Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Ἐπιτομὴ τῶν Ψευδοκλημεντείων (Νόθος)

Κλήμης Ῥώμης

Η τελική αναμέτρηση με τον Σίμωνα και η πλήρης αποκατάσταση της οικογένειας

Η μαγική αλλοίωση της μορφής του Φαύστου από τον Σίμωνα, η μετάβασή του στην Αντιόχεια για την αναίρεση των συκοφαντιών, το βάπτισμά του και η εγκατάσταση της οικογένειας στη Ρώμη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 9 από 11

Ὄρθρου δὲ ἐξιὼν ὁ Πέτρος καὶ ἐπιστὰς ἐπὶ τὸν συνήθη τοῦ διαλέγεσθαι τόπον ὄχλον πολὺν συνεστῶτα εἶδεν. καὶ ἅμα τῷ μέλλειν διαλέγεσθαι αὐτὸν εἰσῄει τις τῶν αὐτοῦ διακόνων λέγων· Σίμων ἀπὸ Ἀντιοχείας εἰσεληλυθὼς ἐπ᾽ αὐτῆς ἑσπέρας, μαθὼν ὑποσχόμενόν σε τὸν περὶ μοναρχίας ποιεῖσθαι λόγον, ἕτοιμός ἐστιν μετὰ Ἀθηνοδώρου τοῦ Ἐπικουρείου διαλεγομένῳ σοι ἐπελθεῖν πρὸς τὸ ἀντιλέγειν δημοσίᾳ πᾶσι τοῖς ὑπὸ σοῦ ὑπὲρ μοναρχίας λεγομένοις λόγοις.

Ταῦτα τοῦ διακόνου λέγοντος, ἰδοὺ αὐτὸς εἰσῄει Σίμων μετὰ Ἀθηνοδώρου καὶ ἄλλων τινῶν ἑταίρων. καὶ πρὸ τοῦ τι τὸν Πέτρον φθέγξασθαι, αὐτὸς προλαβὼν ἔφη· ἔμαθον ὡς ὑπέσχου χθὲς τῷ Φαύστῳ, εἰς τὴν σήμερον δεῖξαι τῇ τάξει τὸν λόγον ποιούμενος καὶ ἀπ᾽ αὐτοῦ ἀρχόμενος τοῦ τῶν ὅλων δεσπότου, ὅτι αὐτὸν δεῖ μόνον λέγειν θεὸν, ἄλλους δὲ μήτε λέγειν, μήτε νομίζειν, ὅτι ὁ παρὰ τοῦτο ποιῶν αἰωνίως κολασθῆναι ἔχει. πρὸ πάντων δὴ ἀληθῶς καταπέπληγμαί σου τὴν ἀπόνοιαν, ὅτι ἤλπισας εἰς τὴν σὴν βούλησιν μεταπεῖσαι ἄνδρα σοφὸν, καὶ ταῦτα πρεσβύτην. ἀλλ᾽ οὐκ ἐπιτεύξῃ τῶν σῶν βουλευμάτων, ταύτῃ μᾶλλον παρόντος ἐμοῦ καὶ τοὺς ψευδεῖς σου διελέγχοντος λόγους. ἴσως γὰρ ἐμοῦ μὴ παρόντος ἠπατήθη ἂν ὁ σοφὸς γέρων, ἰδιώτης ὢν τῶν παρὰ Ἰουδαίοις δημοσίᾳ πεπιστευμένων βίβλων. καὶ τὸ νῦν τοὺς πολλοὺς ὑπερθήσομαι λόγους, ἵνα τῆς ὑποσχέσεώς σου τάχιον τὸν ἔλεγχον ποιήσωμαι. διὸ ἐφ᾽ ἡμῶν αὐτῶν τῶν τὰς γραφὰς εἰδότων ὃ ὑπέσχου λέγειν ἄρξαι. εἰ δὲ τὸν ἔλεγχον αἰδούμενος ἐφ᾽ ἡμῶν αὐτῶν τὴν ὑπόσχεσιν παραλιπεῖν θέλεις, αὐτάρκης καὶ οὕτως ἡ ἀπόδειξις ὅτι ψευδὴς, καθ᾽ ὅτι ἐπὶ τῶν τὰς γραφὰς εἰδότων εἰπεῖν οὐκ ἐτόλμησας. καὶ νῦν δὲ τί σε ἀναμένω λέγειν μέγιστον ἔχων μάρτυρα τῆς ὑποσχέσεώς σου τὸν παρεστῶτα γέροντα;

καὶ ταῦτα εἰπὼν ἐμβλέψας τῷ πατρὶ ἔφη· εἰπέ μοι, ἀνδρῶν ἁπάντων τιμιώτατε, οὐχὶ οὗτος ὁ ἀνὴρ ὑπέσχετό σοι δεῖξαι σήμερον, ὅτι εἷς ἐστὶ θεὸς καὶ οὐ χρὴ ἕτερόν τινα λέγειν ἢ νομίζειν θεὸν, ὁ δὲ παρὰ ταῦτα ποιῶν αἰωνίως κολασθῆναι ἔχει;

Καὶ ὁ πατὴρ ἔφη· καλῶς ἂν τὴν μαρτυρίαν παρ᾽ ἐμοῦ ἀπῄτεις, Σίμων, εἰ πρότερον ἠρνεῖτο Πέτρος. νῦν δὲ οὐκ αἰδεσθήσομαι λέγειν, ἃ δεῖ λέγειν. οἶμαί σε ὀργῇ πεπρησμένον διαλεχθῆναι θέλειν, ὅπερ ἀνοίκειόν σοί ἐστιν τοῦτο ποιεῖν, καὶ ἡμῖν τοιούτων ἐπακούειν, ὅτι μάχην ἐστὶν ἱστορῆσαι, καὶ οὐ πρὸς ἀλήθειαν ὠφελεῖσθαι. καὶ νῦν ἐξ ἑλληνικῆς παιδείας, ὡς χρὴ τοὺς ζητοῦντας ποιεῖν, εἰδὼς ὑπομνήσω. ἑκάτερος ὑμῶν τὸ ἑαυτοῦ δόγμα ἐκθέσθω, καὶ εἰς ἕτερον οἱ λόγοι γενέσθωσαν. ἐὰν δὲ μόνος Πέτρος ἐκθῆται τὸ ἑαυτοῦ φρόνημα, σὺ δὲ τὸ σὸν σιωπᾷς, ἐνδέχεταί τινα λόγον ὑπό σου ῥηθέντα θλίβειν τὸ αὐτοῦ καὶ τὸ σὸν φρόνημα, καὶ ἀμφοτέρους ὑμᾶς ὑπὸ τοῦ λόγου ἡττηθέντας μὴ φαίνεσθαι ἡττημένους, ἀλλὰ τὸν ἐκθέμενον τὸ φρόνημα, τὸν δὲ μὴ ἐκθέμενον ὁμοίως ἡττημένον μὴ πρόδηλον εἶναι, ἀλλὰ καὶ νενικηκέναι νομίζεσθαι. καὶ ὁ Σίμων ἀπεκρίνατο· ποιήσω ὡς λέγεις, ἀθυμῶ δὲ, μήπως ἤδη προειλημμένος αὐτοῦ τοῖς λόγοις οὐ φιλαλήθης ἔσῃ κριτής.

Καὶ ὁ πατὴρ ἀπεκρίνατο· μή με βιάζου ἀκρίτως συνθέσθαι σοι, ἵνα δόξω φιλαλήθης εἶναι κριτής. εἰ δὲ τἀληθῆ ἀκοῦσαι θέλεις, τῷ σῷ φρονήματι μᾶλλον προείλημμαι. καὶ ὁ Σίμων· πῶς προείληψαι οὐκ εἰδὼς, ὃ φρονῶ; καὶ ὁ πατήρ· τοῦτο ῥᾴδιόν ἐστιν εἰδέναι, καὶ πῶς ἄκουσον. ἐλέγξειν ὑπέσχου Πέτρον ἕνα θεὸν λέγοντα εἶναι, ὅτι ψεύδεται. ὁ δὲ ἕνα λέγοντα ἐλέγξαι ἐπαγγελλόμενος, ὡς ἀληθεύων τὸ αὐτὸ οὐ λέγει. εἰ γὰρ τῷ καταψευδομένῳ τὸ αὐτὸ λέγει, καὶ αὐτὸς ψεύδεται, εἰ δὲ τὰ ἐναντία λέγων ἀποδείκνυσιν, τότε ἀληθεύει. οὐ καλῶς οὖν τὸν ἕνα θεὸν εἶναι λέγοντα ψεύστην λέγεις, εἰ μή τι ἂν ὅτι πολλοὺς δοξάζεις θεούς. θεοὺς δὲ πολλοὺς εἶναι καὶ ἐγὼ λέγω. τὸ αὐτὸ οὖν σοι πρὸ τῆς ζητήσεως λέγων σοὶ μᾶλλον προείλημμαι. καὶ κατὰ τοῦτο ἀγωνιᾶν περὶ ἐμοῦ οὐκ ὀφείλεις, ἀλλὰ Πέτρος, ὅτι ἀκμὴν αὐτῷ τὰ ἐναντία φρονῶ. ὅπερ μετὰ τὴν ὑμετέραν ζήτησιν ἐλπίζω φιλαλήθης ὢν κριτὴς, πρόληψιν ἀποδυσάμενος τῷ ἐπικρατοῦντι συνθέσθαι λόγῳ. ταῦτα τοῦ πατρὸς εἰπόντος ἠρέμα βοή τις ἐπαίνου ἐκ τῶν ὄχλων ἐγένετο ἐπὶ τῷ οὕτως τὸν πατέρα διαλεχθῆναι.

Καὶ ὅμως ὁ Πέτρος τὸ ἑαυτοῦ περὶ θεοῦ ἐξέθετο φρόνημα, καὶ πολλὰ περὶ μοναρχίας διαλεχθεὶς μετὰ δακρύων τῇ χειρὶ προσεκαλεῖτο τοὺς ὄχλους, οἷς προσελθοῦσι τὰς χεῖρας ἐπιτιθεὶς καὶ εὐχόμενος παρεκάλει πάντας, καὶ εὐλογήσαμεν ἅπαντες τὸν θεόν. ὑπεισέδραμεν δέ τις λέγων πρὸς Σίμωνα· Ἀππίων ὁ Πλειστονίκης σὺν Ἀννουβίωνι ἧκεν ἀρτίως πρὸς Ἀντιοχείας. καὶ ταῦτα ἀκούσας Σίμων ἐξῆλθεν τοῦ ὑποδέξασθαι αὐτούς. ὁ δὲ πατὴρ ἀκούσας καὶ χαρεὶς ἔφη τῷ Πέτρῳ· εἴ μοι ἐπιτρέπεις, πορεύσομαι κἀγὼ προσαγορεύσων Ἀππίωνα καὶ Ἀννουβίωνα ἐκ πρώτης ἡλικίας φίλους μοι γεγενημένους. τυχὸν γὰρ Ἀννουβίωνα πείσω Κλήμεντι διαλεχθῆναι περὶ γενέσεως. καὶ ὁ Πέτρος ἐπιτρέπω ἔφη, καὶ ἐπαινῶ τὰ φίλων σε πληροῦντα μέρη. πλὴν ἐννόει μοι, ὡς κατὰ πρόνοιαν θεοῦ πανταχόθεν συντρέχει τὰ πρὸς τὴν σὴν πληροφορίαν, οἰκείαν ἀποτελοῦντα τὴν ἁρμονίαν. τοῦτο δὲ εἶπον διὰ τὴν Ἀννουβίωνος χρησίμως σοι γενομένην ἐπιδημίαν. καὶ ὁ πατὴρ ἔφη· ἀληθῶς συνορῶ τοῦτο οὕτως ἔχον.

Καὶ ταῦτα εἰπὼν ἐπορεύθη πρὸς Σίμωνα. καὶ εὑρὼν Ἀππίωνα καὶ Ἀννουβίωνα προσαγορεύσας αὐτοὺς ἐκαθέσθη. ὁ δὲ Σίμων ἀκούσας ἐπιδημήσειν τινὰς ἐκ προσταγῆς βασιλικῆς ἐπιζητοῦντας αὐτὸν, καὶ φάσκοντας καθότι Καῖσαρ πολλοὺς μάγους ἀνελὼν καὶ τὰ κατὰ τὸν Σίμωνα μαθὼν εἰς ἐπιζήτησιν αὐτοῦ ἔπεμψεν, ὅπως καὶ αὐτὸν ὡς καὶ τοὺς πρὸ αὐτοῦ μάγους κολάσῃ, πρὸς Ἀππίωνα καὶ Ἀννουβίωνα ἔφη· Φαύστου πρὸς ἡμᾶς ἐλθόντος ἁλῶν αὐτὸν συμμετασχεῖν ἡμῖν ποιήσατε· ἐγὼ δὲ μύρον τι σκευάσω, ἵνα δειπνήσας καὶ ἀναλαβὼν, τὸ ἴδιον χρίσας πρόσωπον τὴν ἐμὴν πᾶσιν ἔχειν δόξῃ μορφήν.

Καὶ τοῦ Σίμωνος ταῦτα εἰπόντος Ἀππίων καὶ Ἀννουβίων ἔφη· τί νῦν σοι ἐκ τῆς μηχανῆς ταύτης ἔσται κέρδος; καὶ ὁ Σίμων ἔφη· πρῶτον μὲν συλλαβόντες αὐτὸν οἱ ἐμὲ ζητοῦντες παύσονται τῆς κατ᾽ ἐμοῦ ζητήσεως. εἰ δὲ καὶ ὑπὸ βασιλικῆς χειρὸς ἀναιρεθείη, μέγιστον πένθος ἕξουσιν οἱ τούτου παῖδες, οἵ, τινες ἐμὲ καταλιπόντες προσφυγόντες τῷ Πέτρῳ συνεργοῦσιν.

Ἀννουβίων δὲ καὶ Ἀππίων κατ᾽ ἰδίαν τὸν Φαῦστον εὑρόντες τὴν ἐπιβουλὴν ἐξέφηναν. ὁ δὲ Φαῦστος οὐκ ἐπίστευσεν ἀληθῆ εἶναι τὰ λεγόμενα. συνδειπνήσας δὲ ὁ πατὴρ μετὰ Σίμωνος καὶ Ἀππίωνος καὶ Ἀννουβίωνος ἔλαβεν ἐκ χειρὸς τοῦ Σίμωνος τὸ μύρον, καὶ τὸ ἴδιον χρίσας πρόσωπον, τὴν τοῦ Σίμωνος προσελάβετο μορφήν. πλὴν ἐν μέσῃ γε νυκτὶ ἀναστὰς ὁ Σίμων τὴν ἐπὶ Ἰουδαίαν ἐποιεῖτο φυγήν.

Ἡμεῖς δὲ οἱ συνόντες τῷ Πέτρῳ δι᾽ ὅλης νυκτὸς ἐπαλλήλως πυνθανόμενοι ὑπό τε ἡδονῆς καὶ χαρᾶς τῶν λεγομένων νήφοντες ἐνυκτερεύσαμεν. ἤδη δέ πως νυκτὸς ὑπαυγαζομένης Πέτρος ἐμβλέψας ἐμοί τε καὶ τοῖς ἀδελφοῖς μου ἔφη· διαπορῶ, τί ἔδοξεν τῷ ὑμετέρῳ πατρί. καὶ λέγοντος τοῦτο ἧκεν ὁ πατὴρ αὐτόθι τὸν Πέτρον ἡμῖν περὶ αὐτοῦ διαλεγόμενον καταλαβών· καὶ ἀθυμοῦντα ἰδὼν, προσαγορεύσας ἀπελογήσατο, δι᾽ ἣν αἰτίαν ἔξω κεκοίμηται. ἡμεῖς δὲ ἐμβλέποντες αὐτῷ ἐξεστήκειμεν τὸ εἶδος Σίμωνος ὁρῶντες, φωνῆς δὲ τοῦ πατρὸς ἡμῶν ἀκούοντες Φαύστου. καὶ δὴ φευγόντων ἡμῶν αὐτὸν ἐξεπέπληκτο ὁ πατὴρ ἐπὶ τῷ οὕτως ἀπηνῶς καὶ ἐχθρωδῶς αὐτῷ χρῆσθαι. μόνος δὲ Πέτρος τὴν κατὰ φύσιν αὐτοῦ ὁρῶν μορφὴν πρὸς ἡμᾶς ἔφη· τίνος ἕνεκα βδελυσσόμενοι ἀπωθεῖσθε τὸν ὑμέτερον πατέρα; ἡμεῖς δὲ καὶ ἡ μήτηρ ἔφαμεν· Σίμων ἡμῖν οὗτος φαίνεται φωνὴν ἔχων τοῦ ἡμετέρου πατρός. καὶ ὁ Πέτρος ἔφη· ὑμῖν μὲν ἡ ἀμάγευτος αὐτοῦ φωνὴ μόνη γνώριμός ἐστιν, ἐμοῦ δὲ τοῖς ἀμαγεύτοις ὀφθαλμοῖς καὶ τὸ εἶδος αὐτοῦ ὡς ἔστιν ὁρᾶται, ὅτι μή ἐστιν Σίμων, ἀλλὰ Φαῦστος ὁ ὑμέτερος πατήρ. τότε δὴ προσεμβλέψας καὶ τῷ πατρὶ ἔφη· τὸ γνήσιόν σου εἶδος αὐτοῖς οὐ φαίνεται, ἀλλὰ Σίμωνος τοῦ ἀσεβεστάτου καὶ ἡμῖν ἐχθίστου.

Ταῦτα τοῦ Πέτρου διαλεγομένου ἐπεισῄει τις τῶν προόδων ἀπὸ τῆς Ἀντιοχείας ἐληλυθὼς λέγων Πέτρῳ· εἰδέναι σε θέλω, κύριέ μου, ὅτι Σίμων ἐν τῇ Ἀντιοχείᾳ ὅτε ὑπῆρχεν, δημοσίᾳ πολλὰ τεράστια ποιῶν οὐδὲν ἄλλο προσδιελέγετο ἤ σε πρὸς αὐτοὺς πρὸς μῖσος ποιῶν, μάγον τε ὀνομάζων καὶ γόητα καὶ μιαιφόνον, καὶ πρὸς τοσοῦτον αὐτοὺς μῖσος παρεσκεύασεν, ὡς γλίχεσθαι πάντα ἄνθρωπον τῶν ἐκεῖ ἐπιδημησάντων τῶν σαρκῶν αὐτῶν ἀπογεύσασθαί σου. ἡμεῖς δὲ πολὺ κατὰ σοῦ βρύχουσαν τὴν πόλιν ἑωρακότες ἤλθομεν τοῦ ἀπαγγεῖλαί σοι, ἀλλὰ καὶ ὑπὸ Καίσαρος πεμφθεὶς βασιλικὸς πρὸς τὸν τῆς ἐπαρχίας ἡγούμενον εἰς ἀναζήτησιν Σίμωνος μαθὼν, ὅτι φυγὰς εἰς Ἰουδαίαν ἐπορεύθη, καὶ αὐτὸς εἰς ἀναζήτησιν αὐτοῦ ἀπῆλθεν, ἵνα κατὰ τὴν πρόσταξιν Καίσαρος τιμωρήσηται αὐτόν.

Ταῦτα ἀκούσας ὁ Πέτρος ἔφη πρὸς τὸν πατέρα· αὐτὸς ἰδίοις ὠσὶν ἀκήκοας τῶν προόδων ἀπὸ Ἀντιοχείας ἐληλυθότων καὶ εἰπόντων, ὡς ἐκεῖ γεγονὼς Σίμων ἰσχυρῶς τοὺς ὄχλους κατ᾽ ἐμοῦ παρώξυνε, μάγον καὶ μιαιφόνον, πλάνον τε καὶ γόητα ἀποκαλῶν ποίησον οὖν ὡς ἐγώ σοι λέγω, καταλιπὼν Κλήμεντα παρ᾽ ἐμοὶ, καὶ προλαβὼν ἡμᾶς εἰς Ἀντιόχειαν μετὰ τῆς συμβίου σου, ἔτι δὲ καὶ Φαυστίνου καὶ Φαυστινιανοῦ τῶν υἱῶν σου. συνέσονται δέ σοι καὶ ἄλλοι τινὲς, οὓς ἐγὼ κρινῶ δυνατοὺς ὑπουργῆσαι τῷ ἐμῷ θελήματι. μετὰ τούτων ἐν Ἀντιοχείᾳ γενόμενος, ἐν ὅσῳ ὡς Σίμων φαίνῃ, δημοσίᾳ κήρυξον τὴν σεαυτοῦ μετάνοιαν.

Ταῦτα τοῦ Πέτρου εἰπόντος οἶδα, ἔφη ὁ πατὴρ, ὅτι βούλῃ, διὸ μὴ κάμνε. ἐμοὶ γὰρ οὐχ ἧττον μελήσει ἐκεῖσε ἐλθόντι διαλεχθῆναι, ἃ χρὴ περὶ σοῦ διαλέγεσθαι. καὶ δὴ τοῦ πατρὸς ὑπὸ νύκτα μεθ᾽ ὧν ἐκέλευσεν Πέτρος σὺν τῷ Ἀννουβίωνι ὁρμήσαντος ἐπὶ τὴν πλησίον Ἀντιόχειαν ἦλθεν. καὶ στὰς ἐν μέσῳ τῆς ἀγορᾶς εἶπεν πρὸς τὸ πλῆθος τοῦ λαοῦ· ἐγὼ Σίμων ταῦτα ὑμῖν κηρύσσω· ὁμολογῶ ἀδίκως καταψεύσασθαι Πέτρου· οὐκ ἔστι πλάνος, οὐ μιαιφόνος, οὐ γόης, οὐδὲ ὅσα περὶ αὐτοῦ ποτὲ φαῦλα ἔλεγον. δέομαι ὑμῶν αὐτὸς ἐγὼ, ὁ τοῦ πρὸς ὑμᾶς μίσους αἴτιος αὐτῷ γεγονὼς παύσασθε μισοῦντες αὐτόν. τοῦ γὰρ πρὸς σωτηρίαν κόσμου ἐπιφανέντος υἱοῦ τοῦ θεοῦ ἀψευδής ἐστιν ἀπόστολος. διὸ καὶ αὐτὸς συμβουλεύω αὐτῷ ὑμᾶς πείθεσθαι περὶ ὧν κηρύσσει, ἐπεὶ πᾶσα ὑμῶν ἡ πόλις ἄρδην ἀπολεῖται. δι᾽ ἣν δὲ αἰτίαν ὑμῖν ταῦτα ὡμολόγησα, εἰδέναι ὑμᾶς θέλω. ταύτῃ τῇ νυκτὶ ἄγγελοί με τοῦ θεοῦ τὸν ἀσεβῆ, ὡς ἐχθρὸν ὄντα τῷ τῆς ἀληθείας κήρυκι, δεινῶς ἐμαστίγουν. παρακαλῶ οὖν μηδ᾽ ἂν αὐτὸς ἐγὼ ἄλλοτε ἐλθὼν κατὰ Πέτρου ἐπιχειρῶ λέγειν ἀποδέξησθέ με. ἐξομολογοῦμαι γὰρ ὑμῖν· ἐγὼ μάγος, ἐγὼ πλάνος, ἐγὼ γόης, ἀλλὰ μετανοῶ. ἔξεστι γὰρ ἴσως μετανοίᾳ ἀπολοῦσαι τὰ προπεπραγμένα μοι ἁμαρτήματα.

Ταῦτα εἰπὼν ὁ πατὴρ δημοσίᾳ ὡς ἐκ προσώπου Σίμωνος καὶ Πέτρον εὐλογήσας τὴν πᾶσαν Ἀντιοχέων πόλιν εἰς πόθον μετέθηκεν. καὶ ἐκ τούτου πάντας ἐπιθυμεῖν ἰδεῖν αὐτὸν ἀπήγγελλον· ἐνίους καὶ χαλεπαίνοντας αὐτῷ ὡς Σίμωνι, δι᾽ ἣν πρὸς Πέτρον εἶχον ὑπερβάλλουσαν στοργὴν, καὶ χεῖρας θέλειν ἐπιβαλεῖν Φαύστῳ ὡς Σίμωνι. διὸ μήπως ἀναιρεθῇ δεδοικὼς, ἐξαυτῆς ἐλθεῖν πέμψας ἠξίου τὸν Πέτρον, ὅπως αὐτὸν ζῶντα ἐπικαταλάβῃ, καὶ τῇ πόλει ἀκμαζούσῃ πόθῳ τῷ πρὸς αὐτὸν εὐκαίρως ἐπιφανῇ.

Πέτρος δὲ ταῦτα ἀκούσας, πρὸς τὸ ἐκκλησιάζειν πλείστους συναγαγὼν, καὶ ἐπίσκοπον καταστήσας βαπτίσας τε καὶ ἰασάμενος, ἡμερῶν ἐπιμείνας τριῶν τῇ Λαοδικείᾳ, ἐπὶ τὴν πλησίον ὁρμήσειν Ἀντιόχειαν ἔσπευσεν.

Καὶ δὴ τὴν πόλιν καταλαβὼν, ἅπαν τὸ πλῆθος προσδραμὸν μετὰ χαρᾶς ὑπεδέξατο αὐτὸν ὡς ὄντα τῆς ἀληθείας κήρυκα καὶ ἀπόστολον. προσευξάμενος δὲ καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖρας, πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσε, καὶ ἕνα θεὸν ἐν τρισὶν ὑποστάσεσιν εὐαγγελισάμενος καὶ πολλὰ διδάξας αὐτοὺς περὶ μοναρχίας πρὸς τὴν ξενίαν ἀπῄειμεν. γνοὺς δὲ ὁ πατὴρ ἡμῶν τὴν παρουσίαν τοῦ ἀποστόλου, προσδραμὼν κατεφίλησε τὰ ἴχνη αὐτοῦ, παρακαλῶν αὐτὸν λαβεῖν τὸ ἅγιον βάπτισμα, ὅπως τὸ ἀρχαῖον κάλλος τῆς ψυχῆς καὶ τὴν μορφὴν τοῦ σώματος ὁμοῦ διὰ τοῦ ἁγίου βαπτίσματος ἀπολαβὼν, κοινωνὸς τῶν ἀχράντων καὶ ζωοποιῶν μυστηρίων γένηται. καὶ ὁ Πέτρος πρὸς αὐτὸν ἔφη· ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὁ υἱὸς τοῦ θεοῦ, εἶπεν· ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται. καὶ κατὰ τὴν πίστιν σου γενηθήτω σοι ὡς θέλεις. πολλὰ δὲ καὶ ἕτερα ἀπὸ τῶν θείων γραφῶν τοῦτον κατήχησεν. ἑσπέρας δὲ γενομένης μεταλαβόντες τροφῆς ὑπνώσαμεν αἰνοῦντες καὶ εὐλογοῦντες τὸν θεόν.

Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ ἀναστὰς ὁ Πέτρος ὀρθριώτερον καὶ προσευξάμενος μετεκαλέσατο τὸν πατέρα ἡμῶν ἅμα καὶ ἡμᾶς λέγων· σήμερον, ὦ ἀδελφοὶ, μεγάλη χαρὰ γίνεται ἐν τῷ οὐρανῷ ἐπὶ τῇ θεοδωρήτῳ ἀναγεννήσει τοῦ καλοῦ γέροντος Φαύστου. καὶ παραλαβὼν ἡμᾶς ἐξῄειμεν κατὰ ἀνατολὰς τῆς πόλεως, ἔνθα ὑπάρχουσιν ὕδατα καθαρά· καὶ μόνον τὸν πατέρα ἡμῶν λαβὼν ἰδίᾳ κατηχήσας τε πολλὰ καὶ διδάξας αὐτὸν τὰ περὶ θεοῦ καὶ τῆς διὰ σαρκὸς αὐτοῦ πρὸς ἡμᾶς ἐπιδημίας ἐβάπτισεν αὐτὸν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, καὶ λαβὼν ἄρτον, εὐχαριστήσας καὶ εὐλογήσας μετέδωκεν αὐτῷ τῶν ἁγίων καὶ ἀχράντων καὶ ζωοποιῶν μυστηρίων. καὶ ἦμεν ὁμοῦ οὖν οἱ πάντες ἀγαλλιώμενοι ἐν κυρίῳ ἡμέρας καὶ νυκτὸς ἐπὶ τῇ τοῦ πατρὸς ἡμῶν διὰ τοῦ ἁγίου βαπτίσματος ἀναγεννήσει, ἔτι τε καὶ τὸν θεῖον λόγον παρὰ Πέτρου ἀκροώμενοι. καὶ ποιήσαντες ἐπὶ τὸ αὐτὸ χρόνον τινὰ πᾶσι κατάδηλα γέγονε τὰ καθ᾽ ἡμᾶς καὶ ἐν τοῖς ἁπάντων ἦμεν στόμασιν διαπαντός· καὶ ἐθαύμαζον πάντες ἐπὶ πᾶσι τοῖς συμβεβηκόσιν ἡμῖν, καὶ τὴν τοῦ θεοῦ εἰς ἡμᾶς βοήθειαν ἐπὶ τῷ ἀναγνωρισμῷ ἡμῶν [ἐμεγάλυνον] τῶν μακρῷ χρόνῳ ἀπ᾽ ἀλλήλων χωρισθέντων καὶ τεθνάναι νομισθέντων.

Καὶ τούτου βοωμένου κατὰ πᾶσαν τὴν πόλιν, μαθὼν τὰ καθ᾽ ἡμᾶς ὁ τῆς Ἀντιοχέων ἡγεμὼν καὶ πάντα τὰ συμβεβηκότα τῷ τε πατρὶ ἡμῶν καὶ τῇ μητρὶ καὶ ὅτι βασιλικοῦ γένους ὑπάρχουσιν, ἀνήγαγεν ταῦτα πάντα ἀκριβῶς τῷ βασιλεῖ Τιβερίῳ. ἀκούσας δὲ ὁ βασιλεὺς, οἷα συνέβη Φαύστῳ τῷ ἰδίῳ αὐτοῦ συγγενεῖ, ἐκέλευσε τῷ ἡγεμόνι τῆς Ἀντιοχείας τὸ τάχος ἀποστεῖλαι αὐτὸν ἅμα καὶ τῆς μητρὸς ἡμῶν. δεξάμενος δὲ ὁ ἡγεμὼν τὴν τοῦ βασιλέως κέλευσιν, προσκαλεσάμενος τὸν πατέρα ἡμῶν καὶ τὴν μητέρα μετὰ πολλῆς τιμῆς καὶ δορυφορίας πρὸς τὸν Καίσαρα Τιβέριον τούτους ἀπέστειλε. θεασάμενος δὲ ὁ Καῖσαρ τόν τε πατέρα ἡμῶν καὶ τὴν μητέρα καὶ ἐπιγνοὺς αὐτοὺς, μαθὼν δὲ καὶ τὰ συμβεβηκότα αὐτοῖς ἐξέστη ἐπὶ τοῦτο, καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον αὐτοῦ ἔκλαυσεν σφόδρα. ἐπισχὼν δὲ τοῦ πένθους ἔφη πρὸς τὴν σύγκλητον· συγχάρητέ μοι πάντες καὶ κοινὴν ἑορτὴν κροτήσωμεν ἐπὶ τῇ ἀνευρέσει Φαύστου καὶ Ματθιδίας, ὅτι νεκροὶ νομιζόμενοι ἀνέστησαν, καὶ ἀπολωλότες εὑρέθησαν. καὶ ποιήσας εὐωχίαν τῇ ἡμέρᾳ ἐκείνῃ ὁ Καῖσαρ μεγάλως αὐτοὺς ἐφιλοφρόνησεν. καὶ τῇ ἐπιούσῃ προσκαλεσάμενος τὸν πατέρα ἡμῶν καὶ τὴν μητέρα δέδωκεν αὐτοῖς χρήματα πολλὰ καὶ ἱματισμὸν παῖδάς τε καὶ παιδίσκας καὶ περιουσίαν ἄφατον. ὑπῆρχον δὲ ἐν μεγάλῃ δόξῃ τιμώμενοι παρὰ πάντων, εὐσεβῶς βιοῦντες, καὶ πολλὰ τοὺς πτωχοὺς εὐεργετοῦντες καθ᾽ ἑκάστην.

ζήσαντες δὲ χρόνον οὐκ ὀλίγον, πάντα τὰ ὑπάρχοντα αὐτοῖς τοῖς δεομένοις διανείμαντες ἐν γήρει καλῷ πρὸς τὸν θεὸν ἐξεδήμησαν μνημόσυνον καλὸν τὸν ἑαυτῶν βίον καταλιπόντες τῇ πολιτείᾳ Ῥωμαίων.