Καὶ μεμαρτύρηκεν αὐτὸς ὁ μονογενὴς Υἱὸς Θεοῦ, λέγων· Θεὸν οὐδεὶς πώποτε τεθέαται. Κἂν γὰρ κατὰ τὸ γεγραμμένον ἐν τῷ Ἱεζεχιὴλ, ὅτι εἶδεν ὁ Ἱεζεχιήλ, ἐκλαμβάνοι τις· ἀλλὰ τί λέγει ἡ γραφή; Εἶδεν ὁμοίωμα δόξης Κυρίου, οὐκ αὐτὸν τὸν Κύριον, ἀλλὰ τὸ ὁμοίωμα τῆς δόξης, καὶ οὐκ αὐτὴν τὴν δόξαν, ὡς ἔστιν ἀληθῶς. Καὶ ἰδὼν τὸ ὁμοίωμα τῆς δόξης μόνον, καὶ οὐκ αὐτὴν τὴν δόξαν, ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τοῦ φόβου. Εἰ δὲ τὸ τῆς δόξης ὁμοίωμα θεαθὲν, φόβον καὶ ἀγωνίαν περιεποίει τοῖς προφήταις· αὐτὸν εἴ τις ἐπεχείρησε θεωρῆσαι τὸν Θεὸν, πάντως ἂν καὶ τοῦ ζῇν ἀπηλλάττετο, κατὰ τὸ εἰρημένον· Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται. Διὰ τοῦτο, κατὰ τὴν μεγίστην αὐτοῦ φιλανθρωπίαν, ὁ Θεὸς παραπέτασμα τῆς οἰκείας θεότητος ἐξέτεινε τὸν οὐρανὸν, ἵνα μὴ ἀπολώμεθα. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλ᾽ ὁ προφήτης εἶπεν· Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται. Καὶ τί θαυμάζεις, εἰ ὁ Ἱεζεχιὴλ τὸ ὁμοίωμα τῆς δόξης ἰδὼν ἔπεσεν, ὅπου τῷ Δανιὴλ ὁ Γαβριὴλ, οἰκέτης ὢν τοῦ Κυρίου, ὤφθη, καὶ παραχρῆμα ἔπτηξε καὶ ἔπεσεν ἐπὶ πρόσωπον· καὶ ἄχρις ὅτου ἐξεβιάσατο ἑαυτὸν ὁ ἄγγελος εἰς ὁμοίωμα υἱοῦ ἀνθρώπου, οὐκ ἐτόλμησεν ἀποκριθῆναι ὁ προφήτης. Εἰ δὲ Γαβριὴλ ὀπτανόμενος τρόμον ἐνεποίει προφήταις, αὐτὸς ὁ Θεὸς εἰ ὤφθη καθ᾽ ὃ ἦν, οὐκ ἀπώλλυντο πάντες;