπτυξάμενοι χεῖρας τὰς καταλαβούσας αὐτοὺς ἀνεκλαίοντο συμφορὰς, τὴν τῆς πατρίδος ἔκπτωσιν, τὴν ἄφιλον ἐπὶ ξένης διαγωγὴν, τῶν ἀναγκαίων τὴν ἀπορίαν, καὶ ὃ πάντων βαρύτατον ἦν, τὴν αὐτοῦ τοῦ ὕδατος ἔνδειαν. εἰ γάρ τις ὅλην τὴν ἡμέραν τῇ τῶν χειρῶν ἐργασίᾳ καὶ τῷ καμάτῳ προστετηκὼς, ἔλεγον, ὕδατος βραχεῖάν τινα σταγόνα λαβεῖν ἐθελήσειεν, ὥστε τὴν ἐκ τοῦ κόπου ἀναψύξαι ταλαιπωρίαν, οὐκ ἔλαττον ὁ τοιοῦτος ἢ σταδίους πέντε καὶ τεσσαράκοντα προελθὼν ἂν ὕδωρ κομίσαιτο. πρὸς ταῦτα συναλγήσας τε αὐτοῖς ὁ πατριάρχης καὶ συνδακρύσας, εἶτα καὶ τῷ θεῶ εὐχαριστήσας, καὶ ἱκανῶς τὰς ἐκείνων ψυχὰς παραμυθησάμενος οὐχ ἁπλῶς οὕτω καὶ ἀλόγως, εἶπεν, ἐνταῦθά με ὁ θεὸς συνεχώρησεν ἐκβληθῆναι, ἀλλ᾽ ὥστε καὶ κοινωνὸν ὑμῖν γενέσθαι τῶν παθημάτων, καὶ ὑπομονῆς μάλιστα καὶ καρτερίας ὑπόθεσιν.

Ἔπειτα μέντοι καὶ εἰς εὐχὴν τρέπεται καὶ δεῖται σὺν αὐτοῖς τοῦ θεοῦ, ὥστε τοῖς αὐτοῦ ὁμολογηταῖς πηγὴν ὕδατος διανοῖξαι, καὶ ὁ πατάξας πέτραν ἐν ἐρήμῳ, καὶ ἐῤῥύησαν ὕδατα, αὐτὸς ἄφθονον καὶ αὐτοῖς τοῦ ὕδατος παρέχοις τὴν χορηγίαν. ἤδη γὰρ πάντων τῇ εὐχῇ προσκειμένων ὁ πατριάρχης τῇ δὲ κἀκεῖσε περιβλεψάμενος ἀμνόν τινα ὁρᾷ τὸν δεξιὸν μετεωρίζοντα πόδα καὶ ὥσπερ ἐκείνῳ ὑποδεικνύντα τὸ ὑποκείμενον ἔδαφος. οὐδενὶ γὰρ ὁ ἀμνὸς τῶν ἄλλων τεθέατο. καὶ συμβαλὼν τὴν ὄψιν ὁ πατριάρχης τῷ ὑποδειχθέντι τόπῳ μετὰ τῶν παρόντων ἐφίσταται καὶ φησίν· ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐνταῦθά μοι, τέκνα, ὀρύξατε. καὶ ἐπειδὴ αὐτόν τε τὸν τόπον, εἰς ὃν ὁ ἀμνὸς ἵστατο, καὶ τὸ κύκλῳ πᾶν περιέσκαψαν, λαβὼν σκαφεῖον ὁ πατριάρχης κρούει τὸν τόπον, ἔνθα ὁ ἀμνὸς ὑπεδείκνυ, κούφῳ τινὶ καὶ μετεώρῳ τῷ κρούματι· καὶ παραχρῆμα διειδὲς ὕδωρ ἡ γῆ καὶ ἡδὺ πιεῖν ἀναδίδωσι, καὶ τοῦτο σὺν ὁρμῇ ἐκχυθὲν ποταμὸν ἀθρόον ποιεῖ. πάντων οὖν χαιρόντων ἐπὶ τῷ ὕδατι ὁ πατριάρχης τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ, ἔλεγεν.

Ἐντεῦθεν ἡ πόλις περὶ αὐτὸν πᾶσα συνέῤῥεον, καὶ τῇ τῆς πνευματικῆς ἐκείνης διδασκαλίας γλυκύτητι πρὸς τὴν ἀληθῆ πίστιν πάντας ἐπήγετο, ὡς καὶ πολλοὺς ὅσαι ἡμέραι βαπτίζεσθαι, εἰς πεντακοσίους τε τὸν ἀριθμὸν ἀναβῆναι, καὶ τὴν εὐσέβειαν καθ᾽ ἑκάστην ἐπιδιδόναι. οὔπω τοίνυν ἐνιαυτὸς τὴν ὑπερορίαν ἐμέτρει, καὶ οἰκοδομοῦνται μὲν ὑπὸ τῶν πιστευσάντων ἐκκλησίαι τὸν ἀριθμὸν πέντε καὶ ἑβδομήκοντα, τεμένη τε εἰδώλων καὶ ναοὶ καθαιροῦνται, καὶ τὰ παραπεφυκότα τούτοις ἄλση ἐπὶ πολὺ γῆς διικνούμενα τὸ πῦρ κατανέμεται, καὶ πᾶσα τῶν δαιμόνων καταβάλλεται ἡ μανία.