Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἱεροσολύμων – Εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου (Νόθος)

Κύριλλος Ἱεροσολύμων

Προφητικές μαρτυρίες και το σωτηριώδες έργο του Χριστού

Σύνδεση της παρουσίας του Παιδίου με τις προφητείες της Παλαιάς Διαθήκης και περιγραφή της υποταγής της κτίσεως και της νίκης κατά του θανάτου και του διαβόλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἱεροσολύμων

—

Κεφάλαιο 4 από 5

Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἄκουε, Ἰσραήλ. κύριος ὁ θεός σου οὗτός ἐστιν ὃν ἐγὼ ὁ σὸς ἱερεὺς Συμεὼν ἐν ἀγκάλαις βαστάζων μεγάλῃ κηρύττω τῇ φωνῇ τῷ λαῷ ἐν τῷ ναῷ διαμαρτυρόμενος. διὸ προσέχετε λαός μου τὸν λόγον μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου. τοῦτο τὸ παιδίον ἐστί, περὶ οὗ Ἰσαΐας προεκήρυξε λέγων, ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς (τῆς τοῦ πατρός) ἄγγελος, θαυμαστός, σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ὦ Ἰσραήλ, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. εἰ οὖν θεὸς ἰσχυρὸς τοῦτο τὸ παιδίον, περὶ αὐτοῦ δῆλον ὅτι εἴρηκε Δαβίδ· ὀφθήσεται ὁ θεὸς τῶν θεῶν ἐν Σιών. περὶ τούτου παιδίου Ἱερεμίας βοᾷ· ὅτι ὁ θεὸς ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.

Τοῦτο τὸ παιδίον ἐστὶν ὁ πάλαι τῷ Ἰσραὴλ τὴν θάλασσαν διαῤῥήξας καὶ τὸν φαραὼ βυθίσας καὶ τὸν νόμον δοὺς τοῖς Ἰσραηλίταις καὶ τὸ μάννα ἐπομβρίσας καὶ στύλῳ πυρὸς τὸ γένος τῶν Ἑβραίων ὁδηγήσας καὶ πέτραν ῥήξας καὶ βάτον πυροδρόσου φλογὸς ἄφλεκτον φυλάξας. τοῦτο τὸ παιδίον τεσσαρακονταετῆ φονευτὴν Μωσέα τοῦ αἰγυπτιακοῦ λαοῦ πεποίηκε καὶ τεσσαράκοντα ἔτη ποιμένα προβάτων ἀνέδειξε καὶ τεσσαράκοντα ἔτη ὁδηγὸν τῷ Ἰσραὴλ κατέστησε, καὶ τεσσαράκοντα ἡμέρας νηστεῦσαι ἐδυνάμωσεν, ὡς καὶ αὐτὸ τὸ παιδίον μετὰ τὸ βάπτισμα τεσσαράκοντα ἡμέρας ἐνήστευσε καὶ μετὰ τεσσαράκοντα ἡμέρας τῆς ἐκ νεκρῶν ἀναστάσεως εἰς τὴν ἄνω Ἱερουσαλὴμ ἀνελήλυθε καὶ μετὰ τεσσαράκοντα ἡμέρας τῆς ἐκ παρθένου γεννήσεως νῦν εἰς τὴν ἐπίγειον Ἱερουσαλὴμ εἰσελήλυθε.

Περὶ τούτου τοῦ παιδίου Ἀμβακοὺμ προεκήρυξε λέγων· ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξει, τουτέστιν ἐκ τοῦ νότου. ἐκ νότου γὰρ τῆς Ἱερουσαλήμ, ἐκ Βηθλεέμ, νῦν ἐν Σιὼν εἰσελήλυθε. διὰ τοῦτο τὸ παιδίον Μωυσῆς ὑμῖν διεμαρτύρετο λέγων ὅτι προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, καὶ πᾶς ὁ μὴ ἀκούων αὐτοῦ ἐξολοθρευθήσεται ἡ ψυχὴ αὐτοῦ.

Περὶ τούτου τοῦ παιδίου ὁ προφήτης Δαβὶδ ηὔχετο λέγων· ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ ἐμφάνηθι, ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. καὶ πάλιν· ταχὺ προκαταλαμβανέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου κύριε. καὶ πάλιν· κύριε κλῖνον τοὺς οὐρανούς σου καὶ κατάβηθι. καὶ ἄλλως· σὺ κύριε ὁ θεὸς τῶν δυνάμεων πρόσσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη. διὸ γνῶτε ἔθνη καὶ ἡττᾶσθε.

Ἴδετε Ἰουδαῖοι καὶ πείσθητε ὅτι τοῦτο τὸ παιδίον ὑμνοῦσιν ἄγγελοι, τούτῳ προσκυνοῦσιν ἀρχάγγελοι, τοῦτο τρέμουσιν ἐξουσίαι, τοῦτο δοξάζουσι δυνάμεις, τούτῳ δουλεύουσι τὰ χερουβίμ, τοῦτο θεολογεῖ τὰ σεραφίμ. τούτῳ δουλεύει ὁ ἥλιος, τούτῳ λειτουργεῖ σελήνη, τούτῳ ὑπακούει τὰ στοιχεῖα, τούτῳ ὑποτάσσονται αἱ πηγαί. τοῦτο τὸ παιδίον ἰδοῦσαι πύλαι ᾅδου συνετρίβησαν, πύλαι δὲ οὐράνιοι ἀνεπετάσθησαν, καὶ ᾅδης ἰδὼν ἐτρόμαξε. τοῦτο τὸ παιδίον θάνατον κατήργησε, τὸν διάβολον ᾔσχυνε, τὴν κατάραν ἔλυσε, τὴν λύπην κατέπαυσε, τὸν ὄφιν συνέτριψε, τὸ μεσότοιχον διέκοψε, τὸ πονηρὸν χειρόγραφον τῶν ἁμαρτιῶν διέῤῥηξε, τὴν ἁμαρτίαν ἐπάτησε, τὴν πλάνην κατέλυσε, τὴν κτίσιν ἀνέστησε. τοῦτο τὸ παιδίον τὸν Ἀδὰμ διέσωσε, τὴν Εὔαν ἀνέπλασε, τὰ ἔθνη ἐκάλεσε, τὸν κόσμον ἐφώτισε.