Ἔργον
Κύριλλος Ἱεροσολύμων – Προκατήχησις
Προσδοκία της χάριτος, πνευματική εγρήγορση και κατακλείδα
Περιγραφή των δωρεών του επερχόμενου Βαπτίσματος, προτροπές για πνευματικό αγώνα έναντι του διαβόλου και τελική ευχή υπέρ των κατηχουμένων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προσδοκία της χάριτος, πνευματική εγρήγορση και κατακλείδα
Περιγραφή των δωρεών του επερχόμενου Βαπτίσματος, προτροπές για πνευματικό αγώνα έναντι του διαβόλου και τελική ευχή υπέρ των κατηχουμένων.
Ὄψομαι τὴν σπουδὴν ἑκάστου, ὄψομαι τὸ εὐλαβὲς ἑκάστης. Πυρούσθω ἡ διάνοια πρὸς εὐλάβειαν, χαλκευέσθω ἡ ψυχὴ, σφυροκοπείσθω τὸ σκληρὸν τῆς ἀπιστίας, ἀποπεσάτωσαν αἱ περιτταὶ τοῦ σιδήρου λεπίδες, μενέτω τὸ καθαρόν· ἀποπεσάτω τοῦ σιδήρου ὁ ἰὸς, μενέτω δὲ τὸ γνήσιον. Ποτὲ ὑμῖν δείξῃ ὁ Θεὸς ἐκείνην τὴν νύκτα, τὸ σκότος τὸ ἡμεροφανὲς, περὶ οὗ εἴρηται· Σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡ ἡμέρα φωτισθήσεται· τότε ὑμῶν ἑκάστῳ καὶ ἑκάστῃ παραδείσου θύρα ἀνοιχθῇ. Τότε ὑδάτων ἀπολαύσητε Χριστοφόρων, ἐχόντων εὐωδίαν. Τότε Χριστοῦ προσηγορίαν λάβητε, καὶ ἐνέργειαν θείων πραγμάτων. Ἤδη μοι τῆς διανοίας τὸ ὄμμα ἀναβλέψατε· ἤδη μοι χοροὺς ἀγγελικοὺς ἐννοήσατε, καὶ δεσπότην τῶν ὅλων Θεὸν καθεζόμενον, Ὑιὸν δὲ μονογενῆ ἐν δεξιᾷ συγκαθήμενον, καὶ Πνεῦμα συμπαρόν, Θρόνους δὲ καὶ Κυριότητας λειτουργοῦντας· καὶ ὑμῶν δὲ ἕκαστον καὶ ἑκάστην, σωζόμενον καὶ σωζομένην.
Ἤδη ὑμῶν τὰ ὦτα ὥσπερ κατηχεῖσθαι ποιήσατε ἐκείνην τὴν καλὴν ἠχὴν, ὅτε ὑμῶν σωθέντων οἱ ἄγγελοι ἐπιφωνήσουσι· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, [καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι] ὅτε, ὥσπερ ἀστέρες τῆς Ἐκκλησίας, εἰσέλθητε φαιδροὶ τῷ σώματι, καὶ φωτεινοὶ τῇ ψυχῇ.
Μέγα, τὸ προκείμενον βάπτισμα· αἰχμαλώτοις λύτρον· ἁμαρτημάτων ἄφεσις· θάνατος ἁμαρτίας· παλιγγενεσία ψυχῆς· ἔνδυμα φωτεινόν· σφραγὶς ἁγία ἀκατάλυτος· ὄχημα πρὸς οὐρανόν· παραδείσου τρυφή· βασιλείας πρόξενον· υἱοθεσίας χάρισμα.
Ἀλλὰ δράκων παρὰ τὴν ὁδὸν τηρεῖ τοὺς περιπατοῦντας. βλέπε μὴ δάκῃ τῇ ἀπιστίᾳ. Βλέπει τοσούτους σωζομένους, καὶ ζητεῖ τίνα καταπίῃ. Πρὸς Πατέρα πνευμάτων εἰσέρχῃ, ἀλλὰ δι᾽ ἐκείνου τοῦ δράκοντος διέρχῃ· πῶς οὖν αὐτὸν διέλθῃς; Ὑπόδησαι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης· ἵνα κἂν δάκῃ, μὴ βλάπτῃ· πίστιν ἔνοικον ἔχε, κραταιὰν ἐλπίδα, κρηπίδα ἰσχυρὰν, ἵνα διέλθῃς τὸν ἐχθρὸν, καὶ εἰσέλθῃς πρὸς τὸν δεσπότην. Τὴν σαυτοῦ καρδίαν ἑτοίμασον εἰς ὑποδοχὴν διδασκαλίας, εἰς κοινωνίαν ἁγίων μυστηρίων. Εὔχου πυκνότερον, ἵνα ὁ Θεός σε καταξιώσῃ τῶν ἐπουρανίων καὶ ἀθανάτων μυστηρίων.
Μήτε ἡμέραν ἄργει, μήτε νύκτα· ἀλλ᾽ ὅταν ὁ ὕπνος ἐκ τῶν ὀμμάτων σου ἐκπέσῃ, τότε ἡ διάνοιά [σου] εἰς προσευχὴν σχολαζέτω. Κἂν ἴδῃς λογισμὸν αἰσχρὸν ἀναβάντα εἰς τὴν διάνοιάν σου, λάβε κρίσεως ὑπομνηστικὸν σωτηρίας· σχόλασον τὴν διάνοιαν εἰς τὸ μαθεῖν, ἵνα ἐπιλάθῃ φαύλων πραγμάτων. Ἐὰν ἴδῃς τινά σοι λέγοντα· Καὶ εἰσέρχῃ εἰς τὸ ὕδωρ καταβῆναι; ἄρτι γὰρ οὐκ ἔχει ἡ πόλις βαλανεῖα; Γίνωσκε ὅτι ὁ δράκων τῆς θαλάσσης ταῦτά σοι κατασκευάζει· μὴ πρόσεχε τοῖς χείλεσι τοῦ λαλοῦντος, ἀλλὰ τῷ ἐνεργοῦντι Θεῷ. Φύλασσε τὴν σαυτοῦ ψυχὴν, ὅπως ἄληπτος γένῃ· ἵνα παραμείνας τῇ ἐλπίδι, κληρονόμος γένῃ σωτηρίας αἰωνίου.
Ἡμεῖς μὲν ταῦτα, ὡς ἄνθρωποι, καὶ παραγγέλλομεν καὶ διδάσκομεν. Μὴ ποιήσητε δὲ τὴν οἰκοδομὴν ἡμῶν χόρτον, καὶ καλάμην, καὶ ἄχυρα· ἵνα μὴ τοῦ ἔργου κατακαέντος, ζημιωθῶμεν· ἀλλὰ ποιήσατε τὸ ἔργον χρυσίον, καὶ ἀργύριον, καὶ λίθους τιμίους.
Ἐν ἐμοὶ μὲν γάρ ἐστι τὸ εἰπεῖν, ἐν σοὶ δὲ τὸ προθέσθαι, ἐν Θεῷ δὲ τὸ τελειῶσαι. Νευρώσωμεν τὴν διάνοιαν· συντείνωμεν τὴν ψυχήν· ἑτοιμάσωμεν τὴν καρδίαν· περὶ ψυχῆς τρέχομεν· περὶ αἰωνίων πραγμάτων ἐλπίζομεν. Δυνατὸς δὲ ὁ Θεὸς, [ὁ τὰς καρδίας ὑμῶν εἰδὼς, καὶ γινώσκων τίς μέν ἐστι γνήσιος, τίς δὲ ὑποκριτὴς] τὸν μὲν γνήσιον φυλάξαι, τὸν δὲ ὑποκριτὴν πιστοποιῆσαι. Δύναται γὰρ ὁ Θεὸς καὶ τὸν ἄπιστον πιστοποιῆσαι, ἐὰν μόνον δῷ τὴν καρδίαν. Καὶ ἐξαλείψαι τὸ καθ᾽ ὑμῶν χειρόγραφον· ἀμνηστίαν δὲ ὑμῖν παράσχοι τῶν πρώτων παραπτωμάτων· φυτεύσοι δὲ ὑμᾶς εἰς τὴν Ἐκκλησίαν, καὶ στρατεύσοι ὑμᾶς ἑαυτῷ, ὅπλα περιβαλὼν τῆς δικαιοσύνης· οὐρανίων δὲ πραγμάτων καινῆς διαθήκης πληρώσειε, καὶ Πνεύματος ἁγίου σφραγίδα δώῃ ἀνεξάλειπτον εἰς τοὺς αἰῶνας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.