Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Ἐπιτομὴ τῶν Ψευδοκλημεντείων (Νόθος)

Κλήμης Ῥώμης

Προοίμιο και νεανικές αναζητήσεις του Κλήμεντος

Η επιστολή προς τον Ιάκωβο, οι προβληματισμοί του Κλήμεντος περί θανάτου και αθανασίας, και η συνάντησή του με τον Βαρνάβα μετά την άφιξη των ειδήσεων για τον Χριστό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 1 από 11

ΚΛΗΜΕΝΤΟΣ ΤΩΝ ΠΕΤΡΟΥ ΕΠΙΔΗΜΙΩΝ ΚΗΡΥΓΜΑΤΩΝ ΕΠΙΤΟΜΗ. Κλήμης Ἰακώβῳ τῷ κυρίῳ καὶ ἐπισκόπῳ, καὶ ἐπισκόπων ἐπισκόπῳ, διέποντι τὴν ἐν Ἱερουσαλὴμ ἁγίαν τῶν Χριστιανῶν ἐκκλησίαν καὶ τὰς πανταχῆ θεοῦ προνοίᾳ ἱδρυθείσας καλῶς Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἐκκλησίας σύν τε πρεσβυτέροις καὶ διακόνοις καὶ τοῖς λοιποῖς ἅπασιν ἀδελφοῖς· εἰρήνη εἴη πάντοτε.

Γνώριμον ἔστω σοι, κύριέ μου, ὅτι ἐγὼ Κλήμης Ῥωμαίων πολίτης ὢν καὶ τὴν πρώτην ἡλικίαν σωφρόνως ζῆσαι δυνηθεὶς, τῆς ἐννοίας μου ἐκ παιδὸς ἀπασχολούσης τὴν ἐν ἐμοὶ ἐπιθυμίαν εἴς τε ἀθυμίας καὶ πόνους. συνῆν γάρ μοι λογισμὸς, οὐκ οἶδα πόθεν τὴν ἀρχὴν λαβὼν, περὶ θανάτου πυκνὰς ποιούμενος ὑπομνήσεις, ὅτι ἆρα θανὼν οὐκ εἰμὶ, καὶ οὐδὲ μνήμην τις ποιήσει μου ποτὲ, τοῦ ἀπείρου χρόνου πάντων τὰ πάντα εἰς λήθην φέροντος· ἔσομαι δὲ οὐκ ὢν, οὐκ ὄντας εἰδὼς, οὐ γινώσκων, οὐ γινωσκόμενος, οὐ γεγονὼς, οὐ γινόμενος; καὶ ἄρα πότε γέγονεν ὁ κόσμος, καὶ πρὸ τοῦ γενέσθαι τί ἄρα ἦν; εἰ γὰρ ἦν ἀεὶ, καὶ ἔσται· εἰ δὲ γέγονε, καὶ λυθήσεται· καὶ μετὰ λύσιν τί ἄρα ἔσται πάλιν, εἰ μὴ τάχα σιγὴ καὶ λήθη; ἢ καὶ τάχα ἔσται τι, ὃ νῦν νοῆσαι οὐ δυνατόν.

Ταῦτά τε καὶ τὰ τούτοις ὅμοια οὐκ οἶδα πόθεν ἀπαύστως ἐνθυμούμενος ὀδυνηρὰν εἶχον λύπην τοσοῦτον, ὡς ὠχριακότα με τήκεσθαι· καὶ τὸ δεινότατον, εἴ ποτε ἀπώσασθαι τὴν φροντίδα ὡς ἀνωφελῆ ἐβουλευσάμην, ἀκμαιότερόν μοι μᾶλλον τὸ πάθος ἐγίνετο. καὶ ἠχθόμην ἐπὶ τούτῳ, οὐκ εἰδὼς σύνοικον καλὴν ἔχων ἔννοιαν, ἀθανασίας ἀγαθῆς αἰτίαν μοι γενησομένην, ὡς ὕστερον τῇ πείρᾳ ἐπέγνων καὶ θεῷ τῷ πάντων δεσπότῃ εὐχαρίστησα. ὑπὸ γὰρ τῆς κατ᾽ ἀρχὰς θλιβούσης με ἐννοίας εἰς τὴν τῶν πραγμάτων ζήτησιν καὶ εὕρεσιν ἠναγκάσθην ἐλθεῖν· καὶ τότε ἐταλάνιζον, οὓς τὴν ἀρχὴν δι᾽ ἄγνοιαν μακαρίζειν ἐκινδύνευον.

Ἐκ παιδὸς οὖν ἡλικίας ἐν τοῖς τοιούτοις ὢν λογισμοῖς, χάριν τοῦ μαθεῖν τι βέβαιον εἰς τὰς τῶν φιλοσόφων ἐφοίτων διατριβάς· καὶ οὐθὲν ἕτερον ἑώρων ἢ δογμάτων ἀνασκευὰς καὶ κατασκευὰς καὶ ἔρεις καὶ φιλονεικίας καὶ συλλογισμῶν τέχνας καὶ λημμάτων ἐπινοίας. καί ποτε μὲν ἐπεκράτει, φέρε λέγειν, ὅτι ἀθάνατος ἡ ψυχὴ, ποτὲ δὲ ὅτι θνητή. ὁπότε οὖν ἐπεκράτει λόγος, ὅτι ἀθάνατος ἡ ψυχὴ, ἔχαιρον, ὁπότε δὲ ὅτι θνητὴ, ἐλυπούμην· πλεῖον δὲ ἠθύμουν, ὅτι οὐδ᾽ ὁποτέρων τις τὸν ἐμὸν βεβαιῶσαι νοῦν ἠδύνατο. πλὴν ἐνενόουν, ὅτι αἱ δόξαι τῶν ὑποθέσεων παρὰ τοὺς ἐκδικοῦντας ψευδεῖς ἢ ἀληθεῖς ὑπολαμβάνονται, καὶ οὐχ ὡς ἔχουσιν ἀληθείας φαίνονται. ἐπιστήσας οὖν ἤδη ποτὲ, ὅτι οὐ παρὰ τὰς ἐκδικουμένας ὑποθέσεις ἡ κατάληψις γίνεται, ἀλλὰ παρὰ τοὺς ἐκδικοῦντας αἱ δόξαι ἀποφαίνονται, ἔτι μᾶλλον εἰλιγγίων ἐν τοῖς πράγμασι. διὸ ἐκ τοῦ τῆς ψυχῆς βάθους ἐστέναζον. οὔτε γάρ τι βεβαιῶσαι οἷός τε ἤμην, οὔτε τὴν τῶν τοιούτων φροντίδα ἀποσείσασθαι ἠδυνάμην, καίπερ βουλόμενος, ὡς φθάσας εἶπον, ὅτι ἐμαυτῷ δὲ πυκνότερον ἡσυχάζειν ἐπιτάσσοντι, οὐκ οἶδ᾽ ὅπως λανθανόντως μεθ᾽ ἡδονῆς ὁ τῶν τοιούτων μοι εἰσήρχετο λογισμός.

Καὶ πάλιν ἀπορούμενος ἔλεγον ἐμαυτῷ· τί ματαιοπονῶ σαφοῦς ὄντος τοῦ πράγματος; ὅτι εἰ μὲν θανὼν οὐκ εἰμὶ, νῦν ὄντα με λυπεῖσθαι οὐ προσῆκεν. διὸ τηρήσω τὸ λυπεῖσθαι εἰς τὴν τότε, ὅτε οὐκ ὢν οὐ λυπηθήσομαι. εἰ δ᾽ ἄρα εἰμὶ, τί νῦν ἐκ περισσοῦ μοι πρόσεστι τὸ λυπεῖσθαι; καὶ εὐθέως μετὰ τοῦτο ἕτερός με εἰσῄει λογισμός. ἔλεγον γάρ· μή τί γε τοῦ νῦν με λυποῦντος ἐκεῖ χεῖρον παθεῖν ἔχω, μὴ βεβιωκὼς εὐσεβῶς, καὶ παραδοθήσομαι κατ᾽ ἐνίων φιλοσόφων λόγους πυριφλεγέθοντι καὶ Ταρτάρῳ, ὡς Σίσυφος ἢ Τιτυὸς ἢ Ἰξίων ἢ Τάνταλος, καὶ ἔσομαι ἐν ᾅδου τὸν αἰῶνα κολαζόμενος; πάλιν τε ἀνθυπέφερον λέγων· ἢ ἀδήλου ὄντος τοῦ πράγματος ἀκινδυνότερόν ἐστι μᾶλλον εὐσεβῶς βιῶσαί με. καὶ πάλιν· πῶς δυνήσομαι τοῦ δικαίου χάριν εἰς ἄδηλον ἐλπίδα ἀφορῶν τῶν τοῦ σώματος κρατεῖν ἡδονῶν; ἀλλ᾽ οὐ δ᾽ ὅ, τι ποτέ ἐστι δίκαιον καὶ ἀρέσκον τῷ θεῷ πεπληροφόρημαι, οὔτε εἰ ἡ ψυχὴ ἀθάνατος ἢ θνητὴ γινώσκω· οὔτε τις λόγος βέβαιος εὑρίσκεται, οὔτε τῶν τοιούτων λογισμῶν ἡσυχάζειν δύναμαι.

Τί οὖν χρὴ ποιεῖν ἢ τοῦτο; εἰς Αἴγυπτον πορεύσομαι, καὶ τοῖς τῶν ἀδύτων ἱεροφάνταις τε καὶ προφήταις φιλιωθήσομαι, καὶ μάγον ζητήσας καὶ εὑρὼν χρήμασι πολλοῖς πείσω, ὅπως ψυχῆς ἀναπομπὴν τὴν λεγομένην νεκρομαντίαν ποιήσῃ, ἐμοῦ ὡς περὶ πράγματός τινος πυνθανομένου. ἡ δὲ πεῦσις ἔσται περὶ τοῦ μαθεῖν, εἰ ἀθάνατος ἡ ψυχή. ἡ δὲ τῆς ψυχῆς ἀπόκρισις, ὅτι ἀθάνατός ἐστιν, οὐκ ἐκ τοῦ λαλῆσαι ἢ καὶ ἀκοῦσαι ἔσται μοι γνῶναι, ἀλλ᾽ ἐκ τοῦ ὀφθῆναι μόνον, ἵνα αὐτοῖς ὀφθαλμοῖς ἰδὼν αὐτὴν αὐτάρκη καὶ ἱκανὴν ἀπόφασιν ἔχω ἐκ τοῦ μόνον φανῆναι ὅτι ἔστι, καὶ οὐκέτι δυνήσεται τὰ τῶν ὀφθαλμῶν ἴδια τὰ τῆς ἀκοῆς ἀνατρέψαι ἄδηλα ῥήματα. ὅμως καὶ αὐτὴν ταύτην τὴν σκέψιν ἀντέβαλλόν τινι συνήθει φιλοσόφῳ, ὃς συνεβούλευέ μοι τοῦτο μὴ τολμῆσαι κατὰ πολλοὺς τρόπους. εἴτε γὰρ οὐκ εἰσακούσεται ἡ ψυχὴ τῷ μάγῳ, σὺ τοῖς ταῦτα ποιεῖν ἀπαγορεύουσι νόμοις ὡς ἀντιπράξας δυσσυνειδήτως βιώσεις· εἰ δὲ ἐπακούσεται, μετὰ τοῦ δυσσυνειδήτως σε βιοῦν οἶμαι τὰ τῆς εὐσεβείας σοι μηκέτι προχωρεῖν, οὗ εἵνεκεν καὶ ἐτόλμησας. ἐχθραίνειν γὰρ τὸ θεῖον λέγουσιν ἐπὶ τοῖς τῇ λύσει τῶν θανόντων σωμάτων σκύλλουσι τὰς ψυχάς. ἐγὼ δὲ ταῦτα ἀκούσας ὀκνηρότερος μὲν πρὸς τὸ τοιοῦτον ἐγχειρῆσαι ἐγενόμην· τῆς δὲ ἀπ᾽ ἀρχῆς μου οὐκ ἐπαυσάμην βουλῆς, ἀλλ᾽ ὡς ἐμποδισθεὶς τῆς ὁρμῆς ἠθύμουν.

Καὶ ἵνα μή σοι τὰ τοιαῦτα μακρῷ διηγήσωμαι λόγῳ, ἐν τοσούτοις λογισμοῖς καὶ πράγμασιν ὄντος μου φήμη τις ἠρέμα ἐπὶ τῆς Τιβερίου Καίσαρος βασιλείας ἐξ ἐαρινῆς τροπῆς τὴν ἀρχὴν λαμβάνουσα ηὔξανεν ἑκάστοτε, καὶ ὡς ἀληθῶς ἀγαθὴ θεοῦ ἄγγελος διέτρεχε τὸν κόσμον, τὸ τοῦ θεοῦ βούλημα σιγᾶν στέγειν μὴ δυναμένη. ἑκάστοτε οὖν πλείων καὶ μείζων ἐγίνετο λέγουσα, ὥς τίς ποτε ἐν Ἰουδαίᾳ ἐξ ἐαρινῆς τροπῆς λαβὼν τὴν ἀρχὴν, Ἰουδαίοις τὴν τοῦ ἀϊδίου θεοῦ εὐαγγελίζεται βασιλείαν, ἧς ἀπολαύειν λέγει, ἐάν τις αὐτοῦ προκατορθώσῃ τὴν πολιτείαν· τοῦ δὲ πιστεύεσθαι αὐτὸν χάριν, ὅτι θειότητος γέμων ταῦτα ποιεῖ, πολλὰ θαυμάσια, σημεῖά τε καὶ τέρατα διαπράττεται· κελεύσει γὰρ μόνῃ, ὡς ἔχων ἐξουσίαν, κωφοὺς ποιεῖ ἀκούειν, τυφλοὺς ἀναβλέπειν, κυλλοὺς ποιεῖ περιπατεῖν, χωλοὺς ὀρθοῖ, πᾶσαν νόσον ἀπελαύνει, πάντα δαίμονα φυγαδεύει· ἀλλὰ καὶ λεπροὶ ἐκ διαστήματος μόνον ἐνορῶντες αὐτῷ ἰώμενοι ἀπαλλάσσονται, νεκροὶ δὲ προσφερόμενοι ἐγείρονται, καὶ οὐδέν ἐστιν ὃ ἀδυνατεῖ ποιεῖν. καὶ ὅσον γε μᾶλλον ὁ χρόνος προέκοπτε, πολὺ μείζων διὰ πλειόνων τῶν ἐπιδημούντων βεβαιωτέρα ἐγίνετο, οὐκ ἔτι φήμη, λέγω, ἀλλὰ τοῦ πράγματος ἡ ἀλήθεια· ἤδη γάρ ποτε καὶ συστήματα κατὰ τόπους ἐγίνετο βουλῆς καὶ σκέψεως, τίς ἂν εἴη ὁ φανεὶς καὶ τί βούλεται λέγειν.

Καὶ δή ποτέ τις πρὸς αὐτῷ τῷ ἔτει ἐν φθινοπωρινῇ τροπῇ δημοσίᾳ στὰς ἐβόα λέγων· ἄνδρες Ῥωμαῖοι, ἀκούσατε· ὁ τοῦ θεοῦ υἱὸς ἐν Ἰουδαίᾳ πάρεστιν ἐπαγγελλόμενος πᾶσι τοῖς βουλομένοις ζωὴν αἰώνιον, ἐὰν τὰ κατὰ γνώμην τοῦ πέμψαντος αὐτὸν πατρὸς βιώσωσι. διὸ μεταβάλλεσθε τὸν τρόπον ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα, ἀπὸ τῶν προσκαίρων ἐπὶ τὰ αἰώνια. γνῶτε ἕνα θεὸν εἶναι ἐν τρισὶν ὑποστάσεσι τὸν ἐπουράνιον, οὗ τὸν κόσμον ἀδικῶς οἰκεῖτε ἔμπροσθεν τῶν αὐτοῦ δικαίων ὀφθαλμῶν. ἀλλ᾽ ἐὰν μεταβάλλησθε καὶ κατὰ τὴν αὐτοῦ βούλησιν βιώσητε, εἰς ἕτερον αἰῶνα ἐνεχθέντες καὶ ἀΐδιοι γενόμενοι, τῶν ἀποῤῥήτων ἀγαθῶν αὐτοῦ ἀπολαύσετε· ἐὰν δὲ ἀπειθήσητε, μετὰ τὴν ἐνθένδε ἀποβίωσιν εἰς τὸν τόπον τοῦ πυρὸς βληθήσεσθε, ὅπου ἀϊδίως κολαζόμενοι ἀνωφέλητα μετανοήσετε. ὁ γὰρ τῆς μετανοίας καιρὸς ἡ νῦν ἑκάστου ζωὴ τυγχάνει. ἐγὼ μὲν οὖν ταῦτα ἀκούων ἠχθόμην, ὅτι οὐδεὶς ἐκ τοσούτων ὄχλων τηλικαύτην ἀγγελίαν ἀκούσας εἴρηκεν· εἰς Ἰουδαίαν πορεύσομαι, ἵνα ἴδω, εἰ οὗτος λέγων ἀληθεύει, ὡς ὅτι υἱὸς θεοῦ ἐπιδεδήμηκεν τῇ Ἰουδαίᾳ, ἀγαθῆς καὶ αἰωνίας ἐλπίδος χάριν τὴν τοῦ ἀποστείλαντος πατρὸς βούλησιν ἐκφαίνων. καὶ ὅπερ λέγουσιν αὐτὸν κηρύσσειν, οὐκ ἔστι μικρόν. ὧν μὲν γὰρ τὰς ψυχὰς διαβεβαιοῦται αἰωνίους οὔσας, αἰωνίων ἀπολαύσειν ἀγαθῶν, ὧν δὲ ἐν πυρὶ ἀσβέστῳ ῥιφείσας, τὸν αἰῶνα κολασθήσεσθαι.

Ταῦτα ἐγὼ λέγων περὶ ἄλλων καὶ ἐμαυτῷ ὡμίλησα λέγων· τί ἄλλους μέμφομαι ἐν τῷ αὐτῷ τῆς ἀμελείας ὑπάρχων ἐγκλήματι; ἀλλ᾽ εἰς Ἰουδαίαν ὁρμήσω, πρότερον τὸν ἐμὸν διαθεὶς βίον· καὶ δὴ οὕτως βουλευσαμένου μου, πολὺς ὁ τῆς παρολκῆς ἐγένετο χρόνος, τῶν βιωτικῶν πραγμάτων δυσεκλύτων ὄντων. πέρας γοῦν συννοήσας ὡδήποτε τὴν τοῦ βίου φύσιν, ὅτι ἐλπίδι ἐκπλοκῶν τοὺς σπεύδοντας ἐνεδρεύει, οὐ μὴν ἀλλὰ καὶ ὅν ποτε εἰσεκλάπην χρόνον ἐλπίσι δονούμενος, καὶ ὅτι οὕτως ἀσχολούμενοι οἱ ἄνθρωποι ἀποθνήσκομεν, τὰ πάντα μου ὡς ἔτυχεν ἀφεὶς εἰς Πόρτον ὥρμησα. καὶ εἰς τὸν λιμένα ἐλθὼν καὶ ἀναχθεὶς ἀνέμων ἔχθραις, ἀντὶ τοῦ εἰς Ἰουδαίαν, εἰς Ἀλεξανδρείαν ἠνέχθην. καὶ ἀνέμων ἀπορίᾳ ἐπισχεθεὶς ἐκεῖ συνεφοίτων τοῖς φιλοσόφοις, καὶ τὰ τῆς φήμης μετὰ τοῦ ἐν Ῥώμῃ φανέντος ἔλεγον τοὺς λόγους. οἱ δὲ ἀπεκρίναντο, ὅτι μὲν ἐν Ῥώμῃ φανέντα οὐκ ἴσμεν, περὶ δὲ τοῦ ἐν Ἰουδαίᾳ γενομένου καὶ υἱοῦ θεοῦ ὑπὸ τῆς φήμης λεγομένου, παρὰ πολλῶν τῶν ἐκεῖθεν ἐληλυθότων ἠκούσαμεν, καὶ περὶ πάντων, ὧν λαλῶν ἐποίει θαυμασίων ἐμάθομεν.

Ἐμοῦ δὲ εἰπόντος· ἤθελόν τινι συντυχεῖν τῶν ἑωρακότων αὐτὸν, εὐθὺς ἦγόν με λέγοντες· ἔστιν τις ἐνταῦθα, οὐ μόνον ἱστορήσας αὐτὸν, ἀλλὰ καὶ τῆς ἐκεῖθεν γῆς ὑπάρχων, ἀνὴρ τίμιος ὀνόματι Βαρνάβας, ὃς καὶ ἕνα τῶν αὐτοῦ μαθητῶν ἑαυτὸν εἶναι λέγει, καὶ ἐνταῦθά που καθεζόμενος τῆς ἐκείνου ὑποσχέσεως τοὺς λόγους τοῖς βουλομένοις ἑτοίμως λέγει. καὶ δὴ συνῆλθον αὐτοῖς. καὶ ἐλθὼν σὺν τῷ παρεστῶτι ὄχλῳ ἔστην ἐπακούων τῶν λόγων. καὶ συνενόουν τὰ ἀληθῆ οὐ διαλεκτικῇ τέχνῃ λέγοντα, ἀλλὰ ἀκάκως καὶ ἀπαρασκευάστως ἐκτιθέμενον, ἅτε ἤκουσε καὶ ἑώρακε τὸν τοῦ θεοῦ φανέντα υἱὸν πεποιηκέναι τε καὶ εἰρηκέναι. πολλοὺς δὲ μάρτυρας τῶν ὑπ᾽ αὐτοῦ λεγομένων θαυμασίων τε καὶ λόγων ἐξ αὐτοῦ τοῦ παρεστῶτος ὄχλου παρεῖχεν.

Ἐπειδὴ δὲ πρὸς τὰ ἀπανούργως λεγόμενα ἡδέως οἱ ὄχλοι διετίθεντο, οἱ ἐκ παιδείας κοσμικῆς ὁρμώμενοι φιλόσοφοι γελᾶν αὐτὸν καὶ χλευάζειν ἐπεβάλλοντο, σκώπτοντες καὶ διασύροντες θράσει ἀμέτρῳ, ὡς μεγάλοις ὅπλοις κεχρημένοι τοῖς συλλογισμοῖς. ὁ δὲ ἀπωθούμενος αὐτῶν τὸν λῆρον οὐ συνέτρεχεν αὐτῶν τῇ πανούργῳ πεύσει, ἀλλὰ ἀκατάπληκτος ὢν λέγειν οὐκ ἀφίστατο. καί ποτέ τις αὐτοῦ ἐπύθετο, διατί κώνωψ ἐγένετο, καὶ βραχύτατον ὂν, ἓξ πόδας ἔχων, ἔχει καὶ πτερὰ, ἐλέφας δὲ τὸ μέγιστον ζῶον ἄπτερος ὤν, τέσσαρας μόνον ἔχει πόδας; ὁ δὲ μετὰ τὴν πεῦσιν τὸν ἐμποδισθέντα ἀναλαβὼν λόγον, ὡς πρὸς τὴν πεῦσιν ἀποκρινάμενος, τὸν αὐτῷ ἀπ᾽ ἀρχῆς προκείμενον ἀνελάμβανε λόγον, τούτῳ μόνῳ προοιμίῳ χρώμενος καθ᾽ ἑκάστην ἐγκοπήν· ἡμεῖς τοῦ πέμψαντος ἡμᾶς τοὺς λόγους καὶ τὰς θαυμαστίους πράξεις εἰπεῖν ὑμῖν μόνον ἔχομεν ἐντολὴν, καὶ ἀντὶ τῆς λογικῆς ἀποδείξεως μάρτυρας παρέχομεν ὑμῖν τῶν ἐξ ὑμῶν παρεστώτων πολλοὺς, ὧν ἐγὼ τὰ εἴδη μέμνημαι, ὡς ἐμψύχους εἰκόνας, ἱκανὰς μαρτυρίας. λοιπὸν τῆς ὑμετέρας ἐστὶν ἐξουσίας, ὑπείκειν ἢ ἀπειθεῖν. τοῦ δὲ λέγειν ὑμῖν τὸ συμφέρον οὐ παύσομαι, ὅτι ἐμοὶ μὲν ζημία τὸ σιωπᾶν, ὑμῖν δὲ τὸ ἀπειθεῖν βλάβη. ἀλλὰ καὶ τῶν εἰκαίων ὑμῶν προβλημάτων τὰς ἀποδείξεις ἀποδοῦναι ἐδυνάμην, εἰ φιλαλήθως ἐπυνθάνεσθε.

κώνωπος δὲ καὶ ἐλέφαντος τὴν αἰτίαν τῆς διαφόρου δημιουργίας νῦν ὑμῖν εἰπεῖν οὐκ ἔστιν εὔκαιρον τοῖς τὸν τῶν ὅλων ἀγνοοῦσι θεόν.

Ταῦτα αὐτοῦ λέγοντος, ἐκ συμφωνίας ἄτακτον ἠφίεσαν γέλωτα, κατασιωπᾶν καὶ ἀπορεῖν αὐτὸν πειρώμενοι ὡς βάρβαρόν τινα δαιμονῶντα. ἐγὼ δὲ ταῦτα ὁρῶν, ζήλῳ οὐκ οἶδ᾽ ὅπως ληφθεὶς, εὐσεβεῖ θυμῷ τοῦ λοιποῦ σιγᾶν οὐκ ἐκαρτέρουν, ἀλλὰ μετὰ παῤῥησίας ἐβόων λέγων· εὐλόγως ὁ θεὸς ὑμῖν ἀκατάληπτον τὴν αὐτοῦ βούλησιν ἔθετο ἀναξίους προϊδὼν, ἐξ ὧν νῦν τοὺς κριτικὸν νοῦν ἔχοντας πληροφορῶν φαίνεται. ἐπεὶ γὰρ νῦν τῆς αὐτοῦ βουλήσεως κήρυκες ἐξαπεστάλησαν, οὐ γραμματικὴν ἐπαγγελλόμενοι τέχνην, ἀλλὰ ἁπλοῖς καὶ ἀπανούργοις λόγοις τὴν αὐτοῦ βούλησιν ἐκφαίνοντες, ὡς πάντα ὅντινα οὖν ἀκούσαντα νοεῖν τὰ λεγόμενα, καὶ οὐ μετὰ ἕξεώς τινος φθονερᾶς παρέχειν πᾶσιν ἑαυτὴν μὴ βουλομένης, πάρεστε ὑμεῖς πρὸς τὸ μὴ νοεῖν τὸ ὑμῖν συμφέρον ἐπὶ τῇ ὑμετέρᾳ βλάβῃ γελᾶν τὴν εἰς τὴν ὑμετέραν καταδίκην ἐν βαρβάροις πολιτευσαμένην ἀλήθειαν, ἣν καὶ ὑμῖν ἐπιδημήσασαν ξενίσαι οὐ βούλεσθε διὰ τὰς ἀσελγείας ὑμῶν καὶ τὸ λιτὸν τῶν λόγων αὐτῆς, ἵνα μὴ ἐλεγχθῆτε, ὅτι εἰκῆ φιλόλογοί ἐστε, καὶ οὐκ ἀληθεῖς φιλόσοφοι. μέχρι μὲν οὖν πότε λαλεῖν μανθάνετε, οἱ τὸ λαλεῖν οὐκ ἔχοντες; πολλὰ γὰρ παρ᾽ ὑμῶν ῥήματα ἑνὸς οὐκ ἄξια λόγου. τί ἄρα ἐρεῖ ὑμῶν τὸ ἑλληνικὸν πλῆθος μία ψυχὴ γενόμενον, εἴπερ ἔσται κρίσις, ὡς οὗτος λέγει· διὰ τί, ὦ θεὲ, τὴν σὴν βούλησιν οὐκ ἐκήρυξας ἡμῖν;

οὐ πάντως ἀκούσεσθε, εἴπερ ἀποκρίσεως καταξιωθήσεσθε, τάδε· ἐγὼ πάσας τὰς ἐσομένας πρὸ καταβολῆς κόσμου προαιρέσεις εἰδὼς, ἑκάστῳ πρὸς τὸ αὐτοῦ ἄξιον λανθανόντως προαπήντησα. τοῦτο δὲ αὐτὸ ὅτι οὕτως ἔχει βουληθεὶς τοὺς προσπεφευγότας μοι πληροφορῆσαι, διατί ἀπ᾽ ἀρχῆς ἐκ προτέρων γενεῶν τὴν ἐμὴν βούλησιν δημοσίᾳ οὐκ εἴασα κηρυχθῆναι, νῦν πρὸς τῷ τέλει τοῦ βίου κήρυκας ἐμῆς βουλῆς ἀπέστειλα, οἳ καὶ γελῶνται καὶ ὑβριζόμενοι χλευάζονται ὑπὸ τῶν μηδὲν ὠφελεῖσθαι ἐθελόντων καὶ ἐπιτεταμένως τὴν ἐμὴν φιλίαν παραιτησαμένων; ὢ μεγάλης ἀδικίας, μέχρι φόνου κινδυνεύουσιν οἱ κήρυκες, καὶ ταῦτα ὑπὸ τῶν εἰς σωτηρίαν καλουμένων ἀνδρῶν. τοῦτο δὲ τὸ ἀδίκως γινόμενον κατὰ τῶν ἐμῶν κηρύκων ἀπ᾽ ἀρχῆς ἂν εἰς πάντας ἐγίνετο, εἴπερ ἀπ᾽ ἀρχῆς εἰς σωτηρίαν ἐκαλοῦντο οἱ ἀνάξιοι. τὸ γὰρ νῦν γινόμενον ὑπ᾽ αὐτῶν ἀδίκως εἰς ἀπολογίαν τῆς ἐμῆς δικαίας γίνεται προνοίας, ὅτι καλῶς τὸν τῆς τιμῆς ἄξιον λόγον ἀπ᾽ ἀρχῆς δημοσίᾳ εἰς ὕβριν θεῖναι οὐκ ἠβουλήθην ἀνωφελῶς, ἀλλὰ σιγᾶσθαι αὐτὸν ὡς τίμιον ἐβουλευσάμην, οὐκ ἀπὸ τῶν ἀπ᾽ ἀρχῆς ἀξίων, οἷς καὶ μετέδωκα, ἀλλὰ ἀπὸ τούτων καὶ τῶν τοιούτων ὡς ὁρᾶτε ἀναξίων τῶν ἐμὲ μισούντων, καὶ ἑαυτοὺς φιλεῖν μὴ βουλομένων; καὶ νῦν γε παρέντες γελᾶν τὸν ἄνδρα τοῦτον, ἐμοῦ πρὸς τὸ τούτου ἐπάγγελμα πυνθάνεσθε, ἢ πυνθανομένου μου ὁ βουλόμενος ἀποκρινάσθω.

καὶ μὴ ὡς ἀσελγεῖς κύνες ὑλάσσετε, ψόφῳ ἀτάκτῳ βύοντες τῶν σώζεσθαι θελόντων τὰς ἀκοάς. ὦ ἄδικοι καὶ θεοστυγεῖς καὶ τὸν σώζοντα λογισμὸν εἰς ἀπιστίαν ἀπασχολοῦντες, πῶς συγγνώμης τυχεῖν δυνήσεσθε, τὸν τὴν θειότητα τοῦ θεοῦ ἀπαγγελλόμενον εἰπεῖν ὑμῖν ὑβρίζοντες· καὶ ταῦτα ἄνθρωπον, οὗ ἐχρῆν καὶ μηδὲν ἀληθὲς λέγοντος τὴν ἀγαθὴν αὐτοῦ πρὸς ὑμᾶς ἀποδέξασθαι προαίρεσιν;

Ταῦτά μου λέγοντος καὶ τὰ τούτοις ἀκόλουθα, πολὺς τῶν ὄχλων ἐγένετο θρύλλος. καὶ οἱ μὲν ὡς τὸν Βαρνάβαν ἐλεοῦντες συνῇράν μοι, οἱ δὲ ἠλίθιοι ὄντες δεινῶς κατ᾽ ἐμοῦ ἔβρυχον τοὺς ὀδόντας. ἐπεὶ δὲ ἤδη ποτὲ ἑσπέρα κατειλήφει, τῆς χειρὸς λαβὼν τὸν Βαρνάβαν, μὴ θέλοντα βίᾳ εἰς τὴν ἐμὴν ἦγον οἰκίαν, ἔνθα καὶ μένειν αὐτὸν ἐποίησα, ἵνα μή τις αὐτῷ χεῖρας ἐπιβάλῃ. καὶ ἡμέρας ὀλίγας διατρίψας, καὶ τοῦ ἀληθοῦς λόγου βραχέα κατηχήσας με, ὅσον ἐν ὀλίγαις ἡμέραις, σπεύδειν ἔλεγεν εἰς Ἰουδαίαν τῆς ἑορτῆς χάριν, ὡς καὶ τοῦ λοιποῦ τοῖς ἑαυτοῦ ὁμοέθνεσι συνεῖναι θέλων φανερῶς δή μοι ἀποκαλύψας.

Ἐμοῦ μὲν γὰρ εἰπόντος· σύ μοι μόνον τοὺς τοῦ φανέντος θεοῦ οὓς ἤκουσας ἐκτίθου λόγους, κἀγὼ τῷ ἐμῷ κοσμήσας λόγῳ τοῦ θεοῦ κηρύξω τὴν βούλησιν, καὶ εἶθ᾽ οὕτως ἐντὸς ὀλίγων ἡμερῶν συμπλεύσω σοι· λίαν γὰρ ποθῶ ἐπὶ τὸν τῆς Ἰουδαίας γενέσθαι τόπον· τάχα δὲ καὶ συνοικήσω ὑμῖν τὸν πάντα μου τῆς ζωῆς χρόνον· αὐτὸς ταῦτα ἀκούσας ἀπεκρίνατο· σὺ εἰ μὲν ἱστορῆσαι τὰ ἡμέτερα καὶ μαθεῖν τὸ συμφέρον θέλεις, ἐξαυτῆς μοι σύμπλευσον· εἰ δὲ οὐ βούλει, τὰ σημεῖα τῆς οἰκήσεώς μου καὶ ὧν θέλεις, ἐγώ σοι σήμερον ἐρῶ, ἵνα ὅτε βούλει ἐλθὼν ἐπιστῇς ἡμῖν· ἐγὼ γὰρ αὔριον πορεύσομαι ἐπὶ τὰ ἐμαυτοῦ. καὶ δὴ ἀδυσώπητον ἰδὼν συνῆλθον αὐτῷ μέχρι τοῦ λιμένος, καὶ μαθὼν παρ᾽ αὐτοῦ, ἅπερ ἔλεγεν σημεῖα τῶν οἰκήσεων, ἔφην αὐτῷ· εἰ μὴ ὅτι αὔριόν τι ἀπαιτῶ ὀφειλόμενόν μοι, ἐξαυτῆς ἂν συνέπλεόν σοι· πλὴν τάχιόν σε καταλήψομαι. καὶ ταῦτα εἰπὼν καὶ παραθέμενος αὐτὸν τοῖς τοῦ πλοίου ἡγουμένοις, ὑπέστρεφον λυπούμενος, μεμνημένος τοῦ καλοῦ καὶ συνήθους φίλου.