Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἱεροσολύμων – Εἰς τὸν παραλυτικὸν τὸν παρὰ τὴν κολυμβήθραν κείμενον

Κύριλλος Ἱεροσολύμων

Η συνάντηση στη Βηθεσδά και η θεανδρική εξουσία του Σωτήρος

Η προσέλευση του Ιησού στην Προβατική κολυμβήθρα, ο διάλογος με τον παραλυτικό και η θαυματουργική προσταγή ίασης, σε αντιπαραβολή με την πίστη των τυφλών και την ομολογία της παρουσίας του Υιού του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἱεροσολύμων

—

Κεφάλαιο 1 από 4

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν ΚΥΡΙΛΛΟΥ ἀρχιεπισκόπου Ἱεροσολύμων ΟΜΙΛΙΑ ΕΙΣ ΤΟΝ ΠΑΡΑΛΥΤΙΚΟΝ {τὸν ἐπὶ τὴν κολυμβήθραν.} Ὅπου ἂν φανῇ Ἰησοῦς, ἐκεῖ καὶ ἡ σωτηρία. κἄν τε γὰρ ἴδῃ τελώνην καθήμενον ἐπὶ τοῦ τελωνίου, τοῦτον ἀπόστολον ποιεῖ καὶ εὐαγγελιστήν, κἄν τε μετὰ νεκρῶν ταφῇ, νεκροὺς ἐγείρει. καὶ τυφλοῖς μὲν τὸ βλέπειν χαρίζεται, κωφοῖς δὲ τὸ ἀκούειν. καὶ τὰς κολυμβήθρας περιέρχεται, οὐ τὰς οἰκοδομὰς ζητῶν, ἀλλὰ τοὺς νοσοῦντας ἰατρεύων.

Ἐν γὰρ τοῖς Ἱεροσολύμοις ἦν προβατικὴ κολυμβήθρα πέντε στοὰς ἔχουσα, τέσσαρας μὲν περιτρεχούσας, μέσην δὲ τὴν πέμπτην, ἐν ᾗ κατέκειτο πλῆθος ἀσθενούντων. καὶ ἀπιστία ἦν πολλὴ τῶν Ἰουδαίων. ὁ δὲ τῶν ψυχῶν καὶ σωμάτων ἰατρὸς καὶ θεραπευτὴς μέτρῳ τὴν ἴασιν ἐχαρίζετο, τὸν πολυχρόνιον πρῶτον θεραπεύων, ἵνα τάχιον ἀπαλλαγῇ τῶν ἀλγηδόνων. οὐ γὰρ μία ἡμέρα ἦν αὐτῷ κατακεῖσθαι, ὡς οὐδὲ δευτέρα, οὐδὲ πρῶτος μὴν ἢ ἐνιαυτός, ἀλλ᾽ ὀκτὼ καὶ τριάκοντα ἔτη. κατακείμενος πολυχρονίῳ νόσῳ γνώριμος ἦν τοῖς ὁρῶσιν, καὶ δεικνύων τοῦ θεραπεύοντος τὴν ἐνέργειαν. ἐγνωρίζετο γὰρ ὑπὸ πάντων διὰ τὸν χρόνον ὁ παραλυτικός. ὁ δὲ ἀρχιατρὸς ἐδείκνυ μὲν τὴν δύναμιν, ἠθετεῖτο δὲ ὑπὸ τῶν κακῶς ἐκδεχομένων.

Περιερχόμενος δὲ τὴν κολυμβήθραν ἴδεν, οὐκ ἐξ ἐρωτήσεως μαθών, ἀλλ᾽ ἐκ θεϊκῆς ἐνεργείας τὸ λεῖπον ἀπεπλήρωσεν. ἰδών, οὐκ ἐρωτῶν, ἐκ πόσου χρόνου κατάκειται, ἀλλ᾽ ἰδὼν ἔγνω, ὁ καὶ πρὸ τοῦ ἰδεῖν εἰδώς. εἰ γὰρ ἐπὶ τῶν κατὰ καρδίαν οὐ χρείαν εἶχεν ἵνα τις αὐτὸν ἐρωτήσῃ περὶ τοῦ ἀνθρώπου (αὐτὸς γὰρ ᾔδει, τί ἦν ἐν τῷ ἀνθρώπῳ), πολὺ δὲ μᾶλλον περὶ τῶν νοσημάτων, ὧν ἔξωθεν ἡ ἐπαγωγή.

Εἶδεν τινὰ κατακείμενον καὶ πλείστῃ νόσῳ βεβαρημένον. ἁμαρτιῶν γὰρ εἶχε πολὺ φορτίον καὶ νόσου πολυχρόνιον ἀλγηδόνα. πρὸς τοῦτον ἐρώτημά πως λέγει τὸ ποθούμενον· θέλεις ὑγιὴς γενέσθαι; καὶ οὐκ εἶπεν τὶ ἄλλο, ἀλλὰ κατέλειπεν τῇ μεσότητι τῆς ἐρωτήσεως. διπλῆ γὰρ ἦν ἡ ἐρώτησις. ἐπειδὴ γὰρ οὐ μόνον ἐνόσει τὸ σῶμα, ἀλλὰ καὶ τὴν ψυχήν, (κατὰ τὸ ὕστερον ὑπ᾽ αὐτοῦ εἰρημένον, ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται,) ἠρώτα αὐτόν· θέλεις ὑγιὴς γενέσθαι; ὢ μεγάλης ἰατροῦ δυνάμεως, ἐπὶ τῷ θέλειν τὴν βοήθειαν τιθεμένου. ἐπειδὴ γὰρ ἐκ πίστεως ἡ σωτηρία, διὰ τοῦτο ἤκουσε τὸ θέλεις, ἵνα τὸ θέλειν ἐπαγάγῃ τὴν ἐνέργειαν. τοῦτο μόνου τοῦ Ἰησοῦ τὸ ῥῆμα. ἀρχιάτρων γὰρ οὐκ ἔστιν αἰσθητῶν. οἱ γὰρ τὰ αἰσθητὰ νοσήματα θεραπεύοντες οὐ δύνανται πᾶσιν λέγειν· θέλεις ὑγιὴς γενέσθαι; Ἰησοῦς δὲ καὶ τὸ θέλειν χαρίζεται, καὶ τὸ πιστεύειν λαμβάνει, καὶ τὴν δωρεὰν ἀμισθὶ χαρίζεται.

Περιῄει ποτὲ ὁ σωτὴρ κατὰ τὴν ὁδόν, καὶ τυφλοὶ δύο ἐκαθέζοντο, ἀβλεπτοῦντες μὲν τῷ σώματι, πεφωτισμένοι δὲ τὴν διάνοιαν. ὅνπερ γὰρ οὐκ ᾔδεισαν γραμματεῖς, τοῦτον ἐδείκνυον οἱ τυφλοὶ βοῶντες. οἱ μὲν γὰρ φαρισαῖοι τὸν νόμον μεμαθηκότες καὶ ἐκ παιδίου ἕως γήρως μεμελετηκότες καὶ ἐν ἀμαθίᾳ γεγηρακότες ἔλεγον, ὅτι τοῦτον οὐκ οἴδαμεν πόθεν ἐστίν. εἰς γὰρ τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. οἱ δὲ τυφλοὶ ἐπεβόων λέγοντες, υἱὲ Δαβίδ, ἐλέησον ἡμᾶς. καὶ ὅνπερ οὐκ ᾔδεισαν οἱ τὸν νόμον μεμαθηκότες, τοῦτον ᾔδεισαν οἱ τοὺς ὀφθαλμοὺς μὴ ὑπηρετήσαντας εἰς ἀνάγνωσιν ἔχοντες.

Τούτοις προσελθὼν ὁ σωτὴρ ἔλεγεν· πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; καὶ τὸ τί θέλετε ἵνα ποιήσω ὑμῖν; οὐκ εἶπεν, τί θέλετε ἵνα εἴπω ὑμῖν, ἀλλά, τί θέλετε ἵνα ποιήσω ὑμῖν. ποιητὴς γὰρ ἦν καὶ ζωοδότης, οὐ νῦν ἀρξάμενος ποιεῖν. ὁ πατὴρ γὰρ αὐτοῦ πάντοτε ἐργάζεται, καὶ αὐτὸς τῷ πατρὶ συνεργάζεται, καὶ ποιητὴς ἦν τῶν ὅλων νεύματι πατρός. αὐτὸς δὲ μόνος ἐκ μόνου ἀμεσιτεύτως γεννηθεὶς ἐρωτᾷ τοὺς τυφλούς, λέγων· τί θέλετε ἵνα ποιήσω ὑμῖν; οὐκ ἀγνοῶν τί θέλουσιν, (φανερὸν γὰρ ἦν τὸ πρᾶγμα,) ἀλλ᾽ ἐκ τῶν λόγων αὐτῶν ἐπαγαγὼν τὴν δωρεάν, ἵνα ἐκ τῶν λόγων δικαιωθῶσιν αὐτῶν. οὐ γὰρ δήπου ὁ τὰς καρδίας εἰδὼς ἀγνοεῖ τὸ λεγόμενον, ἀλλ᾽ ἐξεδέχετο τὸν λόγον, ἵνα ἡ ἐρώτησις ἐφελκύσῃ τὴν ἐνέργειαν.

Οὕτως καὶ τούτῳ παραστὰς καὶ αὐτομολήσας πρὸς τὸν κεκμηκότα ὁ ἰατρός (καὶ οὐδὲν θαυμαστὸν εἰ πρὸς τὸν παρὰ τὴν κολυμβήθραν κείμενον παρῆλθεν, εἴγε ηὐτομόλησεν ἐξ οὐρανοῦ πρὸς ἡμᾶς) ἠρώτα τοῦτον· θέλεις ὑγιὴς γενέσθαι; ἐκ τῆς ἐρωτήσεως ἐφέλκων αὐτὸν εἰς τὴν γνῶσιν καὶ διεγείρων αὐτὸν εἰς ἐρώτησιν. μεγάλης χάριτος δωρεά. ἄμισθος γὰρ ἦν. διὰ τοῦτο καὶ αὐτόμολον εἶχεν τὸν θεραπευτήν. ὁ δὲ πρὸς αὐτόν· ναί, κύριε. τὸ γὰρ πολυχρόνιόν μου τῶν νοσημάτων ποθητήν μοι ποιεῖ τὴν ὑγίειαν, κἀγὼ μὲν ποθῶ, ἄνθρωπον δὲ οὐκ ἔχω.

Μὴ ἀθυμήσῃς, ἄνθρωπε, ὅτι ἅνθρωπον οὐκ ἔχεις. θεὸν ἔχεις παρεστῶτα, κατά τι μὲν ἄνθρωπον, κατά τι δὲ θεόν· ἀμφότερα γὰρ ὁμολογητέον. οὐ γὰρ ἡ τῆς ἀνθρωπότητος ὁμολογία μὴ συνομολογουμένης τῆς θεότητος ὠφέλιμος, μᾶλλον δὲ κατάρας πρόξενος. ἐπικατάρατος γὰρ ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾽ ἄνθρωπον. εἰ μὲν οὖν καὶ ἡμεῖς εἰς Ἰησοῦν ἐλπίζοντες εἰς ἄνθρωπον ἐλπίζομεν, οὐχὶ δὲ καὶ τὴν θεότητα συμπλέκοντες τῇ ἐλπίδι, κατάρας ἐσμὲν κληρονόμοι. νῦν δὲ καὶ θεὸν καὶ ἄνθρωπον ὁμολογοῦμεν, καὶ ἀμφότερα ἀληθῶς, [θεὸν ἀληθῶς] ἐξ ἀληθινοῦ πατρὸς γεγεννημένον, καὶ ἄνθρωπον οὐ κατὰ φαντασίαν, ἀλλὰ κατὰ ἀλήθειαν γεγεννημένον προσκυνοῦντες ἀληθινὴν σωτηρίαν ἐκδεχόμεθα.

Θέλω μὲν ὑγιὴς γενέσθαι, ἄνθρωπον δὲ οὐκ ἔχω. βλέπε, εἰ μή, ὅπου ἡ σωτηρία ὑστέρει, ἐκεῖ ἔδωκεν τὴν ἐνέργειαν. οἱ γὰρ πολλοὶ τῶν νοσούντων καὶ οἰκίας εἶχον, ἔτι δὲ καὶ γνωρίμους, εἰ καὶ ἄλλους τινάς. οὗτος δὲ ἀληθῶς ἐν πάσῃ πενίᾳ τεθλιμμένος καὶ τῆς ἔξωθεν βοηθείας μηδεμίαν ἔχων τὴν δύναμιν, μονώτατος καταλειφθείς, ἔσχεν βοηθὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ. θέλεις ὑγιὴς γενέσθαι; ναί, κύριε, ἄνθρωπον δὲ οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν. ἔχεις τὴν πηγήν, ὅτι 〈παρὰ σοὶ πηγὴ ζωῆς,〉 πηγὴν πηγοποιόν. ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος τούτου, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ, οὐχ ὕδατος κάτω ῥέοντος, ἀλλ᾽ ὕδατος ἁλλομένου (τὸ γὰρ Ἰησοῦ οὐκ ἄνωθεν κάτω ἀναπηδᾶν ποιεῖ, ἀλλ᾽ ἀπὸ τῶν γηίνων ἐπὶ τὰ οὐράνια), ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. πηγὴ γὰρ ἀγαθῶν Ἰησοῦς.

Καὶ τί περιμένεις κολυμβήθραν; ἔχεις τὸν ἐπὶ τῶν ὑδάτων περιπατοῦντα, τὸν τῶν ἀνέμων ἐπιτιμητήν, τὸν θαλάσσης ἡνίοχον, τὸν μὴ μόνον ἑαυτῷ κρηπῖδος δίκην ὑπεστρωμένην ἔχοντα τὴν θάλασσαν, ἀλλὰ καὶ Πέτρῳ τὴν ὁμότροπον τοῦ περιπάτου ἐνέργειαν χαρισάμενον. ἡνίκα γὰρ νὺξ ἦν ἀφεγγής, παρῆν δὲ τὸ φῶς, οὐκ ἐγνωρίζετο (Ἰησοῦς γὰρ περιπατῶν ἐπὶ τῶν ὑδάτων ἄγνωστος ἦν ὅσον ἐκ προσώπου χαρακτῆρος φαινόμενος, ἡ δὲ τῆς φωνῆς ἰδιότης ἐμήνυσε τὸν παρόντα), ὡς φάντασμα δὲ νομίσαντες ἐφοβήθησαν. ἔφη δὲ πρὸς αὐτοὺς Ἰησοῦς· ἐγώ εἰμι, μὴ φοβεῖσθε. ὁ δὲ Πέτρος πρὸς αὐτὸν λέγει· εἰ σὺ εἶ ὃν ἐγὼ οἶδα, μᾶλλον δὲ ὃν ὁ πατήρ μοι ἐμήνυσεν, κέλευσόν μοι ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα. ὁ δὲ πρὸς αὐτὸν ἀφθονωτάτῃ μεταδόσει λέγει· ἐλθέ.

Παρῆν τοίνυν παρὰ τὰ ὕδατα τῆς κολυμβήθρας ὁ τῶν ὑδάτων ἡνίοχος καὶ ποιητής. πρὸς ὃν ὁ παράλυτος λέγει· ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς κολυμβήθραν. λέγει αὐτῷ ὁ σωτήρ· τί περιμένεις ταραχὴν ὑδάτων; ἀταράχως θεραπεύθητι. τί δὲ κίνησιν φαινομένην ἐκδέχῃ; λόγῳ τὸ πρόσταγμα γίνεται ὀξύτερον νοήματος. μόνον ἔνιδε τῇ τῆς πηγῆς ἐνεργείᾳ καὶ καθυπόπτευσον τὸν ἐν σαρκὶ φαινόμενον θεόν, καὶ μὴ τὸν φαινόμενον σκόπει, ἀλλὰ τὸν διὰ τοῦ φαινομένου ἐργαζόμενον. ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν. ὁ δὲ πρὸς αὐτόν· τί περιμένεις τὰ μικρά; τί ζητεῖς ὑδάτων ἰατρείαν; ἔγειραι, ἡ ἀνάστασίς σοι εἶπεν. πανταχοῦ γὰρ τοῖς πᾶσιν πάντα γίνεται ὁ σωτήρ, πεινῶσιν ἄρτος, διψῶσιν ὕδωρ, νεκροῖς ἀνάστασις, νοσοῦσιν ἰατρός, ἁμαρτωλοῖς ἀπολύτρωσις.