Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἱεροσολύμων – Εἰς τὸν παραλυτικὸν τὸν παρὰ τὴν κολυμβήθραν κείμενον

Κύριλλος Ἱεροσολύμων

Η αντίδραση των Ιουδαίων στο θαύμα και η απολογία του θεραπευθέντος

Η άμεση θεραπεία του παραλυτικού, ο γογγυσμός και η απιστία των Ιουδαίων για την άρση του κραβάτου κατά την ημέρα του Σαββάτου, καθώς και η απάντηση του πρώην ασθενούς στους επικριτές του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἱεροσολύμων

—

Κεφάλαιο 3 από 4

Ταῦτα δέ μοι λέλεκται ἐν παρεκβάσει τῇ ἐπὶ τοῦ κραββάτου ἐπὶ τὸ φορεῖον ἐληλυθότι. εἶπε τοίνυν πρὸς αὐτόν· ἔγειραι, ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. πολυχρόνιον μὲν τὸ νόσημα, ὀξυτάτη δὲ ἡ ἔμπλαστρος. πολυετὴς μὲν ἡ πάρεσις, ὀξυτάτη δὲ ἡ νεύρωσις. ὁ γὰρ νεύρων ποιητής, ὁ ποικίλας παρέχων τὰς ἰατρείας τυφλοῖς, ὁ διὰ πηλοῦ ἐπιχρίσεως παραδόξως τὴν ἔμπλαστρον χαρισάμενος. τῷ γὰρ ὁρῶντι πηλὸς εἰ ἐπιχυθείη, ἐμποδίζει τὸ βλέπειν· Ἰησοῦς δὲ διὰ πηλοῦ τοῖς μὴ βλέπουσιν τὸ βλέπειν ἐχαρίζετο. καὶ ἄλλοις πάλιν δι᾽ ἄλλων ἡ δύναμις· ᾧ μὲν γὰρ τὸ ἔγειραι ἆρον τὸν κράββατόν σου καὶ περιπάτει.

Ὅση νομίζεις ἔκπληξις ἔλαβεν τοὺς ὁρῶντας; ἀλλ᾽ ἦν τὸ μὲν ὁρώμενον θαυμαστόν, ἡ δὲ ἀπιστία δεινή. καὶ νόσος μὲν πολυετὴς θεραπεύεται, ἀπιστία δὲ πολυχρόνιος οὐκ ἐθεραπεύθη. ἀλλ᾽ ἐπέμενον οἱ Ἰουδαῖοι τοῖς παθήμασιν, τὸ δὲ θεραπεύεσθαι οὐκ ἤθελον.

Εἰ δὲ δέον ἐκπλαγῆναι τὸ συμβάν, δέον προσκυνῆσαι τῶν ψυχῶν καὶ σωμάτων ἰατρόν. οἱ δὲ ἐγόγγυζον. γογγυστῶν γὰρ ἦσαν ἀπόγονοι, οἱ τὰ καλὰ διαστρέφοντες εἰς κακά, οἱ λέγοντες τὸ πικρὸν γλυκύ, καὶ τὸ γλυκὺ πικρόν.

Ἰησοῦς δὲ μετὰ πάσης οἰκονομίας εἰργάζετο ἐν σαββάτῳ, τὰ ὑπὲρ σάββατον ἐργαζόμενος, ἵνα ἡ ἐργασία πείσῃ. ἐπειδὴ γὰρ λόγος λόγῳ μάχεται, τὸ δὲ ἔργον ἄμαχον, ἐθεράπευεν ἐν σαββάτῳ, διδάσκων, ἵνα μὴ ὁ λόγος ἀντιλογικὸς γένηται, ἀλλ᾽ ἡ ἐργασία πείσῃ τοὺς ὁρῶντας.

Ἔφασκον ἐκεῖνοι· σάββατόν ἐστιν, οὐκ ἔξεστίν σοι ἆραι τὸν κράββατόν σου. νομοθέτης παρῆν, καὶ ἄλλος τὸ οὐκ ἔξεστίν σοι ἔλεγεν. κατάστησον κύριε νομοθέτην ἐπ᾽ αὐτούς, περὶ τοῦ σωτῆρος εἴρηται. ὁ δὲ ἀρτίως καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἰατρευθεὶς παρὰ τῆς σοφίας σοφὸν λαβὼν λόγον εὐθὺς ἀποκρίνεται, οὐ νομικῶς ἀποκριθῆναι ἔχον, ἀλλὰ συντόμως ποιούμενος τὴν ἀπόκρισιν.

Ἴστε μου, φησί, πάντες τὴν πολυχρόνιον νόσον καὶ τὸ πολυετὲς τῆς ἀνακλίσεως, τὸ ἀπερίστατον τῆς ταλαιπωρίας. οὐδεὶς ὑμῶν ποτε κηδεμονικὸν ἔδειξεν λαβών με καὶ πρῶτον ἐμβαλὼν εἰς τὴν κολυμβήθραν, ἵνα θεραπευθῶ. καίτοι τότε κηδεμονικὸν οὐκ ἐνδειξάμενοι πῶς νῦν τὸ νομοθετικὸν ἐλάβετε, οὐκ ἔξεστίν σοι ἆραι τὸν κράββατόν σου, λέγοντες;

Συντομωτάτην τοίνυν ποιοῦμαι πρὸς ὑμᾶς τὴν ἀπόκρισιν· ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν. εἰ ἐμοῦ καταφρονεῖτε, πρὸς τὸ πρᾶγμα τὴν ἔκπληξιν λάβετε. οὐκ ἔμπλαστρον ἐπέθηκεν, οὐκ ἰατρικοῖς ἐχρήσατο μηχανήμασιν ἢ βοηθήμασιν. λόγῳ εἶπεν, καὶ τὸ ἔργον ἐπηκολούθησεν. προσέταξε, καὶ τὸ πρόσταγμα ἐγὼ ἐπιτελῶ. εὐπειθὴς γέγονα τούτου τῷ προστάγματι τοῦ διὰ προσταγμάτων θεραπεύσαντος. εἰ μὲν γὰρ ὁ προστάξας πρὸς τὸ ἰαθῆναι ἀνίσχυρος ἦν τοῖς προστάγμασιν, οὐκ ἔδει τούτοις ὑπακούειν. ἐπειδὴ δὲ λόγοις προστέτακται ἐναργὲς πολυχρόνιον παῦσαι πάθημα, δικαιότατα ἀκούω τούτου, οὗ καὶ νόσος ἀκούσασα ἀπηλλάγη. ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν, ἆρον τὸν κράββατόν σου.