Ταύτῃ γὰρ ἂν τῶν Ἰουδαίων ἀνώτερα φρονοίημεν, οἳ τὸ μὲν εἶναι ἙΝΑ ΘΕΟΝ καταδέχονται τοῖς δόγμασι· (τί γὰρ, εἰ καὶ τοῦτο διὰ τῆς εἰδωλολατρείας πολλάκις ἠρνήσαντο;) τὸ δὲ καὶ ΠΑΤΕΡΑ εἶναι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦτον, οὐ παραδέχονται· τοῖς οἰκείοις προφήταις ἐναντία φρονοῦντες, οἵ φασιν ἐν ταῖς θείαις γραφαῖς· Κύριος εἶπε πρός με, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Καὶ μέχρι σήμερον φρυαττόμενοι καὶ συναγόμενοι κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ· νομίζοντες ὅτι δυνατόν ἐστι Πατρὶ φιλιωθῆναι, χωρὶς τῆς εἰς τὸν Υἱὸν εὐσεβείας· ἀγνοοῦντες ὅτι οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ διὰ τοῦ Υἱοῦ, τοῦ λέγοντος, Ἐγώ εἰμι ἡ θύρα· καὶ, Ἐγώ εἰμι ἡ ὁδός. Ὁ τοίνυν τὴν ὁδὸν παραιτούμενος τὴν ἀπάγουσαν πρὸς τὸν Πατέρα, καὶ ὁ τὴν θύραν ἀρνούμενος, πῶς τῆς πρὸς τὸν Θεὸν εἰσόδου καταξιωθήσεται; ἀντιλέγοντες δὲ καὶ τοῖς ἐν ὀγδοηκοστῷ ὀγδόῳ ψαλμῷ γεγραμμένοις, τὸ, Αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σὺ, Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. Κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Εἰ γὰρ ταῦτα πρὸς τὸν Δαβὶδ ἢ Σολομῶντα, ἢ καί τινα τῶν καθεξῆς εἰρῆσθαι βιάζοιντο, δειξάτωσαν, πῶς ὁ θρόνος τούτου τοῦ προφητευομένου παρ᾽ αὐτοῖς, ἔστιν ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ, καὶ ὡς ὁ ἥλιος ἐναντίον τοῦ Θεοῦ, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα.