Ἔργον
Κύριλλος Ἱεροσολύμων – Προκατήχησις
Ο χαρακτήρας του Βαπτίσματος, οι επορκισμοί και η κατήχηση
Διδασκαλία για το ανεπανάληπτο του μυστηρίου, την καθαρτική λειτουργία των επορκισμών και τη σημασία της σταθερής παρακολούθησης των κατηχήσεων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο χαρακτήρας του Βαπτίσματος, οι επορκισμοί και η κατήχηση
Διδασκαλία για το ανεπανάληπτο του μυστηρίου, την καθαρτική λειτουργία των επορκισμών και τη σημασία της σταθερής παρακολούθησης των κατηχήσεων.
Οὐκ ἔνι δὶς καὶ τρὶς λαβεῖν τὸ λουτρόν· ἐπεὶ ἦν εἰπεῖν· Ἅπαξ ἀποτυχὼν, δεύτερον κατορθῶ· ἐὰν δὲ τὸ ἅπαξ ἀποτύχῃς, ἀδιόρθωτον τὸ πρᾶγμα. Εἷς γὰρ Κύριος, καὶ μία πίστις, καὶ ἓν βάπτισμα· μόνον γὰρ αἱρετικοί τινες ἀναβαπτίζονται· ἐπειδὴ τὸ πρότερον οὐκ ἦν βάπτισμα.
Οὐδὲν γὰρ ἄλλο παρ᾽ ἡμῶν ζητεῖ ὁ Θεὸς, εἰ μὴ προαίρεσιν ἀγαθήν· μὴ λέγε· Πῶς μου ἐξαλείφονται αἱ ἁμαρτίαι; Ἐγώ σοι λέγω, τῷ θέλειν, τῷ πιστεύειν· τί τούτου συντομώτερον; Ἐὰν δὲ τὰ μὲν χείλη σου λέγῃ τὸ θέλειν, ἡ δὲ καρδία μὴ λέγῃ, καρδιογνώστης ὁ κρίνων. Ἄργησον ἀπὸ τῆς σήμερον ἀπὸ παντὸς φαύλου πράγματος· μή σου λαλησάτω ἡ γλῶσσα ἄσεμνα ῥήματα· μή σου τὸ βλέμμα ἁμαρτανέτω, μηδὲ ῥεμβέσθω τὰ μὴ χρήσιμα.
Οἱ δὲ πόδες σου εἰς τὰς κατηχήσεις σπευδέτωσαν. Τοὺς ἐπορκισμοὺς δέχου μετὰ σπουδῆς· κἂν ἐμφυσηθῇς, κἂν ἐπορκισθῇς, σωτηρία σοι τὸ πρᾶγμα. Νόμισον εἶναι ἀργὸν χρυσὸν, καὶ δεδολωμένον, ποικίλαις ὕλαις ἀναμεμιγμένον, χαλκῷ, καὶ κασσιτέρῳ, καὶ σιδήρῳ, καὶ μολύβδῳ· ζητοῦμεν τὸν χρυσὸν μόνον ἔχειν· χρυσὸς μὴ δύναται ἄνευ πυρὸς καθαρθῆναι τὰ ἀνοίκεια· οὕτως ἄνευ ἐπορκισμῶν οὐ δύναται καθαρθῆναι ψυχή· εἰσὶ δὲ θεῖοι, ἐκ θείων γραφῶν συνειλεγμένοι· ἐσκέπασταί σου τὸ πρόσωπον, ἵνα σχολάσῃ λοιπὸν ἡ διάνοια· ἵνα μὴ τὸ βλέμμα ῥεμβόμενον ποιήσῃ ῥέμβεσθαι καὶ τὴν καρδίαν. Τῶν δὲ ὀφθαλμῶν ἐσκεπασμένων, οὐκ ἐμποδίζεται τὰ ὦτα δέξασθαι τὸ σωτήριον.
Ὃν γὰρ τρόπον οἱ τῆς χρυσοχοϊκῆς ἐργασίας ἔμπειροι, διὰ τινῶν λεπτῶν ὀργάνων τὸ πνεῦμα τῷ πυρὶ παρεμβάλλοντες, καὶ τὸ ἐν τῇ χώνῃ κεκρυμμένον χρυσίον ἀναφυσῶντες, τὴν παρακειμένην ἐρεθίζοντες φλόγα εὑρίσκουσι τὸ ζητούμενον· οὕτω τῶν ἐπορκιζόντων, διὰ Πνεύματος θείου ἐμβαλλόντων τὸν φόβον, καὶ ὥσπερ ἐν χώνῃ, τῷ σώματι, τὴν ψυχὴν ἀναζωπυρούντων· φεύγει μὲν ὁ ἐχθρὸς δαίμων, παραμένει δὲ ἡ σωτηρία, καὶ παραμένει ἡ ἐλπὶς τῆς αἰωνίου ζωῆς, καὶ λοιπὸν ἡ ψυχὴ καθαρθεῖσα τῶν ἁμαρτημάτων ἔχει τὴν σωτηρίαν. Παραμένωμεν τοίνυν τῇ ἐλπίδι, ἀδελφοὶ, καὶ δῶμεν ἑαυτοὺς, καὶ ἐλπίσωμεν· ἵνα ὁ Θεὸς τῶν ὅλων, τὴν ἡμετέραν προαίρεσιν ἰδὼν, καθάρῃ μὲν ἡμᾶς τῶν ἁμαρτιῶν, ἐλπίδας δὲ ἡμῖν ἀγαθὰς παράσχῃ τῶν πραγμάτων, καὶ δώῃ ἡμῖν μετάνοιαν σωτηρίας. Θεὸς ἐκάλεσε, σὺ δὲ ἐκλήθης.
Παράμενε ταῖς κατηχήσεσιν· εἰ καὶ πολλὰ παρατείνωμεν λέγοντες, μήποτε ἡ διάνοιά σου ἐκλυθῇ· ὅπλα γὰρ λαμβάνεις κατὰ ἀντικειμένης ἐνεργείας· ὅπλα λαμβάνεις κατὰ αἱρέσεων, κατὰ Ἰουδαίων, καὶ Σαμαρειτῶν, καὶ Ἐθνῶν· πολλοὺς ἐχθροὺς ἔχεις, πολλὰ βέλη λάμβανε· πρὸς πολλοὺς γὰρ ἀκοντίζεις· καὶ χρεία σοι μαθεῖν πῶς κατακοντίσῃς τὸν Ἕλληνα, πῶς ἀγωνίσῃ πρὸς αἱρετικὸν, πρὸς Ἰουδαῖον καὶ Σαμαρείτην· καὶ τὰ μὲν ὅπλα ἕτοιμα, καὶ τὸ ξίφος τοῦ Πνεύματος ἑτοιμότατον· δεῖ δὲ καὶ δεξιὰς τείνειν διὰ προαιρέσεως ἀγαθῆς, ἵνα πόλεμον Κυρίου πολεμήσῃς, ἵνα νικήσῃς ἀντικειμένας ἐνεργείας, ἵνα ἀήττητος γένῃ παντὶ αἱρετικῷ πράγματι.
Παραγγελία δέ σοι καὶ τοῦτο ἔστω· τὰ λεγόμενα μάνθανε, καὶ τήρει εἰς τὸν αἰῶνα. Μὴ νομίσῃς τὰς συνήθεις εἶναι προσομιλίας· κἀκεῖναι μὲν γὰρ ἀγαθαὶ, καὶ πίστεως ἀξίαι· ἀλλ᾽ ἐὰν σήμερον ἀμελήσωμεν, αὔριον μανθάνομεν· τὰ δὲ περὶ τοῦ λουτροῦ τῆς παλιγγενεσίας κατ᾽ ἀκολουθίαν διαδιδόμενα διδάγματα ἐὰν σήμερον ἀμεληθῇ, πότε κατορθωθήσεται; Νόμισόν [μοι] φυτείας εἶναι δένδρων καιρόν· ἐὰν μὴ σκάψωμεν καὶ βαθύνωμεν, πότε δύναται ἄλλοτε καλῶς φυτευθῆναι τὸ ἅπαξ κακῶς φυτευθέν; Νόμισόν μοι οἰκοδομὴν εἶναι τὴν κατήχησιν· [ἐὰν μὴ βαθύνωμεν, καὶ θεμέλιον θῶμεν,] ἐὰν μὴ κατ᾽ ἀκολουθίαν δεσμοῖς οἰκοδομῆς ἁρμολογήσωμεν τὸν δόμον, ἵνα μὴ εὑρεθῇ τι χαῦνον, καὶ σαθρὰ γένηται ἡ οἰκοδομὴ, οὐδὲν ὄφελος οὐδὲ τοῦ προτέρου κόπου· ἀλλὰ δεῖ κατ᾽ ἀκολουθίαν λίθον μὲν λίθῳ ἀκολουθεῖν, καὶ γωνίαν γωνίᾳ ἕπεσθαι· ἀποξεόντων δὲ [ἡμῶν] τὰ περιττὰ, οὕτως τελείαν οἰκοδομὴν ἀναβαίνειν· οὕτω προσφέρομέν σοι λίθους ὥσπερ γνώσεως· δεῖ ἀκούειν τὰ περὶ Θεοῦ ζῶντος· δεῖ ἀκούειν τὰ περὶ κρίσεως· δεῖ ἀκούειν τὰ περὶ Χριστοῦ· δεῖ ἀκούειν τὰ περὶ ἀναστάσεως· καὶ πολλά ἐστιν ἀκολούθως λεγόμενα, νῦν μὲν σποράδην εἰρημένα, τότε δὲ καθ᾽ ἁρμονίαν προσφερόμενα· ἐὰν δὲ μὴ συνάψῃς ἐν τῷ ἑνὶ, καὶ μνημονεύσῃς τῶν πρώτων καὶ τῶν δευτέρων, ὁ μὲν οἰκοδομῶν οἰκοδομεῖ, σὺ δὲ σαθρὰν ἕξεις τὴν οἰκοδομήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.