Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἱεροσολύμων – Εἰς τὸν παραλυτικὸν τὸν παρὰ τὴν κολυμβήθραν κείμενον

Κύριλλος Ἱεροσολύμων

Πνευματικές νουθεσίες, αποφυγή της αμαρτίας και κατακλείδα

Η δεύτερη συνάντηση του Ιησού με τον παραλυτικό, η προειδοποίηση για την αποφυγή της αμαρτίας, ηθικές προτροπές για την κυριαρχία επί της σαρκός και η τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἱεροσολύμων

—

Κεφάλαιο 4 από 4

Οὐκ ᾔδει ὁ θεραπευθείς, τίς ἐστιν ὁ θεραπεύων. πολὺ τὸ ἀκενόδοξον τοῦ σωτῆρος ἡμῶν παρίσταται. ἰατρεύσας γὰρ ἐξέκλινεν, ἵνα μὴ γνωρισθῇ ἐπὶ τῇ ἰατρείᾳ. ἡμεῖς δὲ πᾶν τοὐναντίον ποιοῦμεν. εἰ συμβῇ ποτε ὀνείρατα θεάσασθαι, ἢ διὰ χειρῶν βοηθῆσαι, ἢ δαίμονα δι᾽ ἐπικλήσεως ἀπελάσαι, τοσοῦτον ἀπέχομεν τοῦ κρύψαι τὸ κατόρθωμα, ὥστε καὶ μὴ ἐρωτώμενοι καυχώμεθα. Ἰησοῦς δέ, τοῖς ἔργοις διδάσκων ἡμᾶς τὸ μὴ περὶ ἑαυτοῦ λέγειν, τὴν ἴασιν παρέχων ἐξέκλινεν ἅμα, ἵνα μὴ γνωρίζηται, εὐκαίρως ἀναχωρῶν καὶ εὐκαίρως παρών. ὅτε μὲν γὰρ ἐχρῆν κλεϊσθῆναι τὴν εὐφημίαν τοῦ κατορθώματος, τότε ἀναχωρεῖ. ὅτε δὲ τῶν ὄχλων ἀναχώρησις γέγονεν, ἵνα μετὰ τῆς σωματικῆς ἰατρείας ἐπαγάγῃ καὶ τὰ τῆς ψυχῆς τεθεραπευμένα, τότε παρὼν ἔλεγεν· ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε.

Ποικίλος δέ ἐστιν ἰατρός, ποτὲ μὲν πρῶτον ψυχὴν θεραπεύων, εἶτα σῶμα, ποτὲ δὲ ἀντιστρόφως. 〈μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται.〉 διδάσκων δι᾽ ἑνὸς πολλούς. οὐ γὰρ πρὸς ἐκεῖνον μὲν ὁ λόγος μόνον, ἀλλὰ γὰρ καὶ πρὸς πάντας ἡμᾶς. εἴ ποτε γὰρ παθήμασιν περιπέσωμεν ἢ λύπαις ἢ ἀνάγκαις, μηδεὶς θεῷ προσγραφέτω. ὁ γὰρ θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα. ἕκαστος δὲ ἡμῶν σειραῖς ἁμαρτιῶν σφιγγόμενος μαστιγοῦται.

Μηκέτι ἁμάρτανε ἵνα μὴ χεῖρόν σοί τι γένηται. ἄκουε τοῦ ῥητοῦ πᾶς ἄνθρωπος, καὶ ὁ πρὸ τούτου πορνεύων ἀποτιθέσθω τὸ πάθος, καὶ ὁ πρὸ τούτου πλεονέκτης γενοῦ ἐλεήμων. ἀκουέτω ὁ ἅρπαξ, μηκέτι ἁμάρτανε. Πολλὴ καὶ θεοῦ ἡ ἀμνησικακία, δαψιλὴς ἡ χάρις. ἀλλὰ μὴ τὸ ὑπέρμετρον τῆς ἀνεξικακίας ἐφόδιον λάμβανε τῆς καταφρονήσεως, μηδ᾽ ὅτι θεὸς μακρόθυμος, διὰ τοῦτο ἁμάρτανε. ἀλλὰ θεραπεύθητι λοιπὸν τὰ σαρκικὰ πάθη, καὶ λέγε καὶ σὺ τὸ εὐκαίρως ἀναγνωσθέν. ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν ἐὰν δὲ λέγῃ ὁ ἀπόστολος, ὅτε ἦμεν ἐν τῇ σαρκί, οὐ ταύτην ἔλεγεν τὴν σάρκα, ἣν περιβεβλήμεθα, ἀλλὰ τὰς σαρκικὰς πράξεις. ἔτι γε σάρκα φορῶν ἔλεγεν, ὅτε ἦμεν ἐν τῇ σαρκί. ἀλλ᾽ ὅνπερ τρόπον μέλλοντος ἐπάγεσθαι κατακλυσμοῦ ὁ θεὸς ἔλεγεν, οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας, τοῦ πνεύματος εἰς σαρκικὴν προαίρεσιν μεταβαλλομένου, οὕτως καὶ ἐνταῦθα ὁ ἀπόστολος λέγει, ὅτε ἦμεν ἐν τῇ σαρκί.

Μηδεὶς τοίνυν ἔστω ἐν σαρκί, ἀλλ᾽ ἐν σαρκὶ ὢν μὴ κατὰ σάρκα περιπατείτω. οὐ γὰρ βούλεται ἡμᾶς ὁ ἀπόστολος τελείως ἑαυτοὺς ἐξαγαγόντας ἐκ τοῦ κόσμου μὴ ἐργάζεσθαι φαῦλον, ἀλλ᾽ ἐν σαρκὶ ὄντας ἡμᾶς καταδουλῶσαι τὴν σάρκα, καὶ μὴ ἄρχεσθαι ὑπ᾽ αὐτῆς. μὴ δουλωθῶμεν, ἀλλ᾽ ἄρξωμεν. τροφῇ χρησώμεθα συμμέτρῳ, μὴ τῇ γαστριμαργίᾳ καταφερόμενοι, ἀλλὰ χαλινοῦντες τὴν γαστέρα, ἵνα καὶ τῶν ὑπὸ γαστέρα ἄρξωμεν. ἀρχέσθω τὸ σῶμα ὑπὸ τῆς ψυχῆς, καὶ μὴ συρέσθω ἡ ψυχὴ ὑπὸ τῶν σαρκικῶν ἡδονῶν.

Μηκέτι ἁμάρτανε, ἵνα μή τί σοι χεῖρον γένηται. κηρύσσει μὲν ἅπασιν ὁ λόγος, γένοιτο δὲ πάντα τὰ ὦτα ἀκούειν. οὐ γὰρ πᾶσα ἀκοὴ σαρκὸς δεχομένη τὸν λόγον ἤδη δέχεται εἰς τὴν διάνοιαν. διὰ τοῦτο ὁ σωτὴρ ἔλεγεν· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, τοῖς ἔχουσιν ὦτα σαρκὸς διαλεγόμενος.

Ἀκουέτω τοίνυν ἅπας Ἰησοῦ καὶ μηκέτι ἁμαρτανέτω, ἀλλὰ τῷ ἁρματιῶν συγχωρητῇ προσδράμωμεν. καὶ εἰ νοσοῦμεν, προσφύγωμεν· εἴτε ἀλγοῦμεν τὴν ψυχήν, τῷ ἰατρῷ τῆς γνώσεως ἐξακολουθήσωμεν· εἴτε πεινῶμεν, τὸν ἄρτον δεξώμεθα· εἴτε ἐνεκρώθημεν, τὴν ἀνάστασιν λάβωμεν. εἴτε ἐν ἀγνοίᾳ κατεγηράσαμεν, τὴν σοφίαν παρὰ τῆς σοφίας αἰτησώμεθα.

Ἀλλ᾽ ἐξείλκυσεν ἡμᾶς λόγος εἰς μῆκος λόγου. καὶ ἴσως γεγόναμεν ἐμπόδιον πατρικῆς διδασκαλίας. καιρὸς δὲ καλεῖ καὶ μειζόνων ἐπακοῦσαι ῥημάτων, ἵνα ὠφεληθέντες ἐκ μειζόνων ἔργων θεῷ διὰ τῶν ἔργων τὴν δοξολογίαν ἀναπέμψωμεν, ᾧ ἡ δόξα καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.