Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Διάλογοι περὶ τῆς ἁγίας τριάδος
Πρόλογος και κατάλογος κεφαλαίων
Η εισαγωγή στη διαλογική μέθοδο και η συνοπτική παρουσίαση της θεματολογίας των επτά λόγων του έργου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Πρόλογος και κατάλογος κεφαλαίων
Η εισαγωγή στη διαλογική μέθοδο και η συνοπτική παρουσίαση της θεματολογίας των επτά λόγων του έργου.
ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ 〈περὶ ἁγίας τε καὶ ὁμοουσίου Τριάδος〉 ΠΡΟΛΟΓΟΣ ΤΗΣ ΠΑΡΟΥΣΗΣ ΒΙΒΛΟΥ Δυσέφικτα μὲν κομιδῇ τὰ περὶ Θεοῦ καὶ τοῖς ἄγαν ἐξησκημένως καὶ ἀρτίως ἔχουσιν εἰς τὸ δύνασθαι καταθρεῖν μυστήρια, καὶ τὰ παντὸς ἐπέκεινα νοῦ καὶ γοῦν «ἐν ἐσόπτρῳ καὶ αἰνίγματι» βλέπειν, κατὰ τὸν σοφώτατον Παῦλον.
Παχὺς δὲ δὴ λίαν ὁ ἀνθρώπινος λόγος καὶ τῇ τῶν ἐννοιῶν ἰσχνότητι συμπαρομαρτεῖν οὐχ οἷός τε. Τοιγάρτοι πολὺ τὸ δέος φάναι τὰ περὶ Θεοῦ, καὶ σοφὸν μὲν λίαν τὸ ἔν γε τούτοις ἑλέσθαι σιγᾶν· πλὴν οὔ τί που τοῖς διδάσκειν ἐπιτεταγμένοις ἀζήμιον. Καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος ἔφη Παῦλος· «Οὐαὶ γάρ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι.» Ἀφῖγμαι δὴ οὖν ἐπὶ τὴν τοῦδε τοῦ προκειμένου βιβλίου συγγραφήν, καί σοι πάλιν, ὦ φιλομαθέστατε ἀδελφὲ Νεμεσῖνε, τὸν περὶ τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος ἐκπεπόνηκα λόγον. Κατὰ γένος δὲ ὥσπερ ἤτοι κατ᾽ εἶδος τὰς ἐφ᾽ ἑκάστῳ τῶν ζητουμένων συνενεγκόντες ἐννοίας, ἐν ἑπτὰ λογιδίοις τὸ σύμπαν τοῦ βιβλίου συντεθείκαμεν σῶμα· φιλολογωτάτῳ δὲ ὄντι λίαν καὶ φιλοπευστοῦντι τὰ τοιάδε συχνῶς τῷ ἐπιεικεστάτῳ Ἑρμείᾳ προσπεφωνήκαμεν. Καὶ ἔστι μὲν ἀνειμένος ὁ λόγος, ὡς πρὸς πεῦσιν δὲ καὶ ἀπόκρισιν διὰ δυοῖν προσώποιν ἔρχεται· καὶ τοῦ μὲν πρώτου τὸ A προτέτακται στοιχεῖον, τοῦ δὲ δευτέρου τὸ B. Ἐπειδὴ γὰρ πολλή τις ἄγαν ἐν τοῖς ζητουμένοις ἐστὶν ἡ λεπτότης, ἵνα ταῖς ἐρωτήσεσι καὶ ταῖς ἀποκρίσεσιν ἀεὶ τὸ βασανιζόμενον κατασκευάζηταί τε καὶ ἀνασκευάζηται πικρῶς, ἀναγκαία γέγονεν ἡ τῶν προσώπων εἰσκομιδή. Παραφυλακτέον οὖν ἀκριβῶς τὰ προτεταγμένα αὐτῶν στοιχεῖα.
Ἀσύγχυτον γὰρ οὕτω καὶ ἐν τάξει τῇ παναρίστῃ κειμένην τηρήσομεν τὴν τῶν ἐννοιῶν εὕρεσιν, καὶ τὴν τοῦ παντὸς βιβλίου σύνταξίν τε καὶ δύναμιν. Ἐρρῶσθαί σε ἐν Κυρίῳ εὔχομαι, ἀγαπητέ.
ΤΑΔΕ ΕΝΕΣΤΙΝ ΕΝ ΤΗιΔΕ ΤΗ ΒΙΒΛΩ αʹ. Ὅτι συναΐδιός τε καὶ ὁμοούσιος τῷ Θεῷ καὶ Πατρὶ ὁ Υἱός. βʹ. Ὅτι καὶ συναΐδιος τῷ Θεῷ καὶ Πατρὶ καὶ ἐξ αὐτοῦ κατὰ φύσιν γεννητὸς ὁ Υἱός. γʹ. Ὅτι Θεὸς ἀληθινὸς ὁ Υἱὸς καθὰ καὶ ὁ Πατήρ.
δʹ. Ὅτι οὐ κτίσμα ὁ Υἱὸς οὐδὲ ποίημα. εʹ. Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν τῷ Υἱῷ καθὰ καὶ ἐν τῷ Πατρί. ϛʹ. Ὅτι τὰ τῆς ἀνθρωπότητος ἴδια καὶ τὰ μὴ σφόδρα θεοπρεπῶς εἰρημένα περὶ τοῦ Υἱοῦ πρέποι ἂν μᾶλλον τῇ μετὰ σαρκὸς οἰκονομίᾳ, καὶ οὐκ αὐτῇ τῇ φύσει τοῦ Λόγου καθ᾽ ὃ νοεῖται καὶ ἔστι Θεός.
ζʹ. Περὶ τοῦ ἁγίου Πνεύματος, ὅτι καὶ Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.