Ἔργον
Κύριλλος Ἱεροσολύμων – Προκατήχησις
Προοίμιο και προϋποθέσεις προσελεύσεως στο Βάπτισμα
Καλωσόρισμα των φωτιζομένων, έλεγχος των κινήτρων συμμετοχής, σημασία της περιόδου προετοιμασίας και ανάγκη για ειλικρινή μετάνοια.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο και προϋποθέσεις προσελεύσεως στο Βάπτισμα
Καλωσόρισμα των φωτιζομένων, έλεγχος των κινήτρων συμμετοχής, σημασία της περιόδου προετοιμασίας και ανάγκη για ειλικρινή μετάνοια.
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ ΚΑΤΗΧΗΣΕΙΣ. ΠΡΟΚΑΤΗΧΗΣΙΣ ἤτοι πρόλογος τῶν Κατηχήσεων τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Κυρίλλου Ἀρχιεπισκόπου Ἱεροσολύμων. Ἤδη μακαριότητος ὀσμὴ πρὸς ὑμᾶς, ὦ ΦΩΤΙΖΟΜΕΝΟΙ, ἤδη τὰ νοητὰ ἄνθη συλλέγετε πρὸς πλοκὴν ἐπουρανίων στεφάνων· ἤδη τοῦ Πνεύματος τοῦ ἁγίου ἔπνευσεν ἡ εὐωδία. Ἤδη περὶ τὸ προαύλιον τῶν βασιλείων γεγόνατε· γένοιτο δὲ καὶ ὑπὸ τοῦ βασιλέως εἰσαχθῆτε. Ἄνθη γὰρ νῦν ἐφάνη τῶν δένδρων· γένοιτο δὲ ἵνα καὶ ὁ καρπὸς [τέλειος ᾖ]. Ὀνοματογραφία τέως ὑμῖν γέγονε, καὶ στρατείας κλῆσις· καὶ νυμφαγωγίας λαμπάδες, καὶ οὐρανίου πολιτείας ἐπιθυμία, καὶ πρόθεσις ἀγαθὴ, καὶ ἐλπὶς ἐπακολουθοῦσα· ἀψευδὴς γὰρ ὁ εἰπὼν, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν. Ὁ μὲν γὰρ Θεὸς δαψιλής ἐστιν εἰς εὐεργεσίαν· περιμένει δὲ ἑκάστου τὴν γνησίαν προαίρεσιν. Διὰ τοῦτο ἐπήγαγεν ὁ Ἀπόστολος λέγων, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν· ἡ πρόθεσις γνησία οὖσα, κλητόν σε ποιεῖ· κἂν γὰρ τὸ σῶμα ὧδε ἔχῃς, τὴν δὲ διάνοιαν μὴ ἔχῃς, οὐδὲν ὠφελῇ.
Προσῆλθέ ποτε καὶ Σίμων τῷ λουτρῷ ὁ μάγος· ἐβαπτίσθη, ἀλλ᾽ οὐκ ἐφωτίσθη· καὶ τὸ μὲν σῶμα ἔβαψεν ὕδατι, τὴν δὲ καρδίαν οὐκ ἐφώτισε Πνεύματι· καὶ κατέβη μὲν τὸ σῶμα, καὶ ἀνέβη· ἡ δὲ ψυχὴ οὐ συνετάφη Χριστῷ, οὐδὲ συνηγέρθη.
Ἐγὼ δὲ λέγω τὰς ὑπογραφὰς τῶν πτωμάτων, ἵνα μὴ σὺ ἐμπέσῃς. Ταῦτα γὰρ τυπικῶς ἐγένετο ἐκείνοις, γέγραπται δὲ πρὸς νουθεσίαν τῶν μέχρις σήμερον προσερχομένων. Μήτις ὑμῶν εὑρεθῇ πειράζων τὴν χάριν· μήτις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ· μήτις ὑμῶν εἰσέλθῃ λέγων· Ἀφὲς ἴδωμεν τί ποιοῦσιν οἱ πιστοί· εἰσελθὼν ἴδω, ἵνα μάθω τὰ γινόμενα. Ἰδεῖν προσδοκᾷς, τὸ δὲ ὀφθῆναι οὐ προσδοκᾷς; καὶ νομίζεις, ὅτι σὺ μὲν πολυπραγμονεῖς τὰ γιγνόμενα, Θεὸς δὲ σοῦ οὐ πολυπραγμονεῖ τὴν καρδίαν;
Ἐπολυπραγμόνησέ τίς ποτε τὸν γάμον ἐν τοῖς εὐαγγελίοις· καὶ ἀνάξιον ἔνδυμα λαβὼν εἰσῆλθε, καὶ ἀνέπεσε, καὶ ἔφαγε· συνεχώρησε γὰρ ὁ νυμφίος. Ἔδει δὲ αὐτὸν ἰδόντα τὸ λευχειμονοῦν πάντων, καὶ αὐτὸν ἀναλαβέσθαι τοιοῦτον ἔνδυμα. Ἀλλ᾽ ἴσων μὲν μετελάμβανε βρωμάτων· ἀνισότητα δὲ εἶχε σχημάτων καὶ προαιρέσεως. Ἀλλ᾽ ὁ νυμφίος, εἰ καὶ δαψιλὴς, ἀλλ᾽ οὐκ ἄκριτος· περιερχόμενος δὲ τῶν ἀνακειμένων ἕκαστον καὶ θεωρῶν, [ἔμελε γὰρ αὐτῷ, οὐχ ὅπως φάγωσιν, ἀλλ᾽ ὅπως εὐσχημονῶσιν] ἰδών τινα ἀλλότριον, μὴ ἔχοντα γάμου ἔνδυμα, ἔλεγε πρὸς αὐτόν· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε; ποίῳ χρώματι; ποίᾳ συνειδήσει; ἔστω, ὁ θυρωρὸς οὐκ ἐκώλυσε, διὰ τὸ δαψιλὲς τοῦ παρέχοντος· ἔστω, ἄγνοιαν εἶχες ποταπῷ δεῖ σχήματι εἰσελθεῖν εἰς τὸ συμπόσιον· εἰσῆλθες, εἶδες ἀστράπτοντα ὥσπερ τὰ σχήματα τῶν ἀνακειμένων· οὐκ ἔδει σε κἂν ἐκ τῶν φαινομένων διδαχθῆναι; οὐκ ἔδει σε ἐξελθεῖν εὐκαίρως, ἵνα καὶ εὐκαίρως εἰσέλθῃς;
Νῦν δὲ ἀκαίρως εἰσῆλθες, ἵνα ἀκαίρως ἐκβληθῇς. Καὶ προστάσσει τοῖς ὑπηρέταις· Δήσατε αὐτοῦ πόδας, τοὺς τολμηρῶς εἰσβάλλοντας· δήσατε αὐτοῦ χεῖρας, τὰς μὴ εἰδυίας ἔνδυμα περιβαλέσθαι φαιδρόν· καὶ ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἀνάξιος γάρ ἐστι λαμπάδων νυμφικῶν. Ἰδὲ τί συνέβη τῷ τότε· ἀσφάλισαι τὰ σεαυτοῦ.
Ἡμεῖς μὲν γὰρ, οἱ διάκονοι Χριστοῦ, δεδέγμεθα ἕκαστον, καὶ θυρωρῶν ὥσπερ τάξιν ἐπέχοντες, ἀνέτην ἀφήκαμεν τὴν θύραν. Ἐγχωρεῖ δέ σε βεβορβορωμένην ἔχοντα τὴν ψυχὴν ἁμαρτίαις, καὶ τὴν προαίρεσιν ἐσπιλωμένην, εἰσελθεῖν. Εἰσῆλθες· κατηξιώθης· ὄνομά σου ἐνεγράφη. Βλέπεις μοι τὸ σεμνὸν τοῦτο τῆς ἐκκλησίας κατάστημα; θεωρεῖς μοι τάξιν καὶ ἐπιστήμην; γραφῶν ἀνάγνωσιν, κανονικῶν παρουσίαν, διδασκαλίας ἀκολουθίαν; δυσωπήθητι καὶ τὸν τόπον, καὶ παιδεύθητι ἐκ τῶν φαινομένων· ἔξελθε εὐκαίρως τὰ νῦν, καὶ εἴσελθε αὔριον εὐκαιρότατα.
Εἰ φιλάργυρον ἔχεις τὸ σχῆμα τῆς ψυχῆς, ἄλλο ἐνδυσάμενος εἴσελθε· [ἔκδυσαι τὸ σχῆμα ὃ εἶχες, μὴ ἐπικαλύψῃς] ἔκδυσαί μοι πορνείαν καὶ ἀκαθαρσίαν, καὶ ἔνδυσαί μοι σωφροσύνης λαμπροτάτην στολήν. Ἐγὼ παραγγέλλω, πρὶν ὁ νυμφίος τῶν ψυχῶν εἰσέλθῃ Ἰησοῦς, καὶ ἴδῃ τὰ σχήματα. Πολλή σοι ἡ προθεσμία· τεσσαράκοντα ἡμερῶν μετάνοιαν ἔχεις· ἔχεις πολλὴν εὐκαιρίαν καὶ ἐκδύσασθαι καὶ ἀποπλύνασθαι, καὶ ἐνδύσασθαι καὶ εἰσελθεῖν. Εἰ δὲ ἐπιμένεις κακῇ προαιρέσει, ὁ μὲν λέγων ἀναίτιος, σὺ δὲ μὴ προσδόκα λήψεσθαι τὴν χάριν· τὸ μὲν [γὰρ] ὕδωρ σε δέξεται, τὸ δὲ πνεῦμά σε οὐ δέξεται. Εἴ τις σύνοιδεν ἑαυτῷ τὸ τραῦμα, τὴν ἔμπλαστρον λαβέτω· εἴ τις ἔπεσεν, ἐγειρέσθω· μηδεὶς ἐν ὑμῖν Σίμων, μηδεμία ὑπόκρισις, μηδὲ περιεργία τοῦ πράγματος.
Ἐγχωρεῖ σε καὶ προφάσει ἄλλῃ ἐλθεῖν· ἐγχωρεῖ γὰρ καὶ ἄνδρα βούλεσθαι γυναικὶ καθικετεῦσαι, καὶ διὰ τοῦτο προσελθεῖν· ἀντιστρέφει καὶ ἐπὶ γυναικῶν τὸ ὅμοιον ὁ λόγος· καὶ δοῦλος πολλάκις δεσπότῃ, καὶ φίλος φίλῳ ἀρέσαι ἠθέλησε. Δέχομαι τὸ δέλεαρ τοῦ ἀγκίστρου, καὶ καταδέχομαί σε, κακῇ προαιρέσει μὲν ἐλθόντα, ἐλπίδι δὲ ἀγαθῇ σωθησόμενον. Ἴσως οὐκ ᾔδεις ποῦ ἔρχῃ, οὐδὲ ποία σε σαγήνη λαμβάνει· γέγονας εἴσω δικτύων ἐκκλησιαστικῶν· ζωγρήθητι· μὴ φύγῃς· ἀγκιστρεύει γάρ σε Ἰησοῦς, οὐχ ἵνα θανατώσῃ, ἀλλ᾽ ἵνα θανατώσας ζωοποιήσῃ· δεῖ γάρ σε ἀποθανεῖν καὶ ἀναστῆναι· ἤκουσας γὰρ τοῦ Ἀποστόλου λέγοντος· Νεκροὶ μὲν τῇ ἁμαρτίᾳ, ζῶντες δὲ τῇ δικαιοσύνῃ· ἀπόθανε τοῖς ἁμαρτήμασι, καὶ ζῆσον τῇ δικαιοσύνῃ· ἀπὸ τοῦ σήμερον ζῆσον.
Βλέπε μοι πηλίκην [σοι] ἀξίαν ὁ Ἰησοῦς χαρίζεται. Κατηχούμενος ἐλέγου, ἔξωθεν περιηχούμενος· ἀκούων ἐλπίδα, καὶ μὴ εἰδώς· ἀκούων μυστήρια, καὶ μὴ νοῶν· ἀκούων γραφὰς, καὶ μὴ εἰδὼς τὸ βάθος. Οὐκ ἔτι περιηχῇ, ἀλλ᾽ ἐνηχῇ· τὸ γὰρ ἔνοικον Πνεῦμα, λοιπὸν οἴκους θείους τὴν διάνοιάν σου ἐργάζεται. Ὅταν ἀκούσῃς τὰ περὶ τῶν μυστηρίων γεγραμμένα, τότε νοήσεις ἃ μὴ ᾔδεις. Καὶ μὴ νομίσῃς ὅτι μικρὸν πρᾶγμα λαμβάνεις· ἄνθρωπος ὢν οἰκτρὸς, Θεοῦ λαμβάνεις προσηγορίαν.
Ἄκουε Παύλου λέγοντος· Πιστὸς ὁ Θεός· ἄκουε ἄλλης γραφῆς λεγούσης· Θεὸς πιστὸς καὶ δίκαιος. Τοῦτο προβλέπων ὁ Ψαλμῳδὸς ἔλεγεν ἐκ προσώπου τοῦ Θεοῦ, ἐπειδὴ μέλλουσιν ἄνθρωποι Θεοῦ προσηγορίαν λαμβάνειν· Ἐγὼ εἶπα, θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ἀλλὰ βλέπε, μὴ πιστοῦ μὲν ἡ προσηγορία, ἀπίστου δὲ ἡ προαίρεσις. Εἰσῆλθες εἰς ἀγῶνα, κάμε τὸν δρόμον· ἄλλον καιρὸν τοιοῦτον οὐκ ἔχεις. Εἴ σοι γάμων ἡμέραι προέκειντο, οὐκ ἂν κατεφρόνησας πάντων, καὶ περὶ τὴν ἑτοιμασίαν τῆς ἑστιάσεως ἐγένου; μέλλων δὲ τὴν ψυχὴν καθοσιοῦν τῷ ἐπουρανίῳ νυμφίῳ, οὐκ ἀργήσεις σωματικῶν, ἵνα ἄρῃς πνευματικά;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.