Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ἀνεπίγραφα ὁμιλιακὰ ἀποσπάσματα (Νόθα)

Κύριλλος Ἀλεξανδρείας

Ο συμβολισμός και το έργο των Αποστόλων

Τυπολογική αναγωγή των μαθητών του Χριστού στους άρτους της προθέσεως και περιγραφή της νίκης του αποστολικού κηρύγματος έναντι της πλάνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 3 από 5

XIII. Τούτους προανετύπου μὲν ὁ νόμος, προεκήρυξαν δὲ καὶ προφῆται. γέγραπται γοῦν ἐν Μωσαϊκῷ βιβλίῳ “Καὶ λή- ”ψεσθε σεμίδαλιν καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους καὶ “ἐπιθήσετε αὐτοὺς δύο θέματα ἐπὶ τὴν τράπεζαν τὴν καθα- ”ρὰν ἔναντι Κυρίου καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καὶ “ἅλας καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ ”Κυρίῳ.” ἄρτος μὲν γὰρ ὁ ἐξ οὐρανοῦ κατελθὼν καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, τίς ἂν ἕτερος εἴη παρὰ τὸν τῶν ὅλων Σωτῆρα Χριστόν; κατὰ μίμησιν δὲ τὴν πρὸς αὐτὸν, ἄρτοι κέκληνται καὶ οἱ μακάριοι μαθηταί· μέτοχοι γὰρ γεγονότες τοῦ τρέφοντος ἡμᾶς εἰς ζωὴν αἰώνιον, τρέφουσι καὶ αὐτοὶ διὰ τῶν ἰδίων συγγραμμάτων τοὺς πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην. ὥσπερ δὲ φῶς ὑπάρχων τὸ ἀληθινὸν ὁ Σωτὴρ, φῶς ὠνόμασε καὶ τοὺς μαθητάς· “Ὑμεῖς γάρ ἐστε τὸ φῶς ”τοῦ κόσμου·” οὕτως καὶ αὐτὸς ὢν ὁ ἄρτος τῆς ζωῆς ἐχαρίσατο τοῖς ἑαυτοῦ μαθηταῖς τὸ ἐν τάξει νοεῖσθαι τῶν ἄρτων. καί μοι βλέπε τοῦ νόμου τὸ εὐτεχνές· ἐπιθήσετε γάρ φησιν ἐπὶ τοὺς ἄρτους λίβανον καὶ ἅλας· καὶ ὁ μὲν λίβανος εὐωδίας ἐστὶ σύμβολον· οἱ δὲ ἅλες, συνέσεως καὶ φρενῶν. ἐνυπῆρχον δὲ ἄκρως ἀμφότερα τοῖς ἁγίοις ἀποστόλοις. εὐώδης γὰρ ἦν ὁ βίος αὐτοῖς· καὶ γοῦν ἔφασκον ὅτι “Χριστοῦ ”εὐωδία ἐσμὲν τῷ Θεῷ,” ἦσαν δὲ πρὸς τούτῳ καὶ πανσύνετοι· διὸ καὶ ἤκουον “Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς.”

ἀκούω δὲ καὶ τοῦ προφήτου Δαυεὶδ ψάλλοντός τε καὶ λέγοντος περὶ αὐτῶν “Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα ”ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλὼν, ἄρχοντες Νεφθα- “λείμ.” σχεδὸν γὰρ ἐξ ἁπάσης φυλῆς τῆς ἐξ Ἰσραὴλ ἀπόλεκτοι γεγόνασιν οἱ μακάριοι μαθηταὶ καὶ φωστῆρες ἦσαν οἰκουμενικοὶ λόγον ζωῆς ἐπίσχοντες· καὶ τό γε παράδοξον· εὐγλωττίαν μὲν γὰρ ἔχουσι λαμπρὰν οἱ τῶν ἑλλήνων σοφοὶ καὶ εὐστομοῦσιν ἄγαν· οἱ δέ γε τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ, ἄνθρωποι γεγόνασι χειροτέχναι καὶ θαλασσουργοὶ καὶ ἰχθυοθῆραι, οὐ κόμπον ἔχοντες λόγων, οὐ λέξεων εὐπορίαν δεδοκιμασμένων· ἀλλ᾽ ἰδιῶται μὲν τῷ λόγῳ, πλούσιοι δὲ τῇ γνώσει. καὶ σεσίγηται μὲν τὰ ἑλλήνων γράμματα καὶ ἡ τῶν λέξεων εὐκομπία, κατακρατεῖ δὲ τῆς ὑπ᾽ οὐρανὸν τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ δύναμις. τούτων διαμέμνηται Θεὸς καὶ διὰ φωνῆς Ἱερεμίου λέγων περὶ τοῦ πάντων ἐχθροῦ, φημὶ δὴ τοῦ σατανᾶ “Οὐαὶ ὁ πληθύνων αὐτῷ τὰ οὐκ ὄντα ”αὐτοῦ καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς, ὅτι ἐξαί- “φνης ἀναστήσονται οἱ δάκνοντες αὐτὸν καὶ ἐκνήψουσιν οἱ ”ἐπίβουλοί σου καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς.”

ἅπαντας μὲν τοὺς ἐπὶ γῆς ἀνθρώπους οὐκ ὄντας αὐτοῦ συνήγαγεν ὁ σατανᾶς καὶ ἰδίους ἀπέφηνε προσκυνητὰς καταβαρύνων αὐτοῦ τὸν κλοιόν· ἀλλ᾽ ἐξένηψαν οἱ διαρπάζοντες αὐτοῦ τὰ σκεύη· ἐθήρευσε γὰρ τῆς ἀποστολικῆς μυσταγωγίας τὸ δίκτυον ἅπαντας τοὺς πεπλανημένους καὶ προσεκόμισαν τῷ Θεῷ τὴν ὑπ᾽ οὐρανόν.