Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Διάλογοι περὶ τῆς ἁγίας τριάδος

Κύριλλος Ἀλεξανδρείας

Λόγος Έβδομος: Η θεότητα και η ομοουσιότητα του Αγίου Πνεύματος

Ο έβδομος διάλογος αποδεικνύει τη φυσική ενότητα του Αγίου Πνεύματος με τον Πατέρα και τον Υιό, αναιρώντας την κτιστολατρία και αναδεικνύοντας τη θεοποιό του ενέργεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 8 από 8

ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ Περὶ τοῦ ἁγίου Πνεύματος, ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν. Α. «Πόνων ἀγαθῶν ὁ καρπὸς εὐκλεὴς» ἀνακεκραγότος τινὸς τῶν σοφῶν, καὶ τοῖς ὅτι μάλιστα φιλεργεῖν εἰωθόσι μονονουχὶ κατεπᾴδοντος, ἀποψηφιεῖ τοῦ λόγου τὸ ἀληθές, ἢ κατακροτήσεις ἐπαίνοις, ὡς ἄριστά τε καὶ ὀρθῶς ἐκπεποιημένον;

Τὸ γάρ τοι χρῆναι τληπαθεῖν, ἁγιοπρεπές, ὦ Ἑρμεία. Β. Ὧδε ἔχει. Α. Ἄγε δὴ οὖν, ἐπ᾽ αὐτὸ δὴ τὸ λοῖσθον ἰόντες τοῦ πόνου, προθυμίαις μὲν ταῖς τελεωτάταις ἀναδησώμεθα τὴν ὀσφύν, ἐνδυσάμενοι δὲ τῆς δικαιοσύνης τὸν θώρακα καὶ τὴν τομωτάτην τοῦ πνεύματος ἀναλαβόντες μάχαιραν, ὅ ἐστι ῥῆμα Θεοῦ, καὶ τὸν θυρεὸν τῆς πίστεως, καθὰ γέγραπται, ταῖς τῶν ἑτεροδοξούντων τερθρείαις ἀνδρωδῶς ἀντεξάγωμεν, οἳ νοῦν τε καὶ γλῶτταν τὴν ἀναιδῆ καταθήγουσι τὸ θεῖον αὐτὸ περιυβρίζοντες Πνεῦμα καὶ τὸν τῶν ἀσθενεστέρων καταληΐζονται νοῦν, γνώσεως μὲν τῆς ἀπλανοῦς τε καὶ ἀληθοῦς ἀποφέροντες, ἐνιέντες δὲ ὥσπερ τοῖς τῆς ἀπωλείας βόθροις καὶ τῆς σφῶν αὐτῶν ἀσυνεσίας τὸν ἰὸν ἐκχέοντες, καίτοι νόμου μὲν διηγορευκότος τοῦ διὰ Μωσέως, «Ἄνθρωπος ὃς ἂν πατάξῃ πᾶσαν ψυχὴν ἀνθρώπου, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω·» Χριστοῦ γε μὴν ἐναργῶς καὶ ἀναφανδὸν εἰρηκότος, «Ὃς ἐὰν οὖν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.» Β. Πάμμεγα καὶ δύσοιστον ἀληθῶς τῶν τοιούτων τὸ κρίμα. Ἐμπαροινοῦντες γὰρ ἀδελφοῖς καὶ τύπτοντες αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν, εἰς Χριστὸν ἁμαρτάνουσι. Τίς δὲ ἄρα καὶ τουτοισὶ λόγος; Α. Ἀλογία μὲν οὖν τὸ χρῆμα, καὶ εἰ λέγοιτο πρὸς αὐτῶν δόξα τε καὶ λόγος ἃ φρονεῖν ἐγνώκασι.

Φαίην δ᾽ ἂν ὡς ἥδιστά γε φιλοπευστοῦντί σοι· οἱ μὲν γὰρ εἰς ἀχάλινον ἀπονενευκότες θράσος καὶ γυμναῖς ἤδη πως ταῖς ἀναιδείαις χρώμενοι, κτιστόν τε καὶ γενητὸν τὸ τοῦ Θεοῦ Πνεῦμά φασιν. Ἕτεροι δὲ αὖ, τὸ παχὺ τῆς δυσφημίας οἱονεί πως ἀπολεπτύνοντες, ἐπερυθριῶσι μέν που κατὰ τὸ εἰκὸς τῇδε τῇ δόξῃ, διατορνεύοντες δὲ πρὸς ἀστειοτέραν πλάνησιν τὸν ἐπ᾽ αὐτῷ λόγον, Θεὸν μὲν οὐκ εἶναί φασιν, οὐσίας δὲ τῆς ἀνωτάτω κατακομίζοντες ἀμαθῶς, μονοειδές τε εἶναι πιστεύουσι, καὶ ἰδίαν τινὰ καὶ μέσην ἀποτεμέσθαι φύσιν, ἣ μήτε εἰς λῆξιν ἥκει τὴν ἀνωτάτω, καὶ τὸ ὑπερκεῖσθαι πολὺ τὸ τῆς κτίσεως μέτρον διέλαχέ τε καὶ ἐκληρώσατο. Β. Καὶ τίς ἂν εἴη λοιπὸν ἡ τοιάδε φύσις ἣ μήτε Θεός ἐστι μήτε μὴν κτίσις; Τὸ μεσολαβοῦν γὰρ οἶμαι παντελῶς οὐδέν. Μία γὰρ ἡ τελεωτάτη μεταξὺ διαφορά, διϊστᾶσα ταῖς φύσεσι Θεόν τε καὶ κτίσιν, καὶ οὐδὲν ἕτερον ἔν γε τοῖς εἶναι πεπιστευμένοις ἢ ὅτι ταυτὶ καὶ μόνα καταθρήσαι τις ἄν. Ἢ πέρα τι τούτων αὐτὸς ὅτι χρὴ προσίεσθαι διανοῇ; Α. Ἥκιστα μὲν οὖν, ὦ ἑταῖρε· πάντα γὰρ δι᾽ Υἱοῦ πεποιῆσθαί φησιν ἡ θεόπνευστος Γραφή· ὥστε, εἴ τι τῶν ὄντων ἁπάντων ἀπονοσφίζοιτο φυσικῶς, διαδιδράσκοι ἂν καὶ τὸ ἐπὶ τῷ πεποιῆσθαι σμικροπρεπές, φύσεως δὲ τῆς ἰδίας ὑπεροχῇ, Θεὸς ὑπάρχον γνωρίζεται· ἀπολισθήσειε δ᾽ ἂν οὔτι που τἀληθοῦς ἡμῖν καὶ τὸ ἔμπαλιν.

Εἰ γὰρ μήτι Θεὸς κατὰ φύσιν, ἔσται που πάντως ἐν γενητοῖς. Ἢ τοίνυν ἀνακομιζόντων ὑψοῦ τὸ θεῖόν τε καὶ ἅγιον Πνεῦμα, καὶ ἀσυναφὲς οὐσιωδῶς ὁμολογούντων τῇ κτίσει, ἢ τῶν ἀνωτάτω καὶ ὑπερτάτων αὐτὸ κατασύροντες θρόνων, καταλογιζέσθων ἐν γενητοῖς. Τόπος γὰρ ἢ λόγος φύσεως ἡμῖν ἑτέρας οὐδεὶς παρεισβέβληκε μεταξύ, τὸ πρὸς ἄμφω συγγενὲς ἀρνούμενος. Τὸ γάρτοι φάναι μονοειδὲς τὸ Πνεῦμα, καὶ δόξαν ἀνάπτειν αὐτῷ τὴν ἐπὶ τῷδε δοκεῖν, πῶς οὐχ ἕωλον παντελῶς, καίτοι πλείστων ὅσων ἡμῖν, καὶ εἰ τελοῖεν ἐν κτίσμασι, τὸ μονοειδὲς ἐχόντων ἐφ᾽ ἑαυτοῖς; Εἷς γὰρ ἥλιος, καὶ μία σελήνη· γῆ δὲ οὐχ ἑτέρα παρὰ τὴν οὖσαν· μία δὲ αὖ καὶ ἡ παντὸς ὕδατος φύσις, τὸ μονοειδὲς ἀποσῴζουσα, κἂν εἰ ταῖς ποιότησιν ἕποιτο τὸ παρηλλάχθαι δοκεῖν.

Ἀμαθίας οὖν ἄρα καὶ μειρακιώδους ἐπίκλημα φρενὸς τὸ καταχρυσοῦν οἴεσθαί τινας καὶ ταῖς εἰς λῆξιν εὐκλείαις στεφανοῦν ταῖς οὕτω ψυχραῖς εὑρεσιλογίαις τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τοῖς τῆς κτίσεως μέτροις ἐγκατακλείειν ἀποτολμᾶν, οὐκ ἀσυγκρίτοις ὑπεροχαῖς διεσχοινισμένον καὶ ἀνεστηκὸς αὐτῆς, καθάπερ ἀμέλει καὶ ὁ Πατήρ, καὶ μὴν καὶ ὁ Υἱός, ἀλλ᾽ εἰς ὀκλάζουσάν τε καὶ ὑφιζάνουσαν φύσιν, καὶ τόπον οὐδένα παντελῶς ἔν γε τοῖς οὖσιν εὑρίσκουσαν ἀνοσίως ἐκβεβιασμένον. Β. Τί οὖν εἰ λέγοιεν· Ποῦ Θεὸς ὠνόμασται τὸ Πνεῦμα τὸ ἅγιον; Α. Εἴρηται δὲ ὅποι καὶ ὑπὸ τοῦ, λέγε, τοῖς πεποιημένοις ὁμογενές, τὸ Πατρὶ καὶ Υἱῷ συντεταγμένον καὶ συναριθμούμενον, καὶ εἰς πίστιν τῆς μιᾶς καὶ ὑπὲρ πάντα θεότητος συνεισδεδειγμένον; Ἢ οὐχ ὧδε μυσταγωγεῖν τοῖς ἁγίοις ἀποστόλοις κεκέλευκεν ὁ Σωτήρ; «Πορευθέντες γάρ, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Τοιγάρτοι καὶ ὁ μακάριος Παῦλος τῶν πεπιστευκότων ἤρετό τινας· «Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες;» Ἀποφησάντων δὲ τοῦτο ἐκείνων καὶ ἀναφανδὸν εἰρηκότων· «Ἀλλ᾽ οὐδ᾽ εἰ Πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν,» ἐπετίμα λέγων· «Εἰς τί οὖν ἐβαπτίσθητε;»

οὐκ ἐν καλῷ γενέσθαι τὴν πίστιν εἰδώς, οὔτε μὴν ἀρτίως ἔχειν δύνασθαί ποτε, εἰ μὴ πράττοιτο τελείως εἰς Θεὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, τὴν ὁμολογίαν ἐκφέρουσα. Οὕτω παρέδοσαν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου· οὕτως ἡμᾶς πεπαιδαγωγήκασιν οἱ Πατέρες, καὶ σοφῶν εἰδέναι τὸ γεγραμμένον· «Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου.»— «Εἷς οὖν Κύριος, μία πίστις, ἓν βάπτισμα,» κατὰ τὰς Γραφάς. Βεβαπτίσμεθα γὰρ εἰς θεότητά τε καὶ κυριότητα μίαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, οὐχ ὡς εἰς πολύθεον ἀριθμόν, οὔτε μὴν ὡς κτίσει λατρεύοντες, ἢ γέγονεν ἡμῖν τὸ τῆς ἀληθοῦς παροιμίας, «Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα·» καὶ, «ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.» Οἱ γὰρ τοῦ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίστην ἐξῃρημένοι, διὰ πίστεως δὲ δηλονότι τῆς εἰς ἕνα τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεόν, αὔχημά τε ποιούμενοι καὶ σωτηρίας ἐλπίδα τὸ τὴν ἀρχαίαν καὶ βέβηλον ἀποθέσθαι πλάνησιν, εἰ μὴ τοῖς τῆς ἀληθοῦς θεότητος θώκοις οὐσιωδῶς ἐμπρέπειν ὁμολογοῦμεν τὸ Πνεῦμα, ποῖ ποτε ἄρα καὶ πόθεν ἴμεν, ὡς εὖ ἴσθι τοι διηπόρηκά τε νοεῖν, εἰπεῖν δὲ οὐκ ἔχω· μᾶλλον δὲ σαφὲς ἂν γένοιτο καὶ ῥᾷστά γε δή.

Ἁμαξιτοῦ γὰρ ὥσπερ ἀποπεπτώκαμεν, πεπλανήμεθά τε οὐδὲν ἧττον ἢ πάλαι, πεφενάκικε δέ, ὡς ἔοικεν, ὡδὶ λέγων ὁ Παῦλος· «Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς· νῦν δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;» Ποῦ γὰρ ὅλως τὸν ἀληθῆ καὶ οὐσιωδῶς ἐγνώκαμεν Θεόν, εἰ μὴ συνθεολογεῖται τῷ Θεῷ καὶ Πατρὶ τὸ Πνεῦμα αὐτοῦ; Β. Ναί, φησί, Θεὸν ἐγνώκαμεν τὸν Πατέρα καὶ τὸν Υἱόν, οὐχὶ δὲ δὴ καὶ τὸ Πνεῦμα. Α. Ἀλλ᾽ οὐ τοῖς διεφθορόσι τὸν ἴδιον νοῦν μυσταγωγοῖς χρησόμεθα, προσέξομεν δὲ οὐχὶ πνεύμασι πλάνης, κατὰ τὰς Γραφάς· ἐνεῖναι δὲ μᾶλλον καὶ ἐνυπάρχειν οὐσιωδῶς πιστεύσομεν τῷ Θεῷ τὸ Πνεῦμα αὐτοῦ, καθὰ καὶ ἀνθρώπῳ τὸ ἀνθρώπινον· καὶ ὥσπερ ἂν εἴ τις ἢ Πέτρον ἡμῖν ἢ Ἰωάννην ὀνομάσαι τυχόν, συνεσήμηνέ που πάντως αὐτοῖς καὶ τὸ ἴδιον αὐτῶν καὶ ἐν αὐτοῖς πνεῦμα, καὶ τοῦ παντὸς ζῴου ποιεῖται τὴν δήλωσιν· κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον ἐπί τε Πατρὸς καὶ Υἱοῦ. Συγκατασημαίνεται γὰρ ἑκατέρῳ τὸ Πνεῦμα, καὶ οὐχ ὡς μέρος ὂν αὐτοῦ, καθὰ καὶ ἐπ᾽ ἀνθρώπων νοοῦμεν. Ὑφέστηκε γὰρ ἰδικῶς, καὶ προΐησι μὲν ἐξ ἰδίας αὐτὸ φύσεως ὁ Πατήρ, χορηγεῖ δὲ τοῖς ἀξίοις καὶ αὐτὸς ὁ Υἱός.

Δυσσεβὲς δὲ καὶ ἀπόπληκτον κομιδῇ τὸ κολοβοῦν εἰς δυάδα, καὶ οἱονεὶ συστέλλειν ἀποτολμᾶν τὴν τῆς θεότητος φύσιν, καίτοι γε τῆς ἁγίας καὶ θεοπνεύστου Γραφῆς ἐξαπλούσης μὲν αὐτὴν ὡς ἐν ὑποστάσεσι ταῖς τρισί, συναγειρούσης δὲ αὖ διὰ τῆς εἰσάπαν ἰσότητός τε καὶ ὁμοιότητος εἰς ἑνότητα φυσικὴν καὶ εἰς τὸ ταὐτὸν ἐν οὐσίᾳ. Β. Πόθεν οὖν, φησίν, ἢ πῶς ἂν νοοῖτο καὶ τὸ Πνεῦμα Θεός; Α. Ἀφ᾽ ὧν εἶναι πέφυκεν, ὦ γενναῖε, καὶ ἐξ ὧν ὅ τι ποτέ ἐστι κατὰ φύσιν, ὡς ἔνι γνωρίζεται. Γινώσκεται δὲ τὰ ὄντα καλῶς ἀφ᾽ ὧν ἕκαστον ἀληθῶς ἐστιν· ὀνομάτων δὲ ἡμῖν οὐ σφόδρα πολὺς ὁ λόγος, εἰς ἀναγκαίαν δήλωσιν τῶν ἀπλανῶς ἐγνωσμένων, εἰ καὶ χρήσιμος τοῖς οὖσιν ἡ ἑκάστῳ πρέπουσα κλῆσις. Β. Σκοτεινὸς ὁ λόγος, συνίημι δὲ οὐ σφόδρα. Α. Ἐγὼ φράσω· καταλευκανῶ γάρ, ὡς οἷόν τε, τὸ δηλούμενον· Ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, εἰ περί τού τις λέγοι, τί ἂν αὐτὸν ὡρίσθαι δοίης, ὦ ᾽γαθέ; Β. Ἄνθρωπον δηλονότι. Α. Εἰ δὲ δὴ καὶ ζῷον λέγοι, προσθεὶς ὅτι χρεμετιστικόν; Β. Φαίην ἄν, ἵππον. Α. Εἶτα σεσιωπηκότος τὸ ἑκατέρου τῶν ὡρισμένων ὄνομα, πῶς ἂν αὐτὸς ἔφης ἄνθρωπόν τε καὶ ἵππον; Β. Ὅτι, ὦ ἑταῖρε, τὴν ἀνθρώπου καὶ ἵππου φύσιν ὡρίσατο. Α.

Εἰ δὲ δή τις ἐπετίμα ταυτί σοι διειρηκότι καὶ μήτε ἄνθρωπον εἶναι τὸ ζῷον τὸ λογικὸν μήτε μὴν ἵππον ἔφη τὸ χρεμετιστικόν, οὐκ ἐπενηνεγμένοιν τοῖς ὅροις τοῖν ὀνομάτοιν, ἆρ᾽ οὐ περιττὸν καὶ ἐξεστηκότα καὶ ὀλιγογνώμονα διακεκλῆσθαι δεῖν τόν γε οὕτως ἀμαθῆ δικαιώσομεν; Β. Πάνυ μὲν οὖν. Α. Ἀνθότου δὲ δὴ τοῦτο δρᾷς, εἴ τις ἔροιτό σε καὶ ἀναμαθεῖν ἠξίου, τί ἂν ἀπεκρίνω; Β. Ἔφην ἂν ὅτι τοῖς ἄγαν ὀρθῶς καὶ ἐντέχνως ὡρισμένοις τὸ ἐπιτιμᾶν ἀμαθές. Ἴδιος μὲν γὰρ ὁ ἑκάστου τῶν ὄντων λόγος, ὅπερ ἐστὶν ἀληθῶς καταδεικνύς· ὁμωνύμως δὲ πολλάκις ἐκφέρεται τὰ ὀνόματα. Α. Οὐκοῦν ἀληθεστέρα καὶ ἀπλανὴς τῶν ὄντων ἡ δήλωσις, εἰ ἀφ᾽ ὧν ἕκαστον κατὰ φύσιν ἐστὶν ἀκριβῶς βασανίζοιτο, καὶ οὐχὶ πάντως ἐξ ὀνομάτων. Ἢ γὰρ οὐχὶ τὸ ἄφθαρτον καὶ ἀνώλεθρον, ἀΐδιόν τε καὶ ἀναλλοίωτον, τῇ τῶν ὅλων βασιλίδι προσάψομεν φύσει; Β. Πῶς γὰρ οὔ; Α. Τί δέ, εἰπέ μοι, τὸ Θεός; Β. Αὕτη δὴ πρεπόντως. Α. Ἀλλ᾽ ἴδια μὲν αὐτῆς τὸ ἀφθαρτὸν καὶ ἀνώλεθρον· ὄνομα δὲ τὸ Θεός, κοινὸν μὲν ἀγγέλοις, κοινὸν δὲ ἡμῖν αὐτοῖς, εἰ καὶ εἰσποίητον καὶ δοτόν. Ὁμοίως ἔνεστι μὲν ἀνθρώπῳ τὸ λογικόν· ὄνομα δὲ τὸ ἄνθρωπος καὶ τοῖς ἐκ λίθου πεποιημένοις, ἤγουν ἐξ ὕλης ἑτέρας, εἰς εἶδος τὸ καθ᾽ ἡμᾶς εὖ μάλα τετορνευμένοις.

Ἴθι δὴ οὖν ἐπὶ τὸ χρῆναι σκοπεῖν πότερα τὸ Πνεῦμα Θεός τε καὶ ἐν Θεῷ, καὶ ἐξ αὐτοῦ φυσικῶς, ἅτε δὴ καὶ τοῖς τῆς θεότητος ἰδιώμασιν οὐσιωδῶς ἐνηγλαϊσμένον, ἤγουν κατ᾽ ἐκείνους ἀληθῆ τὴν κατάρρησιν καὶ ἀποχρῶσαν ἂν δέξαιτο τὴν αἰτίαν τοῦ δεῖν αὐτὸ τῆς πρὸς Θεὸν ὁμοουσιότητος ἀπολισθεῖν, ἐπεὶ μὴ ὠνόμασται Θεός. Καίτοι κἀν τούτῳ ψευδομυθεῖν ἑλομένους ἀκονιτὶ διελέγξομεν, οὐκ ἐξαγωνίοις χρώμενοι λογισμοῖς, ἀλλ᾽ ἐξ ἱερῶν ἑλόντες γραμμάτων, καὶ τῆς ἑώλου βαττολογίας λήμης ὥσπερ τινὸς τὸν ἑαυτῶν ἀπαλλάττοντες νοῦν. Β. Δοίην ἂν ἔγωγε παραπολὺ δή τι καὶ ἀσυγκρίτως ἄμεινον τὸ κατασκέπτεσθαι δεῖν εἰ τοῖς τῆς θεότητος ἰδιώμασιν ἐκπρεπές τέ ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μεῖον οὐδὲν ἐν αὐτῷ παρὰ τὸν Πατέρα καὶ τὸν Υἱόν, ἤγουν ἀσυνέτως στενολεσχεῖν, καὶ ἱδροῦν εἰκῇ περὶ μόνην τὴν τοῦ ὀνόματος ζήτησιν. Α. Εὐκρινέστατά τε καὶ λίαν ὀρθῶς, ὦ Ἑρμεία· μοίρας γὰρ οἶμαι τουτὶ τῆς ἀμείνονός τε καὶ ἀκριβοῦς.

Ἔνεστι δ᾽ οὖν ὅμως πολυπραγμονεῖν ἐθέλουσι περιττὰ τοῖς δι᾽ ἐναντίας καὶ Θεὸν ὠνομασμένον τὸ Πνεῦμα ἰδεῖν. Ὁ γάρ τοι θεσπέσιός τε καὶ ἱερώτατος Πέτρος, κατάφωρον μὲν ἐποίει κεκλοφότα τὸν Ἀνανίαν τῶν θείων ἀναθημάτων, ἐπῃτιᾶτο δὲ λίαν, «Ἀνανία, λέγων, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Οὐχὶ μένον σοι ἔμενε καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; Τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.» Β. Ναί· Θεῷ γὰρ ψεύδεται, φησί, κἂν ἕλοιτό τις εἰς τὸ Πνεῦμα τοῦτο δρᾶν. Α. Τίνα δὴ τρόπον, ὦ τᾶν, εἰ μὴ Θεὸς τὸ Πνεῦμά ἐστιν; Β. Ὅτι κἂν εἴ τις ἕλοιτο, φησίν, εἰς ἁγίους εὐσεβεῖν, εἰς Θεὸν εὐσεβεῖ. Καὶ γοῦν τοῖς ἁγίοις μαθηταῖς ἀναφανδὸν εἴρηκεν ὁ Χριστός· «Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται.» Καὶ οὐ δήπου φαμέν, ὀρθοῖς τε καὶ ἀναγκαίοις ἑπόμενοι λογισμοῖς, θεοὺς εἶναι κατὰ φύσιν τοὺς μαθητάς, κἂν εἰ δέξαιτό τις τὸν Υἱὸν ἁγίους εἰσοικισάμενος. Ἀναλόγως τοιγαροῦν τῷ τοιῷδε τυχὸν ὁ εἰς τὸ Πνεῦμα πλημμελῶν, Θεῷ πλημμελεῖ τῷ ἀποστείλαντι αὐτό. Α.

Ἀλλ᾽ ἔνθαπερ ἂν τὰ ὠνομασμένα καὶ ἐν χερσὶν ἴσοις καὶ ἀπαραλλάκτοις ἰδιώμασι φυσικῶς ἐμπρέποντα τὸν τῆς ὁμοουσιότητος λόγον ἀναγκαῖον ἔχει πρὸς ἄλληλα, τῆς εἰς τὸ ἄμεινον ἀναφορᾶς ἐκεῖ που πάντως ἐστὶ περιττὸς ὁ τρόπος· εἶεν δ᾽ ἂν μᾶλλον, κατά γε τὸ ἐν οὐσίᾳ ταὐτόν, ἄμφω μὲν ἐν ἀμφοῖν· ἐκεῖνό γε μὴν ὡς τοῦτο, τοῦτο δὲ αὖ ὡς ἐκεῖνο· ἀνισότητος δὲ φυσικῆς διιστάσης τινὰ πρὸς τὸ ἑτεροίως ἔχειν, οὐκ ἔγωγε φαίην ἂν ἀπίθανόν τε καὶ ἀκαλλῆ τῆς ἐπὶ τὸ προὖχον ἀναφορᾶς τὸν λόγον. Εἰ μὲν οὖν οὐχ ὁμοούσιον τῷ Θεῷ τὸ Πνεῦμά ἐστιν, οὐκ εἰς Θεὸν ἔσται πεπλημμεληκὼς ὁ εἰς αὐτὸ πλημμελῶν. Ζητείτω 〈αὐ〉τόχρημα τὴν ἀναφορὰν εἰς τὸν ἀποστείλαντα αὐτό. Εἰ δὲ ἅπας αὐτοὺς κατωθήσειεν ἂν καὶ οὐχ ἑκόντας λόγος ὁμοουσιότητι τῇ πρὸς Θεὸν τὸ Πνεῦμα τιμᾶν, ἐπερυθριάτωσαν ἤδη πως τοῖς σφῶν αὐτῶν εὑρήμασιν, ἐν ἴσῳ τοῖς Θεῷ μὴ ὁμοουσίοις καταλογιζόμενοι καὶ τιθέντες τὸ ὁμοούσιον.

Ἰσοστατήσειε γὰρ ἂν οὔτι που τὸ εἰς ἁγίους τι δρᾶν καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον. Ἀλλ᾽ εἰ μέν τις γένοιτο περὶ ἀνθρώπου λόγος, εἰκότως ἂν οἴσομεν εἰς Θεὸν τὸν προεστηκότα τὴν ἀναφοράν· ἥκοντος δὲ εἰς μέσον ἡμῖν τοῦ ἁγίου Πνεύματος, εἰς αὐτὴν ἅπαν ἔσται τὸ δρώμενον τὴν θείαν τε καὶ ἀπόρρητον φύσιν, οὐ διὰ μεσίτου τρέχον εἴς τι τῶν ὑπερκειμένων, ἀναθρῷσκον δὲ μᾶλλον προσεχῶς καὶ ἀμεσιτεύτως εἰς αὐτὸ τὸ ἀνωτάτω καὶ ὑπερκόσμιον κάλλος.

Τοιγάρτοι διὰ τὸ τῆς οὐσίας ταὐτόν, ἐφήρμοσται μὲν τῷ Θεῷ καὶ Πατρί, καίτοι τρίτη κατὰ μόνην τῶν ὀνομάτων τὴν σύνταξιν ἐκφερομένη πρὸς ἡμῶν ἡ τοῦ Πνεύματος κλῆσις, ἐφήρμοσται δὲ τῷ Υἱῷ. Ἔφη μὲν γὰρ ὁ Χριστός, τὸ ἐκ Σαμαρείας γύναιον εὖ μάλα παιδαγωγῶν· «Πνεῦμα ὁ Θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Γράφει δὲ καὶ ὁ Παῦλος· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος·» καὶ πάλιν, «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν.» Β. Ὁμοούσιον οὖν τὸ Πνεῦμά ἐστι τῷ Πατρὶ καὶ τῷ Υἱῷ; Α. Ναί, εἴπερ ἔστιν οὐχ ἑτέρως τὴν Θεοῦ μέθεξιν ἁγίους καταπλουτεῖν ἢ ἐν τῷ τὸ Πνεῦμα ἑλεῖν. Θείας γὰρ φύσεως ἀποτελούμεθα κοινωνοί, κατὰ τὰς Γραφάς, πότερα κτιστῇ τε καὶ γενητῇ συνδούμενοι φύσει, ἢ γοῦν θεότητος ἀληθῶς ὡς ἔνι μεταλαγχάνοντες, γένος τε οὕτω χρηματίζοντες Θεοῦ; Β. Εἰ πυρὸς ἔστι μεταλαχεῖν οὐ δίχα πυρός, πῶς ἄν τις καὶ μετάσχοι θεότητος οὐ διὰ Θεοῦ; Α. Τὸ δ᾽ οὖν ἐν ἡμῖν ὡς Θεὸς καὶ τὴν τοῦ Θεοῦ τάξιν τε καὶ ἐνέργειαν ἀποπληροῦν, ἆρ᾽ ἔσθ᾽ ὅπως ἂν οὐκ εἴη Θεός; Β. Τίνα τρόπον; Α.

Ἄθρει δὴ οὖν τοῖς μὲν ἄνωθέν τε καὶ ἀρχαιοτέροις προσπεφωνηκότα τὸν Θεόν· «Διότι μεθ᾽ ὑμῶν ἐγώ εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν, θαρσεῖτε·» ἡμῖν δὲ αὖ τὸν θεσπέσιον εὐαγγελιστήν· «Ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν.» Τίνα γάρ, εἰπέ μοι, τρόπον ἔν τε τοῖς ἀρχαιοτέροις ἦν ὁ Θεός, ἐφεστηκότος τοῦ Πνεύματος; Ἢ πῶς ἂν γένοιτο καὶ ἐν ἡμῖν αὐτοῖς ἔχουσι τὸ Πνεῦμα; Οὐ γάρ που τήν γε τοῦ κατὰ φύσιν Θεοῦ παρουσίαν ἀποτελέσειεν ἂν ἐν ἡμῖν, ἑτεροφυὲς ὂν τὸ Πνεῦμα πρὸς Θεόν. Β. Ἥκιστά γε. Α. Θεὸς οὖν ἄρα τὸ Πνεῦμά ἐστι, καὶ ἐκ Θεοῦ κατὰ φύσιν· ἢ εἴπερ οὐχ ὧδε ἔχειν οἴονται κατὰ σφᾶς αὐτοὺς, εἰκαῖον ἤδη ῥαψῴδημα καὶ φενακισμὸς ἀληθῶς ὁ τοῦ σοφωτάτου Παύλου καταφανεῖται λόγος, γεγραφότος ὡδὶ τοῖς τὸ Πνεῦμα ἑλοῦσι καὶ δι᾽ αὐτοῦ προφητεύουσιν· «Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι ὄντως ὁ Θεὸς ἐν ἡμῖν ἐστι.» Καὶ μὴν καὶ τοῖς γλωσσῶν ἐρασταῖς, «Ὥστε, φησίν, ὁ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ. Οὐδεὶς γὰρ ἀκούει, Πνεύματι δὲ λαλεῖ μυστήρια.» Ποῦ γὰρ ἂν ὅλως τοῖς διὰ τοῦ Πνεύματος προφητεύουσιν ἐγκατῳκηκὼς νοοῖτο Θεός;

Πνεύματι δὲ λαλεῖ μυστήρια τίνα δὴ τρόπον ὁ Θεῷ διαλεγόμενος, εἰ ταὐτότητος τῆς πρὸς Θεὸν φυσικῆς ὀθνεῖόν ἐστι τὸ Πνεῦμα αὐτοῦ; Β. Ὡς ὀρθὰ καὶ δίκαια λέγεις! Α. Καὶ πρός γε τούτοις φαίην ἂν ὅτι πλείστη τις ὅση περιεστήξει πληθὺς οὐκ ἀσυνέτων ἡμᾶς διαλογισμῶν, τῆς μὲν κατὰ τοῦ Πνεύματος δυσφημίας νεανικῶς ἀποφέρουσα, ταῖς δὲ τῆς ἀληθείας ἐφιστᾶσα τρίβοις. Β. Πῶς ἔφης; Α. Ἢ οὐχὶ κατ᾽ εἰκόνα Θεοῦ τετεχνουργῆσθαί φαμεν· ἐπὶ γῆς τὸν ἄνθρωπον; Β. Πῶς γὰρ οὔ; Α. Τὸ δὲ δὴ τὴν θείαν ἡμῖν ἐγχαράττον εἰκόνα, καὶ σημάντρου δίκην ἐμποιοῦν τὸ ὑπερκόσμιον κάλλος, οὐχὶ τὸ Πνεῦμά ἐστιν; Β. Ἀλλ᾽ οὐχ ὡς Θεός, φησίν, ἀλλ᾽ ὡς θείας χάριτος ὑπουργόν. Α. Οὐκ αὐτὸ τοιγαροῦν ἡμῖν, ἀλλ᾽ ἡ δι᾽ αὐτοῦ χάρις ἐνσημαίνεται. Β. Ἔοικεν. Α. Ἦν οὖν ἀναγκαῖον εἰκόνα τῆς χάριτος, καὶ οὐχὶ μᾶλλον εἰκόνα Θεοῦ διακεκλῆσθαι τὸν ἄνθρωπον. Καὶ τόδε δὲ σκόπει· σοφὸς γάρ, ὡς οἶμαι, καὶ ἁπλοῦς ὁ λόγος.

Δεδημιούργηται μὲν γὰρ ἐν ἀρχῇ τὸ ζῷον πλαστουργοῦντος αὐτὸ τοῦ Θεοῦ, καὶ τετιμηκότος οἱονεὶ καὶ αὐτοχειρίᾳ, κατὰ τὰς Γραφάς. Ἐπειδὴ δὲ εἰς τὸ εἶναι παρῆκτο, διεμορφοῦτο πρὸς Θεόν, ἐμφυσηθείσης αὐτῷ πνοῆς ζωῆς.

Ἀπεμποληκὼς δὲ τὸν ἁγιασμὸν διὰ τῆς εἰς φαυλότητα παρατροπῆς, εἰς τὸ ἐν ἀρχαῖς καὶ πρεσβύτατον αὖθις ἀνεκομίζετο κάλλος, καινουργοῦντος τὸ παλαιωθὲν εἰς εἶδος τὸ θεῖόν τε καὶ νοητὸν τοῦ Χριστοῦ, καὶ οὐ καθ᾽ ἕτερόν τινα τρόπον πλὴν ὅτι τὸν ἐν ἀρχαῖς· ἐνεφύσησε γὰρ τοῖς ἁγίοις ἀποστόλοις λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Ἢ οὐκ εἴ τις ἐν Χριστῷ καινὴ κτίσις; Β. Ναί. Α. Οὐκοῦν ἀληθὲς εἰπεῖν, μᾶλλον δὲ καὶ ἀναγκαῖον ἤδη πως ἐννοεῖν, ὡς εἴπερ ἡ παλαίωσις καὶ ὁ τρόπος τῆς καταφθορᾶς νενόσηκε τῆς εἰκόνος τῆς ἐν ἁγιασμῷ τὴν ἀπεμπολήν, ἆρ᾽ οὐχὶ τῇ πρὸς τὸ ἀρχαῖον ἀναδρομῇ, καὶ καινουργίᾳ τῇ διὰ Χριστοῦ τῆς πρὸς Θεὸν ἐμφερείας τὴν πρόσληψιν ἐνεῖναι παραχωρήσομεν; Β. Πάνυ μὲν οὖν. Α. Ἀλλ᾽ εἰ τῆς οὐσίας τοῦ Πνεύματος διεσχοινισμένη τις ἦν ἡ δι᾽ αὐτοῦ χάρις, τί μὴ ἔφη σαφῶς ὁ μὲν μακάριος Μωσῆς ὅτι παρενηνεγμένῳ τῷ ζῴῳ πρὸς τὸ εἶναι, λοιπὸν ἐνεφύσησε χάριν ὁ πάντων Δημιουργός, τὴν διὰ πνοῆς τῆς ζωῆς, Χριστὸς δὲ ἡμῖν· Λάβετε χάριν τὴν δι᾽ ὑπουργίας τοῦ ἁγίου Πνεύματος;

Ἀλλ᾽ ὠνόμασται μὲν ἐν ἐκείνῳ, Πνοὴ ζωῆς· ζωὴ γὰρ ἀληθὴς ἡ τῆς θεότητος φύσις, εἴπερ ἐστὶν ἀληθὲς ὡς ἐν αὐτῇ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν· διὰ δὲ τῆς τοῦ Σωτῆρος φωνῆς, Πνεῦμα ἅγιον, αὐτό που κατὰ τὸ ἀληθὲς ταῖς τῶν πιστευόντων ψυχαῖς ἐγκατοικίζοντός τε καὶ ἐνιέντος τὸ Πνεῦμα καὶ δι᾽ αὐτοῦ τε καὶ ἐν αὐτῷ μεταπλάττοντος εἰς εἶδος τὸ ἐν ἀρχαῖς, τουτέστιν εἰς ἑαυτόν, ἤτοι πρὸς ἰδίαν ἐμφέρειαν δι᾽ ἁγιασμοῦ, οὕτω τε ἡμᾶς ἀνακομίζοντος εἰς τὸ τῆς εἰκόνος ἀρχέτυπον, τουτέστι τὸν χαρακτῆρα τοῦ Πατρός. Χαρακτὴρ μὲν γὰρ ὁ ἀληθινὸς καὶ εἰς λῆξιν ἀκριβείας τῆς κατ᾽ ἐμφέρειαν νοουμένης αὐτός ἐστιν ὁ Υἱός· ὁμοίωσις δὲ ἀκραιφνής τε καὶ φυσικὴ τοῦ Υἱοῦ τὸ Πνεῦμά ἐστι, πρὸς ὃ καὶ ἡμεῖς μορφούμενοι δι᾽ ἁγιασμοῦ, πρὸς αὐτὴν εἰδοποιούμεθα τὴν Θεοῦ μορφήν. Ἀποστολικὸς δὲ πρὸς τοῦτο ἡμᾶς ἀναπείσει λόγος. «Τεκνία γάρ, ἔφασκεν, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Μορφοῦται δὲ διὰ Πνεύματος ἀναστοιχειοῦντος ἡμᾶς πρὸς Θεὸν δι᾽ ἑαυτοῦ.

Ὅτε τοίνυν πρὸς Χριστὸν μορφούμεθα, καὶ αὐτὸς ἡμῖν ἐνσημαίνεται καὶ εἰδοποιεῖται καλῶς ὡς δι᾽ ὁμοίου φυσικῶς τοῦ Πνεύματος, Θεὸς ἄρα τὸ Πνεῦμά ἐστι, τὸ διαμορφοῦν πρὸς Θεὸν οὐχ ὡς διὰ χάριτος ὑπουργικῆς, ἀλλ᾽ ὡς θείας φύσεως μέθεξιν ἑαυτῷ τοῖς ἀξίοις δωρούμενον. Ὅτι δὲ ὁμοίωσις ἀληθὴς τοῦ Υἱοῦ τὸ Πνεῦμά ἐστι, γεγραφότος ἀκούσῃ τοῦ μακαρίου Παύλου· «Ὅτι οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν.» Ἀναπλαττόμεθα γὰρ εἰς εἰκονισμὸν τὸν πρὸς τὸ Πνεῦμα τὸ ἅγιον, ἤτοι πρὸς Θεόν, διὰ πίστεως καὶ ἁγιασμοῦ, καὶ τῆς πρὸς αὐτὸ σχέσεως, δῆλον δὲ ὅτι τῆς κατὰ μέθεξιν καὶ εἰσκεκριμένως, εἰ καὶ θείας φύσεως ὠνομάσμεθα κοινωνοί. Β. Οὐκ ἂν ἔχοιμί τι τοῖς εἰρημένοις ἐπιτιμᾶν. Α. Ναοὶ δὲ Θεοῦ, καὶ μὴν καὶ θεοὶ κεκλήμεθα καὶ ἐσμέν, ἀνθότου γε δή; Πύθου τῶν δι᾽ ἐναντίας, εἴπερ ἐσμὲν ἀληθῶς ψιλῆς καὶ ἀνυποστάτου χάριτος μέτοχοι; Ἀλλ᾽ οὐχ ὧδε ἔχει ποθέν. Ναοὶ γάρ ἐσμεν τοῦ ὄντος τε καὶ ὑφεστηκότος Πνεύματος· κεκλήμεθα δὲ δι᾽ αὐτὸ καὶ θεοί, ἅτε δὴ τῇ θείᾳ τε καὶ ἀπορρήτῳ φύσει τῇ πρὸς αὐτὸ συναφείᾳ κεκοινωνηκότες. Ἔκφυλον δὲ εἴπερ ἐστὶν ἀληθῶς καὶ τῆς θείας φύσεως διῳκισμένον οὐσιωδῶς τὸ θεοποιοῦν ἡμᾶς Πνεῦμα δι᾽ ἑαυτοῦ, διημαρτήκαμεν τῆς ἐλπίδος, αὐχήμασι τοῖς εἰς τὸ μηδὲν οὐκ οἶδ᾽ ὅπως ἠγλαϊσμένοι.

Ποῦ γὰρ ἔτι θεοὶ καὶ ναοὶ Θεοῦ, κατὰ τὰς Γραφάς, διὰ τὸ Πνεῦμα τὸ ἐν ἡμῖν; Τὸ γάρτοι τοῦ εἶναι Θεὸς τητώμενον, πῶς ἂν ἐνθείη τὸ χρῆμα ἑτέροις; Ἀλλὰ μήν ἐσμεν ναοὶ καὶ θεοί.

Προσεκτέον δὲ οὔτι που τοῖς πεπλανημένοις. Οὐχ ἑτεροούσιον ἄρα πρὸς Θεὸν τὸ Πνεῦμα αὐτοῦ. Β. Ἀλλ᾽ εἴπερ ἐστὶν οὐχ ἑτεροούσιον, ὡς σὺ φῄς, διὰ τί μὴ καὶ αὐτό, φασίν, ἢ Πατήρ ἐστιν, ἢ Υἱός; Α. Εἶτα φύσεως, εἰπέ μοι, τῆς ἀνωτάτω καὶ πάντα ὑπερκειμένης ἀπολισθήσειν εἰκότως τὸ Πνεῦμα τὸ ἅγιον ὑπειλήφασιν, ἐπεὶ μήτε Πατήρ ἐστι μήτε Υἱός; Β. Ὧδέ πη δοξάζουσι. Α. Καὶ μὴν ἀνούστατά γε καὶ δυσσεβέστατα καὶ τόδε συνθέντες ἁλοῖεν ἂν εἰς τὴν τῶν ἁπλουστέρων καταστροφήν, εἰ τοῖς τῆς ὀρθότητος ἐνορῴῃ τις λόγοις. Οὐ γὰρ ἔν γε τῷ εἶναι Πατὴρ Θεός ἐστιν ὁ Πατήρ· οὐδὲ αὖ ἐν τῷ εἶναι Υἱὸς Θεός ἐστιν ὁ Υἱός. Ἐπεὶ φράσον, ἆρ᾽ οὐχὶ πάντη τε καὶ πάντως, εἰ τὸ γεννῶν καὶ γεγεννημένον, τοῦτό ἐστι θεότης ἡ κατὰ φύσιν, πᾶν εἴ τι τέτοκεν, ἤτοι γεγέννηται, εἴη ἂν πάντως που καὶ Θεὸς ἀληθῶς; Ἀλλ᾽ ἔστι θρασὺς ὁμολογουμένως ὁ ἐπὶ τῷδε λόγος. Οὐ γὰρ Θεὸς ὁ Πατὴρ ὅτι γεγέννηκεν, οὐδ᾽ αὖ Θεὸς ὁ Υἱὸς ὅτι γεγέννηται· ἀλλὰ Θεὸς ὢν τέτοκεν ὁ Πατήρ, καὶ Θεὸς ὑπάρχων γεννητός ἐστιν ὁ Υἱός.

Οὐδὲν οὖν ἄρα τὸ παρωθοῦν καὶ ἐξεῖργον ἔτι τοῦ τῆς θείας φύσεως ἴδιον εἶναι πιστεύειν τὸ ἐξ αὐτῆς τε καὶ ἐν αὐτῇ φυσικῶς ἅγιον Πνεῦμα, κἂν εἰ μήτε Πατήρ, μήτε μὴν Υἱὸς εἴη ἄν, ἀλλ᾽ ἥτις ποτέ ἐστιν ἡ τοῦ Πνεύματος φύσις, πολυπραγμονεῖν ἀναγκαῖον, τὴν τῶν ὀνομάτων ἰδιότητα μεθέντας εἰς τὸ παρόν, οὐχὶ τῆς θεότητος οὖσαν δεικτικήν, ἀλλ᾽ ἑκάστου τῶν ὠνομασμένων τίς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τῆς ὑπάρξεως τρόπος εὖ μάλα κατασημαίνουσαν.

Ὅτι γὰρ τέτοκε δηλοῖ τὸ Πατήρ, καὶ ὅτι γεγέννηται διεσάφησε τὸ Υἱός. Καὶ μὴν ὅτι τὸ Πνεῦμά ἐστιν ἐκ Θεοῦ Πατρός, ἴδιον δὲ καὶ αὐτοῦ τοῦ Υἱοῦ, δίκην τοῦ καθ᾽ ἡμᾶς καὶ ἀνθρωπίνου πνεύματος, εἰ καὶ ἐν ὑποστάσει νοοῖτο καὶ ὑπάρχον ἀληθῶς, διαμεμήνυκεν ἡ κλῆσις. Β. Ὁποία τις οὖν ἄρα ἐστὶν ἡ τοῦ Πνεύματος φύσις; Α. Ἥπερ ἂν νοοῖτο καὶ ἡ τοῦ Πατρὸς καὶ ἡ τοῦ Υἱοῦ· καὶ ἀπόρρητος μὲν ὁμολογουμένως, ὑπερανέστηκε δὲ νοῦ τε καὶ λόγου τοῦ καθ᾽ ἡμᾶς τὸ μέτρον ἡ περὶ τῆς θεότητος δόξα. Τοῖς δ᾽ οὖν ὁρᾶν εἰθισμένοις, κἂν γοῦν ἐν ἐσόπτρῳ καὶ αἰνίγματι, καὶ γινώσκουσιν ἐκ μέρους, ἰσχναί πως ἀνίσχουσι τῆς θεοπτίας αὐγαί, τὸν τῆς διανοίας αἰθέρα περιαστράπτουσαι, καὶ πρὸς γνῶσιν αὐτοὺς ἀποφέρουσαι τὴν ἐνδεχομένην. Ἁπλῆ τοιγαροῦν καὶ ἀσύνθετος ἡ παντός ἐστιν ἐπέκεινα φύσις, ὑποστάσεων μὲν ἰδιότησι, προσώπων δὲ καὶ ὀνομάτων διαφοραῖς ἐξευρυνομένη, καὶ εἰς ἁγίαν ἰοῦσα Τριάδα, πλὴν ἑνότητι φυσικῇ καὶ τῇ κατὰ πᾶν ὁτιοῦν ἀπαραλλάκτῳ ταὐτότητι πρὸς ἕν τι συντρέχουσα, τὸ Θεὸς ὄνομά τε καὶ χρῆμα, ὥστε καὶ ἐν ἑκάστῳ τὴν ὅλην νοεῖσθαι φύσιν, μετὰ τοῦ προσεῖναι καὶ τὸ ἴδιον αὐτοῦ, δῆλον δὲ ὅτι τὸ καθ᾽ ὑπόστασιν. Μένει γὰρ ἕκαστον τοῦθ᾽ ὅπερ ἐστίν, ἑνώσει τῇ πρὸς τὰ ἕτερα φυσικῇ κἀκεῖνα πλουτοῦν ἐν ἰδίᾳ φύσει.

Ἔστι γὰρ ὁ Πατὴρ ἔν τε τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, ὁμοίως δὲ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ἔν τε τῷ Πατρὶ καὶ ἐν ἀλλήλοιν. Β. Καὶ τίς ἂν γένοιτο τούτων ἡ πίστις; Α. Τὸ Γράμμα τὸ ἱερόν, ἡ θεόπνευστος Γραφὴ σαφῶς καὶ ἠκριβωμένως ἑνοῦσα Θεῷ τὸ Πνεῦμα αὐτοῦ, καὶ οὐκ ἂν ἑτέρως ἐσομένην ἐν ἡμῖν τὴν τοῦ Θεοῦ μέθεξιν πλὴν ὅτι διὰ τοῦ ἁγίου Πνεύματος ἀναφανδὸν ἐκδιδάσκουσα.

Καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς περὶ παντός, οἶμαι, πιστοῦ τε καὶ ἀγαθοῦ, «Ἐλευσόμεθα, φησίν, ἐγὼ καὶ ὁ Πατήρ, καὶ μονὴν παρ᾽ αὐτῷ ποιησόμεθα·» καί, «Ἔν γε τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν.» Ἔνοικον γὰρ καὶ ἐνηυλισμένον καταπλουτοίη τις ἂν τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν οὐκ ἀλλότριόν τι καὶ διεσπασμένον οὐσιωδῶς αὐτοῦ τὸ Πνεῦμα λαβών, ἀλλὰ τὸ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ καὶ ἴδιον αὐτοῦ, καὶ τὴν ἴσην ὡς πρὸς αὐτὸν κυριότητα φοροῦν, οὕτω τε ὠνομασμένον, καὶ ὡς ἐν τάξει παραληφθὲν τοῦ Υἱοῦ διὰ ταὐτότητα φυσικήν. «Εἷς μὲν γὰρ Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα.» Ἑνὸς δὲ ὄντος Κυρίου, κατὰ τὰς Γραφάς, «ὁ Κύριος τὸ Πνεῦμά ἐστιν.» Ἢ οὐκ ἀληθὲς ὅ φημι; Β. Ναί. Γέγραπται γὰρ ὡδί. Α. Ἀκειρεκόμῃ δὲ ὄντι ποτὲ τῷ μακαρίῳ Σαμψὼν παρεῖναί τε καὶ συναθλεῖν τὸ Πνεῦμα λέγεται. Ἐπειδὴ δὲ ταῖς εἰς γύναιον ἡδοναῖς τὰ καθ᾽ ἑαυτὸν ἐδίδου καὶ ἐψιλοῦτο σιδήρῳ τὴν κεφαλήν, ἀπέστη, φησί, Κύριος ἀπ᾽ αὐτοῦ. Ἀναβήσεσθαι δὲ μέλλων εἰς οὐρανούς, προσπεφώνηκεν ὁ Χριστὸς τοῖς πιστεύουσιν εἰς αὐτόν· «Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς.» Καὶ μὴν καί, «Ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.»

Ἔπεμψε δὲ ἡμῖν ἐξ οὐρανοῦ τὸν Παράκλητον δι᾽ οὗ καὶ ἐν ᾧ μεθ᾽ ἡμῶν ἐστι καὶ ἐν ἡμῖν αὐλίζεται, οὐκ ὀθνεῖον ἡμῖν ἐγχέων, ἀλλὰ τὸ τῆς οὐσίας αὐτοῦ καὶ τῆς τοῦ Πατρὸς ἴδιον Πνεῦμα. Β. Σύμφημι. Μεμνήσομαι γὰρ καὶ αὐτὸς ἐγὼ θείου τε καὶ ἱεροῦ Γράμματος, ὧδέ πη λαλοῦντος περὶ τῶν ἁγίων ἀποστόλων ὅτι «Ἐπείραζον μὲν εἰς τὴν Βιθυνίαν ἀπελθεῖν, οὐκ εἴασε δὲ αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ.» Α. Τί δέ; Οὐχὶ καὶ αὐτοὺς τοὺς Θεοῦ λόγους Πνεύματος εἶναί φησιν ἡ Γραφή; Ἡσαΐας μὲν γὰρ ὁ θεσπέσιος, τὴν ἐξαίσιον ἡμῖν καὶ φρικωδεστάτην ἐκείνην θεοπτίαν ἀφηγούμενος, «Εἶδον, φησί, τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου.» Καὶ τὰ διὰ μέσου τούτοις ἐπενεγκών, «Ἤκουσα, φησί, Κυρίου Σαβαὼθ λέγοντος· Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπα· Ἰδοὺ ἐγώ, ἀπόστειλόν με.

Καὶ εἶπε· Πορεύου, καὶ εἰπὲ τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε.» Ἀλλ᾽ ὁ μὲν θεσπέσιος Ἰωάννης περὶ τοῦ Μονογενοῦς φησι, «Ταῦτα δὲ εἶπεν Ἡσαΐας ἡνίκα εἶδε τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησε περὶ αὐτοῦ.» Στέφανός γε μὴν ὁ σοφώτατος Ἰουδαίοις ἔφη προσλαλῶν· «Σκληροτράχηλοι καὶ ἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε.» Ἆρ᾽ οὐκ ἐναργὲς ἤδη πως ὡς ἑτερότητι μὲν τῇ καθ᾽ ὑπόστασιν ἰδικὴν τί μέν ἐστι Πατήρ, τί δὲ καὶ Υἱός, τί δὲ δὴ καὶ τὸ Πνεῦμα, πρὸς ἡμῶν εὖ μάλα διαγινώσκεται; Συμβάσει γε μὴν τῇ πρὸς ἑνότητα φυσικήν, πάντα δὴ πάντων, παρουσία τε, καὶ λόγοι, καὶ μέθεξις, ἐνέργειά τε καὶ δόξα, καὶ ὅσα τὴν θείαν κατακαλλύνει φύσιν· ἀλλά με μικροῦ καὶ τόδε διέδρα. Β. Τὸ τί δή; Α. Ἀνακεκραγότων μὲν γὰρ ἐπαΐοις, ὦ τᾶν, τῶν ἁγίων προφητῶν· «Τάδε λέγει Κύριος·» Μυσταγωγῶν δὲ τῶν καθ᾽ ἡμᾶς, οἳ καὶ αὐτόπται γεγόνασι καὶ ὑπηρέται τοῦ λόγου· «Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον.» Γέγραπται δὲ αὖ· «Νηστευόντων δὲ αὐτῶν καὶ λειτουργούντων τῷ Κυρίῳ, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Παῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.»

Ἀλλ᾽ εἴπερ ἔχει τὸ μεῖον ὡς πρὸς Θεὸν τὸ Πνεῦμα καὶ κατόπιν ἔρχεται τῆς οὐσίας αὐτοῦ, τὴν ἔκφυλον ἑτερότητα πεπονθός, ἑτεροφυές τε ὑπάρχον ἀληθῶς, ἆρ᾽ οὐκ ἐν ἀμείνοσι τῶν ἀρχαιοτέρων ἁγίων ἡ διακονία λοιπὸν τῆς εὐαγγελικῆς τε καὶ ἀποστολικῆς λειτουργίας, εἴπερ οἱ μὲν τοὺς παρὰ Κυρίου καὶ Θεοῦ διηγγέλκασι λόγους, οἱ δέ, τοῦ Πνεύματος; Β. Κινδυνεύσει. Α. Καίτοι τί δήποτε κατακρίσεως μὲν καὶ θανάτου διακονίαν ἐκείνην, ταυτηνὶ δὲ ζωῆς καὶ δικαιοσύνης κατωνόμαζέ πη γράφων ὁ Παῦλος· «Εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύσει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ;» Ἑαυτοῦ γε μὴν πέρι καὶ τῶν ἄλλων ἀποστόλων. «Ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους Καινῆς Διαθήκης, οὐ γράμματος, ἀλλὰ Πνεύματος· τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ Πνεῦμα ζωοποιεῖ.» Ἆρ᾽ οὐ παντί τῳ καταφανὲς κἀντεῦθεν ἂν γένοιτο, καὶ λίαν ἀκονιτί, ὡς οἱ μὲν ἄνωθέν τε καὶ παρὰ Θεοῦ λόγοι κατέκρινον τοὺς ἀρχαιοτέρους, καὶ εἰς αὐτό που τὸ λοῖσθον κατεκόμιζον τῶν κακῶν, δικαιοῦσι δὲ νυνὶ καὶ ζωοποιοῦσιν οἱ Πνεύματος;

Ἢ οὐκ αἰσθάνῃ λοιπὸν ὅποι ποτὲ ἡμῖν διεκπαίουσιν οἱ λόγοι; Β. Ναί· πολὺ γὰρ τὸ δέος μὴ ἄρα τι καὶ ἄμεινον περὶ τοῦ Πνεύματος ἢ περὶ Θεοῦ Πατρὸς καὶ Υἱοῦ δοξάζωμεν· ἀλλ᾽ εἴτοι δοκεῖ, ταυτὶ μέν, ὦ τᾶν, ὧδέ τε ἔχειν ἔα καὶ εἰρῆσθαι καλῶς. Ἐπειδὴ δὲ Θεόν τε καὶ ἐκ Θεοῦ κατὰ φύσιν τὸ Πνεῦμά φαμεν, εἰ τοῖς τῆς θεότητος ἰδιώμασιν οὐ σχέσει τῇ πρὸς Θεόν, ἀλλ᾽ ὡς ἐν ἰδίᾳ φύσει κατίδοι τις ἂν ἐκπρεπὲς αὐτό, πολυπραγμονῶμεν ἡμεῖς. Α. Οὐ γάρ, ὦ φιλότης, καταβαλεῖς αὐτόθεν, οὐ σχέσει τῇ πρὸς Θεὸν καθ᾽ ἥνπερ ἂν καὶ ἡμεῖς αὐτοὶ τὸ Πνεῦμα νοῶν ἐξωραϊσμένον, ἀλλ᾽ ὡς ἐν ἰδίᾳ φύσει καταπλουτοῦν τὸ τῆς ἀληθοῦς θεότητος κάλλος, καθάπερ ἀμέλει καὶ ὁ Υἱός, ὃς ἔφη πρὸς τὸν Πατέρα ὅτι «Πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Τὸ γάρ τοι σχέσει τῇ μὴ κατὰ φύσιν τιμώμενον ὀθνείαν που πάντως εἰσοικίζεται δόξαν. Ἐπειδὴ δὲ ἑαυτοῦ μὲν οὐκ ἄν τι μεταλάχοι ποτέ, πάθοι δ᾽ ἂν αὐτὸ τῇ πρὸς ἕτερον σχέσει, τὸ μετέχον τοῦ μετεχομένου πᾶσά πως ἀνάγκη καὶ ἑτεροφυὲς εἶναι λέγειν. Β. Ἀνάγκη. Α. Εἶτα τίς ἐξοίσει ποτ᾽ ἄν, εἰπέ μοι, τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἐν αὐτῇ τε καὶ ἐξ αὐτῆς ἅγιον Πνεῦμα;

Ἆρ᾽ οὐκ εἰς λῆξιν παντὸς ἂν ἴοι θράσους, κἂν εἰ μόνον τις ἕλοι ταυτὶ κατὰ νοῦν; Μόνους γὰρ ὧδε χρῆναι φρονεῖν οἰηθείην ἂν ἔγωγε, τοὺς λογισμοῦ καὶ φρενὸς τῆς ἀρίστης ὠλισθηκότας. Ἀλλὰ φέρε, λέγωμεν τὰ Θεοῦ καὶ Πνεύματος.

Τοῦτο καὶ αὐτῷ σοι συνδοκοῦν σοφῶς τε καὶ ἀναγκαίως. Β. Λέγωμεν. Α. Φράζε δὴ οὖν, τίς ἂν νοοῖτο πρὸς ἡμῶν ἡ τοῦ Θεοῦ δόξα καὶ τῆς φυσικῆς ἐνεργείας ἡ δύναμις; Β. Θεοῦ μὲν δόξαν εἶναί φημι τὸ παντὸς γενητοῦ φύσιν τε καὶ μέτρον ὑπερανίστασθαι καὶ ὑπάρχειν οὐκ ἐκτισμένως· ἐνέργειαν δὲ φυσικήν, τὸ δημιουργεῖν ἐξ οὐκ ὄντων δύνασθαι καὶ καλεῖν τὰ μὴ ὄντα ὡς ὄντα, τὸ συνέχειν εἰς τὸ εἶναι τὰ ὄντα καλῶς, τὸ ζωοποιεῖν, τὸ ἁγιάζειν, τὸ κατασοφοῦν εὖ μάλα τὰ σοφίας δεκτικά. Α. Ἐκβασανιστέον δὴ οὖν, εἰ δοκεῖ, τὸν περὶ τοῦ ἁγίου Πνεύματος λόγον. Εἰδεῖεν γὰρ ἂν οὐχ ἑτέρως ἢ οὕτως οἱ ψυχρά τε καὶ μειρακιώδη περὶ αὐτοῦ δοξάζοντες ὡς ἥκιστα μὲν ἐν μείοσιν εἴη ἂν ἢ ἐν οἷς ὁ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρός, ὁ Υἱός· ἰσοστατοῦν δὲ μᾶλλον οὐσιωδῶς αὐτῷ καὶ ἰσοσθενὲς κατ᾽ ἐνέργειαν ἐκ παντὸς ἂν ἡμῖν παραδειχθείη τρόπου. Β. Ἴθι δὴ οὖν εἰς τοῦτο γεννικῶς, Θεῷ πίσυνος λέγοντι· «Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό.» Α. Οὐκοῦν (ἐρήσομαι γάρ), τὸ θεοποιεῖν δύνασθαι τοὺς οὐκ ὄντας θεούς, ἆρα ἂν πρέποι γενητῇ καὶ πεποιημένῃ φύσει; Β. Οὐκ ἔγωγε φαίην ἄν. Οὐ γάρ τοι τὸ μεῖον εἴς γε τὸ οὕτως ὑπερτεροῦν ἀνακομίσειεν ἄν. Α. Ὀρθῶς ἔφης· καὶ πρός γε δὴ τούτῳ κἀκεῖνο περιαθρεῖν τῆς σῆς ἂν εἴη παγκάλης φρενός. Εἰ γὰρ ἡ κτίσματος μέθεξις θεοποιεῖν οἶδε τὸ γενητόν, πῶς οὐκ ἂν εἴη καὶ τὸ ἔμπαλιν ἀληθές;

Ζημιοῖ γὰρ μᾶλλον ἥπερ ὀνίνησιν ἀληθῶς τὸ Θεοῦ τοῦ κατὰ φύσιν μεταλαχεῖν. Ἀλλ᾽ οὐκ ἂν νοοῖτό ποτε θεοποιὸς ἡ κτίσις, ἀνήφθω δὲ μόνῳ τὸ χρῆμα Θεῷ, ταῖς τῶν ἁγίων ἐνιέντι ψυχαῖς, τῆς ἰδίας ἰδιότητος τὴν διὰ Πνεύματος μέθεξιν, δι᾽ οὗ καὶ σύμμορφοι γεγονότες τῷ κατὰ φύσιν Υἱῷ, θεοὶ κατ᾽ αὐτὸν καὶ υἱοὶ κεκλήμεθα Θεοῦ. «Ὅτι γάρ ἐσμεν υἱοί, κατὰ τὸ γεγραμμένον, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κράζον· Ἀββᾶ, ὁ Πατήρ.» Εἴπερ οὖν ἐστι μεῖζόν τε καὶ ἄμεινον ἢ κατὰ κτίσματος φύσιν τὸ θεοποιεῖν δύνασθαι δι᾽ ἑαυτοῦ, τίς τοῖς γεγονόσιν ἐγκαταριθμήσει τὸ Πνεῦμα τὸ ἅγιον, εἴ γε νοῦν ἔχοι μὴ κατεφθαρμένον, ἢ πῶς ἂν λέγοιτο γενητὸν τὸ θεοὺς ἀποτελοῦν; Β. Οὐχ ὁρῶ. Α. Τὸ δὲ τῆς δουλείας ὄνομά τε καὶ χρῆμα παρέποιτο ἄν, ὦ Ἑρμεία, καὶ μάλα εἰκότως, κτιστῇ καὶ πεποιημένῃ φύσει, Θεοῦ δὲ δὴ πάντως ἀφεστήξει μακράν. Β. Πάνυ μὲν οὖν. Ἀληθὲς γάρ που τὸ ὑμνούμενον πρὸς Θεόν, ὅτι «Τὰ σύμπαντα δοῦλα σά.» Α. Τὸ δουλείας οὖν ἄρα τὸ δοῦλον ἀπογυμνοῦν, καὶ τοῖς τῆς ἐλευθερίας αὐχήμασι κατασεμνύνειν εἰδὸς καὶ ἐξ ἑαυτοῦ δυνάμενον δουλοπρεποῦς αὐτὸ προαποφοιτήσει μέτρου, καὶ φύσεως ἔσται τῆς ἀνωτάτω καὶ ἐλευθέρας.

Ἐνεργὸν γὰρ οὕτω καὶ εἰς ἑτέρας γένοιτ᾽ ἂν ἰδίου τε καὶ προσπεφυκότος οὐσιωδῶς ἀγαθοῦ, τῆς ἐλευθερίας. Β. Συναινέσαιμ᾽ ἂν ὀρθῶς λέγοντί σοι. Α. Ἀνακεκραγέτω τοίνυν ὁ μακάριος Παῦλος· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Καὶ μὴν καὶ ἑτέρως· «Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ᾽ ἐλάβετε Πνεῦμα υἱοθεσίας, φησίν, ἐν ᾧ κράζομεν, Ἀββᾶ, ὁ Πατήρ.» Τῇ δὲ τῆς υἱότητος δόξῃ συμπαρομαρτήσειεν ἂν πάντως που καὶ τὸ ἐλεύθερον. Καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοὺς ἁγίους ἀποστόλους ἐπειδὴ τοῖς ὑπὲρ φύσιν ἀξιώμασιν ἔγνω τιμᾶν, ἅτε δὴ καὶ μετόχους οὐκ εἰς μακρὰν ἐσομένους τοῦ ἁγίου τε καὶ ἐλευθέρου Πνεύματος, φίλους τε ἤδη καὶ ἐλευθέρους ἐκάλει. «Οὐκ ἔτι γάρ, ἔφασκε, λέγω ὑμᾶς δούλους· ὑμεῖς φίλοι μού ἐστε.» Ὅτε τοίνυν ὁ Κύριος τὸ Πνεῦμά ἐστι, καὶ ἔνθαπερ ἂν ᾖ τὸ Πνεῦμα Κυρίου, ζητητέον ἐκεῖ τὴν ἐλευθερίαν, φύσεως ἄρα τῆς ἐλευθέρας ἐκπεφυκός, καὶ οὐχὶ τῇ κτίσει συντεταγμένον καὶ τοῖς γενητοῖς ἐναρίθμιον νοοῖτ᾽ ἂν ὑπάρχειν τὸ δι᾽ οὗ καὶ ἐν ᾧ τὴν ἐλευθέραν ἡ κτίσις ἀποκερδαίνει δόξαν, τὸ ἐκ τῆς δουλείας αἶσχος διωθουμένη τε καὶ διαδιδράσκουσα. Β.

Ἀλλ᾽, οἶμαί που, φαῖεν ἂν ὅτι διακονικὴν ὑπουργίαν ἀποτελοῦν διακομίζει τὸ Πνεῦμα τοῖς ἁγίοις τὰ παρὰ Θεοῦ. Α. Λογιοῦνται δὴ οὖν, κατά γε τὸ εἰκός, τῶν δι᾽ αὐτοῦ διακονουμένων ἓν εἶναί τι τὴν ἐλευθερίαν, τὸ μέγα καὶ ὑπὲρ κτίσιν ἀξίωμα· δοῦλον γάρ, εἴ τι παρῆκται πρὸς γένεσιν. Β. Λογιοῦνται τυχόν. Α. Αὐτὸ τοιγαροῦν τὸ διακονοῦν οὐκ ἐλεύθερον φυσικῶς, εἴπερ ἑαυτῷ διακονεῖ μὲν οὐδέν, διαπορθμεύει δὲ μᾶλλον εἴς τινας τὴν παρ᾽ ἑτέρου του χάριν· ἢ οὐκ ἀνάγκη τὸ διακονοῦν τε καὶ μέσον, οὐκ αὐτόχρημα νοεῖσθαι τὸ διακονούμενον; Β. Ἀνάγκη. Α. Πῶς οὖν ὁ Κύριος τὸ Πνεῦμά ἐστιν, εἰ τῆς ἐλευθέρας δόξης τητώμενον, τὸ δοῦλόν που πάντως καὶ ὑπὸ ζυγὸν οὐ διέδρα μέτρον; Καὶ εἰ μὲν ἔστιν ἐν δόξῃ θεότητος φυσικῇ, διακονεῖ μὲν οὐκ ἔτι, πολλοῦ γε καὶ δεῖ, διανέμει δὲ μᾶλλον καὶ εἰς ἡμᾶς αὐτοὺς ὡς ἔμφυτον ἀγαθὸν τὴν ἐλευθερίαν.

Εἰ δὲ τοῦ κατὰ φύσιν εἶναι Θεὸς παρώλισθεν ἀληθῶς, γεγράψεται μὲν ἐν διακόνοις καὶ ὑπουργοῖς· διακονήσει δὲ τὸ ἀλλότριον, καὶ διακομίσει τοῖς ἀξίοις τὸ μεῖζον ἢ καθ᾽ ἑαυτό. Παραχωρήσει γάρ, οἶμαι, τοῖς ἐκ Θεοῦ τὸ νικᾶν. Ἀμείνους οὖν ἤδη λοιπὸν καὶ ἡμεῖς αὐτοὶ τοῦ ἁγίου Πνεύματος, τῇ ὑπὲρ τοῦτο καταχρυσούμενοι δόξῃ. Ἢ οὐκ ἄριστά σοι ταυτὶ δὴ φάναι δοκῶ, κἂν εἰ πλείστην ὅσην τὴν ἀποπληξίαν ἡμῖν ἀρρωστοῖεν οἱ λόγοι; Β. Καὶ μάλα. Α. Ἴωμεν δὲ καὶ δι᾽ ἐννοιῶν ἑτέρων ἰχνηλατοῦντες τὸ ἀληθές. Οἱ βασιλεῖς τῆς γῆς, εἴ πή τινας ἕλοιντο τῶν ἐπιτηδείων, ἤγουν τῶν ἐξ αἵματός τε καὶ γένους, τῇ σφῶν αὐτῶν κατακαλλύνειν τιμῇ, καὶ τῇ βασιλίδι στεφανοῦν εὐκλείᾳ, τίνα δὴ τρόπον ὡς ἄριστά τε καὶ ἐπιεικέστατα ταυτὶ δρῷεν ἄν; Β. Ταῖς ἀνωτάτω που πάντως τιμαῖς ὑπεραίροντες. Α. Τὴν οὖν βασιλίδα τιμήν τε καὶ δόξαν, ὑφ᾽ ἧς στεφανούμενος ἑαυτοῦ τε καὶ ἑτέρων ὑπερφέροιτ᾽ ἄν τις, πότερα λογιεῖ τοῦ τετιμημένου κρείττονα καὶ προφερεστέραν, ἤγουν ἐν ἴσῳ τυχὸν ἢ ἐν μείοσιν; Β. Ἀμείνω δηλονότι καὶ προφερεστέραν· καταφαιδρύνει γὰρ οὕτω τὸ τιμώμενον. Οὐ γάρ τοι τὸ τῆς τινος δόξης ἡττώμενον καὶ κατόπιν ἰόν, εἰ προσγένοιτό πως αὐτῷ, λαμπρότερον ἀποφανεῖ, κατακομίσει δὲ μᾶλλον ἐπὶ τὸ αἴσχιον. Α. Εὖ λέγεις· ὧδε γὰρ ἔχει τὸ χρῆμα, καὶ ὀρθῶς διανοῇ.

Οὐκοῦν εἴπερ ἐστὶν οὐκ ἐν φύσει τε καὶ δόξῃ τῇ κατ᾽ ἀλήθειαν ἐλευθέρᾳ τὸ Πνεῦμα τὸ ἅγιον, διακονεῖ δὲ μᾶλλον ὑπουργικῶς τὴν παρ᾽ ἑτέρου του χάριν, πῶς εἰς βασιλέα κέχρισται, χρίσμα λαβὼν τὸ Πνεῦμα Χριστός; «Ἰησοῦν γάρ, φησί, τὸν ἀπὸ Ναζαρέτ, ἔχρισεν ὁ Θεὸς Πνεύματι ἁγίῳ.» Γράφει δὲ ὧδε καὶ πρὸς ἡμᾶς ὁ σοφὸς Ἰωάννης· «Καὶ ὑμεῖς χρίσμα ὃ ἐλάβετε ἀπ᾽ αὐτοῦ μένει ἐν ὑμῖν, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ᾽ ὡς τὸ αὐτοῦ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων.» Πάρα δὲ καὶ αὐτοῦ διαπυθέσθαι Χριστοῦ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς, ὧδέ πη βοῶντος, καὶ τὴν ἐκ τοῦ κεχρῖσθαι δόξαν διερμηνεύοντος· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾽ αὐτοῦ.» Τὸ δοῦλον, εἰπέ μοι, Πνεῦμα ποιεῖ δεσπότην; Βασιλικὸν ἀξίωμα τὴν ἰδίαν ἔχει φύσιν, τὸ κατ᾽ αὐτοὺς οὐκ ἐλεύθερον; Ἄπαγε τῆς δυσβουλίας. Ἀτλητῶ γὰρ ἤδη πως τοῖς τῶν ἐναντίων ἐμέτοις περιτυχών. Ἔδει γάρ, ἔδει φρονοῦντας ὀρθῶς τὸ ἐλεύθερόν τε καὶ βασιλικὸν τοῦ Πνεύματος ἀξίωμα κἀντεῦθεν ἰδεῖν. Περὶ μὲν γὰρ τῶν ἐν πίστει δικαιουμένων ὁ μέγας ἡμῖν ἔφη Παῦλος· «Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων;» Ἀνάψας δὲ μόνῃ τῇ θείᾳ τε καὶ ὑπὲρ πάντα φύσει τὸ δικαιοῦν δύνασθαί τινας καὶ ἀπολέκτους ἀποτελεῖν, τῇ τοῦ Πνεύματος φύσει τε καὶ δόξῃ τὸ χρῆμα προσνέμει.

Γράφει γὰρ πάλιν· «Καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί· ἀλλ᾽ ἀπελούσασθε, φησίν, ἀλλ᾽ ἡγιάσθητε, ἀλλ᾽ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν.» Β. Ἆρ᾽ οὖν ὡς Θεὸς δικαιοῖ τὸ Πνεῦμα τοὺς ἡμαρτηκότας; Α. Πάνυ μὲν οὖν, ὦ ἑταῖρε. Θεῷ γὰρ ἂν πρέποι καὶ μόνῳ παραβάσεών τε καὶ γραφῆς ἀπολύειν δύνασθαι τοὺς ἐνισχημένους, ἑτέρῳ γε μὴν τῶν ὄντων οὐδενί. Θεὸς δὲ καὶ ἐκ Θεοῦ κατὰ φύσιν τὸ Πνεῦμα δέδεικται μὲν ἤδη καὶ διὰ μακρῶν ἡμῖν λόγων, δειχθήσεται δὲ καὶ ἐσαῦθις, εἰ μή τις εἴην ἔν γε δὴ τούτῳ φορτικός. Β. Οὐκ ἂν γένοιο. Τὸ γάρ τοι βλέπον εἰς ὄνησιν οὐδαμόθεν ἂν ἔχοι τὸ λυπεῖν εἰδός, παρά γε τοῖς ἐπιεικεστέροις. Α. Ἄθεοι τοιγαροῦν καὶ ἐλπίδος ἁγιοπρεποῦς τητώμενοι διατελοῦσιν ἐν κόσμῳ, κατὰ τὰς Γραφάς, οἱ κτίσει λελατρευκότες παρὰ τὸν Κτίστην καὶ Ποιητήν. Β. Ὧδε ἔχει. Α. Νυνὶ δὲ γνόντες Θεόν, καὶ ἐγνωσμένοι παρὰ Θεοῦ, τὸν τῶν ὅλων Πατέρα καὶ Θεὸν ἐγνώκαμεν δι᾽ Υἱοῦ ἐν Πνεύματι. Καὶ μάρτυς αὐτὸς ὁ Σωτὴρ ἡμῶν περὶ μὲν ἑαυτοῦ λέγων· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον· καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκουσί με τὰ ἐμά.»

Περὶ δέ γε τοῦ Πνεύματος τοῖς ἁγίοις μαθηταῖς φησιν· «Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ.» Ἆρ᾽ οὖν οὐχὶ Θεὸς ἐναργῶς τὸ ὡς Θεὸς ἐγνωσμένον καὶ ἐν ἡμῖν οἰκοῦν, οὐχ ὡς κτίσμα καὶ γενητὸν καὶ δουλείᾳ τῇ καθ᾽ ἡμᾶς ἐνεχόμενον, ἀλλ᾽ ὡς ἐλεύθερον κατὰ φύσιν καὶ αὐτῆς ὑπάρχον τῆς ἀληθείας τὸ Πνεῦμα, μᾶλλον δὲ αὐτὴ καθ᾽ ἕνωσιν τὴν πρὸς τὸν Υἱὸν ἡ ἀλήθεια· Τὸ γὰρ Πνεῦμά ἐστιν ἡ ἀλήθεια, κατὰ τὰς Γραφάς, ἀλήθεια δέ, ὁ Χριστός. Β. Ἡ πρὸς τὸν Υἱὸν οὖν ἄρα φυσικὴ ταὐτότης ὡς εἴη τὸ Πνεῦμα Θεὸς ἀπόχρη πρὸς ἀπόδειξιν καὶ πληροφορίαν ἡμῖν; Α. Ναί, εἴπερ ἑνὸς ὄντος Θεοῦ τοῦ Πατρὸς Θεός ἐστιν ὁ Υἱὸς καὶ ἑνὸς ὄντος Κυρίου τοῦ Υἱοῦ, Κυριός ἐστιν ὁ Πατήρ.

Συνεισθέοντος γὰρ οὕτω καὶ ἐν ἀμφοῖν ὄντος τε καὶ νοουμένου τοῦ ἁγίου Πνεύματος, κατ᾽ εὐθὺ τῆς ἀληθείας οἰχήσεται, καὶ τῶν εἰς ὀρθότητα νοημάτων ἀμοιρήσειεν ἂν οὔτι που τῶν πιστευόντων ὁ νοῦς. Διὰ γάρ τοι τὸ ἐν οὐσίᾳ ταὐτὸν Κυριός τε καὶ Θεὸς τὸ Πνεῦμά ἐστιν, οὕτω τε ὠνόμασται παρὰ τῇ θεοπνεύστῳ Γραφῇ. Ἡσαΐας μὲν γὰρ ὁ θεσπέσιος περὶ τῶν ἐξ αἵματος Ἰσραήλ· «Κατέβη Πνεῦμα παρὰ Κυρίου, φησί, καὶ ὡδήγησεν αὐτούς· οὕτως ἤγαγες τὸν λαόν σου τοῦ ποιῆσαι σεαυτῷ ὄνομα δόξης.» Μωσῆς δὲ ὁ μέγας, Κύριόν τε καὶ Θεὸν τὸ Πνεῦμα εἰδώς, ὧδέ πή φησι· «Κύριος μόνος ἦγεν αὐτούς, καὶ οὐκ ἦν μετ᾽ αὐτῶν Θεὸς ἀλλότριος.» Καὶ προσεφώνει μὲν ἐν ᾠδῇ τοῖς ἐξ Ἰσραήλ· «Μνήσθητι, μὴ ἐπιλάθῃ ὅσα παρώξυνας Κύριον τὸν Θεόν σου ἐν τῇ ἐρήμῳ.» Κατασημαίνων δὲ αὖ τὸν παροξυνθέντα Κύριον καὶ Θεὸν ὁ προφήτης φησίν· «Οὐ πρέσβυς οὐδὲ ἄγγελος, ἀλλ᾽ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς, διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν. Αὐτὸς ἐλυτρώσατο αὐτούς, καὶ ἀνέλαβεν αὐτούς, καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος, αὐτοὶ δὲ ἠπείθησαν, καὶ παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν.» Ἆρ᾽ οὐχὶ σαφῶς ἔν γε τουτοισὶ τὸ καταφοιτῆσάν τε καὶ ὁδηγοῦν τοὺς λελυτρωμένους ἅγιον Πνεῦμα Κύριόν τε καὶ Θεόν, οὐκ ἀλλότριον, ἀποκαλεῖ;

Εἶτα πῶς ἂν εἴη λοιπὸν ἑτεροφυὲς πρὸς Θεὸν τὸ μήτε διῳκισμένον οὐσιωδῶς αὐτοῦ μήτε μὴν ἀλλότριον, ἀλλ᾽ ἴδιον αὐτοῦ;

Παραθήγοντες δέ, εἰπέ μοι, τὸ Πνεῦμά τινες, κατὰ τίνα δὴ τρόπον παροργίζουσι Θεόν; Ἢ πῶς ἂν ἔχοιεν ἐχθρὰ φρονεῖν ᾑρημένον οἷς ἀντιφέρεσθαι τὸ Πνεῦμα δοκεῖ; Β. Φράσαις ἂν αὐτός· σὸν γὰρ ἤδη πως καὶ τοῦτο εἰπεῖν. Α. Οὐκοῦν φαίην ἂν ὅτι τῇ πρὸς Θεὸν ἑνώσει τὸ Πνεῦμα Θεὸς καὶ τῇ πρὸς Κύριον ταὐτότητι φυσικῇ τὸ Πνεῦμα Κύριος· γένοιτο δ᾽ ἂν καὶ τοῦτο εὐθὺς ὅτι μάλιστα διαφανές, εἰ καὶ δι᾽ ἑτέρων τις ἕλοιτο διαστείχειν ἐννοιῶν.

Καὶ γοῦν, οὐ τόπῳ καὶ περιορισμοῖς, ποσότητί τε καὶ μέτροις ὑποκειμένου Θεοῦ (πρέποι γὰρ ἂν μᾶλλον ταυτὶ γενητοῖς· ἄποσον γὰρ καὶ ἀπεριόριστον, καὶ ἀμέγεθες. καὶ οὐκ ἐν θέσει τῇ κατὰ τόπον νοεῖται τὸ Θεῖον, ἐπείπερ ἐστὶν ἀσώματον παντελῶς), καὶ αὐτὸ φανεῖται τὸ Πνεῦμα τοῖς τῆς θείας φύσεως ἐκπρεπὲς ἰδιώμασι, σὺν Πατρί τε καὶ Υἱῷ τὰ πάντα πληροῦν καὶ ἐν πᾶσιν εἶναι πεπιστευμένον.

Ἔφη μὲν γάρ που δι᾽ ἑνὸς τῶν προφητῶν ὁ πάντα ἐν πᾶσι Θεός· «Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος;» Περιτιθεὶς δὲ τὸ χρῆμα τῷ Υἱῷ, γέγραφεν ἡμῖν ὁ Παῦλος· «Ὁ καταβάς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.» Ἀναμελῳδεῖ δὲ πρὸς Θεὸν καὶ ὁ θεσπέσιος Δαβίδ· «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;

Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει.» Οὐκοῦν εἰ τόπος οὐδεὶς ἔνθα μὴ ἔστι τὸ Πνεῦμα, καὶ πληροῦντος τὰ πάντα τοῦ Πνεύματος, Θεὸς ὁ πληρῶν, κατὰ τὸ ὑπό του καλῶς εἰρημένον ὅτι «Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς·» πῶς ἂν γένοιτο λοιπὸν ἄποπτόν τε καὶ ἀσυμφανὲς ὅτι τῇ πρὸς Θεὸν ἑνώσει φυσικῇ τὸ Πνεῦμα Θεός; Εἰ δὲ καὶ συνέχει τὰ πάντα, πῶς ἂν εἴη κτιστὸν ἢ γενητόν, καίτοι τοῦ πάντα πᾶν εἶδός τε καὶ γένος οὐσίας, πεποιημένης δὲ δηλονότι, κατακλείοντος ὥσπερ ἐν ἑαυτῷ, καὶ ἕτερον ἐναργῶς παρὰ πάντα καταδεικνύντος τὸ συνέχον αὐτά; Ὃ δὲ μὴ ἔστιν ἐν πᾶσιν, ἀλλ᾽ ἔξω τοῦ πάντα, φυσικῶς ὑπερκείσεταί που τὰ γενητά, καὶ τὴν τῶν παρ᾽ αὐτοῦ πληρουμένων τε καὶ συνειλημμένων ὑπεραλεῖται φύσιν. Θεὸς δὲ ἤδη τὸ ὑπὲρ κτίσιν· ἢ οὐκ ἀληθὲς ὅ φημι; Β. Σύμφημι· πλὴν ἐροῦντας ἴσθι τοι πάλιν ὡς εἴη τὸ Πνεῦμα κτιστόν τε καὶ γενητόν. Θεὸς γάρ πού φησι, προσπεφώνηκέ τις τῶν ἀρχαιοτέρων· «Ἐγώ εἰμι Κύριος στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὕψη τῆς γῆς.» Α. Καὶ μήν, ὦ ἑταῖρε, τὴν τοῦ ἁγίου Πνεύματος δόξαν καταπημήνειεν ἂν οὔτι που τὸ παροισθὲν ἀρτίως, εἰ μὴ ἀδρανῆ τις ἔχοι καὶ παρεφθαρμένον τὸν νοῦν.

Πνεῦμα γὰρ ὠνομασμένον ἁπλῶς καὶ ἀδιακρίτως, οὐχὶ πάντη τε καὶ πάντως τὸ ἅγιόν τε καὶ θεῖον κατασημήνειεν ἄν· ἢ γὰρ ἂν ἔφην οὐκ ἀπίθανον κομιδῇ τὸν τῆς δυσφημίας αὐτοῖς ἐκπεποιῆσθαι λόγον· ἀλλ᾽ ὁμωνύμως ἐκφέρεται καὶ κατὰ πλείστων ὅσων λόγῳ τῷ κατὰ φύσιν εἰς ἀνομοιότητα διατετμημένων. Πνεῦμα γὰρ ὁ ἄγγελος, καὶ μὴν καὶ ἀνθρώπου ψυχή, καὶ τὸ ἐγκόσμιόν τε καὶ ἀερῶδες κίνημα. Εἶτα τί, παρέντες τὸ λίαν ἐξακριβοῦν καὶ φυλοκρινεῖν εὖ μάλα κατὰ καιροὺς τὸ δηλούμενον, ἑώλοις φενακισμοῖς καταλυπεῖν ἐγνώκασι τὸ ὑπὲρ τὴν κτίσιν καὶ δημιουργὸν ἑνώσει τῇ πρὸς τὸν ἕνα καὶ φύσει δημιουργόν; Ὁ γάρ τοι προφήτης, μᾶλλον δὲ δι᾽ αὐτοῦ Θεός, οὐχὶ τὸ ἴδιον ἔφη παρενεγκεῖν εἰς τὸ εἶναι Πνεῦμα, πολλοῦ γε καὶ δεῖ· διακεισόμεθα γὰρ οὐχ ὧδε ἔχειν· οἰηθέντων δέ τινων ἐκ πολλῆς ἄγαν ἠλιθιότητος καὶ δίχα τῆς ἄνωθεν ψήφου, σφίσι τε αὐτοῖς καὶ ἑτέροις δύνασθαι κατορθοῦν τὸ καὶ θρόνων ἐφικέσθαι βασιλικῶν, ἀρχῆς τε περιφανοῦς καὶ σκήπτρων κατάρχειν, ἑαυτῷ τὸ πάντων ἀνάπτει κράτος ὁ ὑπὲρ πάντα Θεὸς καὶ τοῖς παρ᾽ αὐτοῦ θεσμοῖς καὶ νεύμασι τὴν σύμπασαν κτίσιν διοικουμένην ἐπιδεικνύς, Ἐγώ, φησίν, εἰμὶ Κύριος στερεῶν βροντήν, ἀνιεὶς δὲ τοῖς ἐν κόσμῳ πνευμάτων φοράς.

Κτίζω γὰρ οὕτω τὸ πνεῦμα, καὶ σαφῆ ποιούμενος τὴν ἀνάρρησιν οὗπερ ἂν ἑλοίμην εἶναι Χριστοῦ, τουτέστι τοῦ πρὸς βασιλείαν καταχριομένου καὶ τὸ κρατεῖν λαγχάνοντος· οὐκ ἀνεθελήτως ἐμοί, ἐμοῖς δὲ προστάγμασιν ὄρθρος τε καὶ ὁμίχλη πράττεται, τουτέστι νὺξ καὶ ἡμέρα καὶ φῶς καὶ σκότος. Ἐπεὶ λεγόντων ἐκεῖνοι, τί τὸ κοινὸν βροντῇ καὶ ἁγίῳ Πνεύματι, τί δὲ ὄρθρῳ καὶ ὁμίχλῃ πρὸς τὸ ἐκ Θεοῦ τε καὶ ἐν Θεῷ. Ἆρ᾽ οὐκ ἐναργὴς ὁ λόγος; Β. Ἔοικε. Τὸ γὰρ τῶν ὠνομασμένων ἀσυμφυὲς καὶ ἀσύμβατον κομιδῇ, τῆς ἐκείνων δόξης καταψηφιεῖται τὸ ἀκαλλές. Α. Πῶς δ᾽ ἂν καὶ ἑτέρως κτίσμα τε καὶ γενητὸν ὑπάρχειν νοοῖτο, συνδημιουργοῦν τῷ μόνῳ Δημιουργῷ, καὶ τὴν ἔν γε τούτῳ δύναμίν τε καὶ ἐξουσίαν οὐκ ἔξωθεν ἐπακτόν, οὐδὲ παράσημον ἔχον ἢ παρ᾽ ἑτέρου του πεπλουτηκός, ἀλλ᾽ ἐξ ἑαυτοῦ καὶ ἰδίαν καὶ φυσικῶς; «Πνεῦμα γὰρ θεῖον τὸ ποιῆσάν με,» φησί· καίτοι τῶν ἱερῶν Γραμμάτων εἰληφέναι μὲν χοῦν ἀπὸ τῆς γῆς διϊσχυριζομένων τὸν Θεόν, καὶ οἱονεὶ ταῖς διὰ χειρῶν αὐτουργίαις ἐκτετιμηκότα τὸν ἄνθρωπον, εἴπερ ἐστὶν ἀληθὴς ὁ λέγων· «Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με.» Β. Καὶ μὴν τὸ χρῆμά ἐστιν ἀληθές. Α. Τί δέ, οὐχὶ καὶ τὸν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τῶν ἀνθρωπίνων σωμάτων ἀναπλασμόν, τήν τε εἰς τὸ αὖθις εἶναι παραγωγήν, οὐ διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας ἔσεσθαί τε διακεισόμεθα, καὶ θεῖος ἡμῖν προκεχρησμῴδηκε λόγος;

Β. Πῶς ἔφης; Α. Οὐκ ἀναβιώσεσθαι τοὺς νεκροὺς καὶ ἐγερθήσεσθαι τοὺς ἐν τοῖς μνημείοις λόγιον, οἶμαί που, προφητικὸν ἀνακέκραγέ τε καὶ ἡμεῖς πιστεύομεν, ἀναστοιχειοῦντος ἡμᾶς εἰς ζωὴν τοῦ πάντα ἰσχύοντος Θεοῦ, διὰ τοῦ ἰδίου Πνεύματος; Β. Ναί, μεμνήσομαι γὰρ τοῦ μακαρίου βοῶντος Δαβὶδ καὶ τὸν ἐκ τῆς ἁμαρτίας ἡμῶν ὄλισθον εἰς φθορὰν καὶ θάνατον ἀναγεγραφότος, καὶ τὸν ἐκ τῆς ἀναστάσεως ἀνακαινισμὸν εὖ μάλα προϋμνηκότος. Ἔφη γὰρ ὧδε πρὸς Θεόν· «Ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ Πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Α. Ὁ τοίνυν ἀναπλασμὸς καὶ ἡ τοῦ κατεφθαρμένου μεταδρομὴ πρὸς καινουργίαν τε καὶ ἀναμόρφωσιν ἔργον ἂν γένοιτο, κατά γε τὸ εἰκὸς καὶ αὐτῷ μοι δοκοῦν εὖ ἔχειν, τῆς αὐτῆς φύσεως τε καὶ ἐνεργείας ἧς ἂν φαίνοιτο καὶ τὸ ἐν ἀρχαῖς ἀπορρήτως πλαστουργηθέν. Β. Σύμφημι. Α. Πῶς οὖν ἄρα τὸ δι᾽ οὗ καὶ ἐν ᾧ Θεὸς ἐνεργὸς περὶ τὴν κτίσιν καὶ τῶν ὅλων ὁρᾶται δημιουργὸς γενητὸν ἂν εἴη καὶ ἐκτισμένον; Ὥρα γὰρ ἤδη πως ἡμᾶς εἰπεῖν ὡς, εἴπερ ὧδε ἔχειν ἐροῦσι τὸ χρῆμα, κτιστὴν εἶναι τοῦ Θεοῦ τὴν ἐνέργειαν καὶ οὐχ ἑκόντες ὁμολογήσουσι. Καὶ τί τὸ ἐντεῦθεν; Θεομισὴς δυσφημία, παλίμφημοι δόξαι, καὶ τῆς εἰς ἄκρον ἡκούσης ἀμαθίας ἐγκλήματα.

Ἐρεῖ γάρ, οἶμαι, τὶς τῆς ἀνδράσι πρεπούσης σοφοῖς εὐκοσμίας ἠφειδηκὼς ἁπλοῦν καὶ ἀσύνθετον κυρίως τε καὶ πρώτως τὸ Θεῖον, ὦ τᾶν, οὐκ ἐκ φύσεως καὶ ἐνεργείας ὡς παρ᾽ αὐτὸ φυσικῶς ἑτέρας συντεθεῖσθαι νοούμενον, ἀλλ᾽ ἕν τι τὸ σύμπαν ὑπάρχειν μεθ᾽ ὧν ἂν οὐσιωδῶς ἔχοι πεπιστευμένον. Οὐκοῦν εἰ λέγοιτο κτιστὴν καὶ πεποιημένην τὴν ἐνέργειαν ἔχειν, ἰδίαν οὖσαν αὐτοῦ, τουτέστι τὸ Πνεῦμα, καὶ αὐτό που πάντως ἔσται κτιστόν, ἐπεὶ μὴ ἕτερόν τι παρ᾽ αὐτὸ τὸ ἐνεργὲς αὐτοῦ. Ἆρ᾽ οὐ στυγητὸς καὶ ἀπεχθὴς ὁ λόγος, καὶ πολὺ διανενευκὼς εἰς τὸ πεποιῆσθαι δυσσεβῶς; Β. Παντάπασι μὲν οὖν. Α. Καθίκοιτο δ᾽ ἂν καὶ εἰς ἑτέραν αὐτοῖς ἀτοπίαν ἡ δόξα. Β. Ποίαν δή τινα φῄς; Α. Κύριος τῶν δυνάμεων κατωνόμασται ὁ Θεός, ἔστι δέ που πάντως καὶ ἀληθὲς τὸ ὑμνούμενον. Β. Ἀληθές· πῶς γὰρ οὔ; Α. Εἴ τι τοιγαροῦν τὴν ἀνωτάτω τε καὶ θείαν ὑποκάθηται φύσιν, ἰδίαν μὲν οὐκ ἂν ἔχοι δύναμιν· ἕρπει δὲ ὥσπερ ἀπὸ πηγῆς τοῦ Θεοῦ, κατά γε τὸ αὐτῷ μοι δοκοῦν, ἐφ᾽ ἕκαστον τῶν δυναμουμένων ἡ δύναμις, καθάπερ ἀμέλει καὶ ἡ σοφία, καὶ τὰ ὧν ἐστι δοτήρ. Ὃ γάρ ἐστι κατὰ φύσιν ὁ πάντων Δεσπότης μεθεκτῶς ἔσται καὶ παρ᾽ αὐτοῦ τὰ πεποιημένα, ὥστε καὶ ἄγαμαί τι καλῶς εἰρημένον τό «Τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες;» Ἐφαρμόσειε γὰρ ἄν, ὡς ἔοικεν, εἴ τις ἕλοιτο φιλοσοφεῖν, οὐχ ἡμῖν γε μόνοις τοῖς ἐπὶ γῆς αὐτό, μᾶλλον δὲ ἁπάσῃ τῇ κτίσει. Β.

Τί οὖν ἄρα τὸ ἐντεῦθεν ἡμῖν συναγόμενον; Α. Ἀναμελῳδοῦντος ἀκούω καὶ πνευματικὴν ὥσπερ τινὰ διακρούοντος λύραν τοῦ μακαρίου Δαβίδ, λέγοντός τε σαφῶς· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Φράζε δὴ οὖν, τὸ στερεοῦν οὐρανοὺς καὶ ἡ πᾶσα τῶν ὄντων δύναμις, Θεὸς ἂν εἴη μᾶλλον ἢ κτίσις; Β. Θεὸν ἔγωγέ φημι, καὶ μάλα εἰκότως. Ἐφείην γὰρ ἂν οὔτι που τοῖς πεποιημένοις τὸ μηδαμῇ δεῖσθαι Θεοῦ, κατορθοῦν δὲ μᾶλλον ἑαυτοῖς καὶ ἐκπορίζειν δύνασθαι τὰ δι᾽ ὧν ἂν ἔχοι τὸ σῴζεσθαι καὶ συνεστάναι καλῶς, καίτοι διαπίπτοντα φυσικῶς εἰς φθοράν. Α. Στερεοῖ τοιγαροῦν τὸ Πνεῦμα τοὺς οὐρανοὺς οὐ κτιστῆς καὶ πεποιημένης οὐσίας τὴν μέθεξιν ἐμποιοῦν αὐτοῖς, ἀλλ᾽ ὡς ἐνέργειαν Θεοῦ τὴν ἰδίαν αὐτοῦ δωρούμενον.

Τὸ γάρ τοι συνέχειν τὰ ὄντα καλῶς, καὶ στερεοῦν εἰς διαμονὴν τὸ καταφθείρεσθαι πεφυκός, οἴκοθέν τε νοσοῦν τὴν εἰς τὸ μηδὲν ἀναδρομήν, παραδεικτικὸν ἂν εἴη τῆς τόδε τὸ πᾶν ἡνιοχούσης οὐσίας. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἥτις ποτέ ἐστιν ἡ τοῦ Θεοῦ φύσις ἐκ τῶν ἀποτελεσμάτων μετρίως διαφαντάζεσθαι καὶ ἐννοεῖν ἡμᾶς ἀναπείθει λέγων· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι γνόντες τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ᾽ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν.» Ἐξοίσει δὴ οὖν τὸ τῆς θείας φύσεως κάλλος εἰς ὄψιν ὥσπερ ἐμφανεστέραν, ἡ ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης. Δυναμοῖ δὲ πάντως ἡ δύναμις καὶ στερεοῖ τὸ Πνεῦμα τοὺς οὐρανούς, οὐχ ὡς ἓν τῶν κτισμάτων ὑπό του παραληφθὲν εἰς ἐπικουρίαν—ἀποπληξία γὰρ τοῦτο φρονεῖν ἢ λέγειν—ἀλλ᾽ ὡς ἴδιον ὑπάρχον Πνεῦμα τοῦ τὰ πάντα δημιουργοῦντός τε καὶ δυναμοῦντος Θεοῦ· ἢ εἴπερ οὐχ ὧδε ἔχειν ἐροῦσιν, ἀποκρινάσθων αὐτοί, καὶ παραδεικνύντων ἡμῖν τὴν αἰτίαν δι᾽ ἣν ὁ πάντων δημιουργὸς τὸ ἐν καλῷ κεῖσθαι τοῖς κτίσμασι καὶ τὸ τελείως ἔχειν εἰς εὐκοσμίαν διὰ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος ἐκμηχανᾶται καὶ δίδωσι.

Δυναμοῖ γὰρ οὐρανούς, οἷς εἴπερ ἀπέχρη τὸ ἐκτίσθαι μόνον πρὸς τὸ ἐρηρεῖσθαι καλῶς, οὐκ ἀναγκαία που πάντως ἡ διὰ τοῦ Πνεύματος πῆξις. Ἀλλὰ μὴν τοῦτο οὐκ ἀληθὲς ἐκδείξειεν ἂν ἡ ἐπ᾽ αὐτῷ βάσανος, ἥπερ ἂν γένοιτο πρὸς ἡμῶν· οὐκοῦν εὐδοκιμήσει τὸ ἔμπαλιν. Β. Ὀρθῶς ἔφης. Α. Τί δὲ δὴ τὴν ἀνθρώπου φύσιν τε καὶ γένεσιν οὐκ εἰς τελειότητα τότε δὴ μόλις τὴν αὐτῇ πρεπωδεστάτην ἀνῆχθαί φαμεν ἡνίκα διὰ τοῦ Πνεύματος τὸν θεῖον ἐφ᾽ ἑαυτῇ πεπλούτηκεν ἐξεικόνισμον; Καὶ μὴν τοῦτό γέ ἐστιν οὐκ ἀσυμφανές, εἰ τόν γε τῆς φύσεως ὄλισθον, καὶ τὸν εἰς τὸ εὖ εἶναι μεταπλασμὸν διενθυμοῖτό τις. Διανενευκότος γὰρ τοῦ ζῴου πρὸς τὸ πλημμελές, καὶ τὴν εἰσποίητον ἁμαρτίαν ἐκ τῆς εἰσάπαν φιλοσαρκίας ἠρρωστηκότος, τὸ πρὸς θείαν εἰκόνα διαμορφοῦν αὐτὸ καὶ σημάντρου δίκην ἀπορρήτως ἐντεθειμένον ἀπενοσφίζετο Πνεῦμα, φθαρτόν τε οὕτω καὶ ἀκαλλὲς καὶ τί γὰρ οὐχὶ τῶν ἐκτόπων συνειληχὸς ἀναπέφανται;

Ἐπειδὴ δὲ ὁ τῶν ὅλων γενεσιουργὸς ἀνακομίζειν ἤθελεν εἰς ἑδραιότητά τε καὶ εὐκοσμίαν τὴν ἐν ἀρχαῖς τὸ διολισθῆσαν εἰς φθοράν, παράσημόν τε καὶ ἀκαλλὲς διὰ τὴν εἰσποίητον γεγονὸς ἁμαρτίαν, ἐνῆκεν αὖθις αὐτῷ τὸ ἀποφοιτῆσάν ποτε θεῖόν τε καὶ ἅγιον Πνεῦμα, μεταστοιχειοῦν εὖ μάλα πρὸς τὴν ὑπερκόσμιον εἰκόνα, καὶ πεφυκὸς καὶ δυνάμενον διὰ τοῦ πρὸς ἰδίαν ἡμᾶς μεταρρυθμίζειν ἐμφέρειαν. Τὸ τοίνυν συνέχον εἰς τὸ εὖ εἶναι τὸ ποιηθὲν καὶ κατακαλλύνειν εἰδὸς σχέσει τῇ πρὸς αὐτὸ καὶ διαμορφοῦν τὸ ζῷον εἰς ὁμοίωσιν Θεοῦ, κατόπιν ἰέναι διακεισόμεθα τοῦ Δημιουργοῦ, καὶ διὰ τῆς εἰς ἔκφυλον ἑτερότητα διακοπῆς διοικοῦμεν αὐτοῦ τὸ διαπρέπειν ἐν τελειότητι τῇ ἑκάστῳ πρεπωδεστάτῃ, τοῖς παρ᾽ αὐτοῦ κτίσμασι δωρούμενον; Ἢ ἰσοφυές τε καὶ ὁμοούσιον εἶναι λέγοντες αὐτῷ τὸ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν, ὁλοκλήρῳ τῇ δημιουργίᾳ τιμήσομεν, καὶ ὅλην ὥσπερ αὐτῷ τὴν ἐπὶ τοῖς γεγονόσιν ἐνέργειαν ἀναθήσομεν, ἐκτετελεσμένην δι᾽ Υἱοῦ ἐν Πνεύματι; Β. Ὀρθῶς εἰρῆσθαι ταυτὶ φαίην ἂν ὅτι μάλιστά γε. Α. Ὅτι δὲ δι᾽ Υἱοῦ ἐν Πνεύματι πάντα διὰ πάντων, καὶ μὴν καὶ ἐν πᾶσι τὸ ἐνεργὲς τοῦ Πατρὸς ἐκφαίνεται, πῶς οὐκ ἀταλαίπωρον κἀντεῦθεν ἰδεῖν; Ἀπόχρη μὲν γὰρ εἰς ἀπόδειξιν τὸ στερεοῦσθαι μὲν οὐρανοὺς τῷ Λόγῳ Κυρίου, εἶναι δὲ αὐτοῖς τὴν ὅλην ἰσχὺν ἐν Πνεύματι, κατὰ τὸ πάλαι καλῶς ὑμνούμενον.

Παροίσω δ᾽ οὖν ὅμως διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας τερατουργοῦντα Χριστόν· γέγραπται γὰρ ὅτι «Ἤγετο ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν·» καί που καὶ τοῖς Ἰουδαίοις ἀνόσια πεφλυαρηκόσι καὶ τὴν ἀγροῖκον ἐπ᾽ αὐτῷ διαθήγουσι γλῶτταν εἰκότως ἐπιτιμῶντα· ἔφασκον γὰρ ὅτι «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν τῷ Βεελζεβούλ, ἄρχοντι τῶν δαιμονίων·» καὶ μεθ᾽ ἕτερα· «Καὶ εἰ ἐγώ, φησίν, ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; Διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται ὑμῶν. Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Νοῦ μὲν γὰρ ἐπέκεινα παντὸς καὶ πέρα λόγου τοῦ καθ᾽ ἡμᾶς τὴν ἐκ Θεοῦ Πατρὸς γέννησιν ὁμολογητέον τοῦ Μονογενοῦς.

Ἐπειδὴ δὲ γέγονε σὰρξ καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τῆς θεοπρεποῦς ἐξουσίας τὴν ἐνέργειαν, καὶ ἄνθρωπος ὤν, ἐπεδείκνυτο. Τοιγάρτοι φησίν, ὡς τοῖς καθ᾽ ἡμᾶς μέτροις ἐμβεβηκώς· «Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Τοῦτο δέ ἐστιν ἕτερον οὐδὲν ἢ ἐκεῖνο λέγειν, ὅτι Καταβέβηκε καὶ εἰς ἀνθρώπους ἡ θεοπρεπὴς ἐξουσία καὶ δύναμις, εἴπερ ἐγὼ καθ᾽ ὑμᾶς δι᾽ ὑμᾶς γεγονώς, τερατουργῶ διὰ Πνεύματος.

Βασιλείαν γάρ, οἶμαι, Θεοῦ τὴν ἐν Πνεύματι τῷ ἁγίῳ θεοπρεπεστάτην ἐνέργειαν εὖ μάλα διακαλεῖ, ἢ καὶ αὐτὸ τάχα που τὸ Πνεῦμα, κατ᾽ ἐκεῖνο δὴ πάντως τὸ πρὸς ἡμᾶς εἰρημένον· «Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν.» Ὅτε τοίνυν μεγαλουργεῖ μὲν ἐν Πνεύματι, καίτοι Θεὸς ὑπάρχων ὁ Υἱός, βασιλείαν δὲ θείαν ἀποκαλεῖ τὴν ἐν αὐτῷ τε καὶ δι᾽ αὐτοῦ καρτερωτάτην τε καὶ ἄμαχον ἐξουσίαν, πῶς ἄν, εἰπέ μοι, πεποιῆσθαι λέγοιτο καὶ οὐχὶ πάντη τε καὶ πάντως ἐν ἀμείνοσιν ἡ κτίσις ἢ ἐν οἷς ὁ πάντων δημιουργὸς πρός τε ἡμῶν αὐτῶν καὶ πρὸς τῶν ἄνω νοοῖτο πνευμάτων; Ἠγλάϊσται γὰρ ἐν κτίσματι, καὶ τὴν ἐπὶ τῷ πάντα δύνασθαι δόξαν ἀποκεκέρδακεν ἑαυτῷ. Καίτοι τί δήποτε διὰ τῆς τῶν δρωμένων ὑπεροχῆς καὶ δι᾽ ὧν ἐνήργηκεν εἰς ἡμᾶς ἐν Πνεύματι Θεός, ὅτι κατὰ φύσιν ἐστὶν καὶ ἰσουργὸς τῷ φύσαντι, καὶ μὴν ἐπὶ τούτῳ καὶ ὁμοούσιος ἠξίου πιστεύεσθαι, καίτοι καθ᾽ ἡμᾶς γεγονὼς ὁ Μονογενής; «Εἰ γὰρ οὐ ποιῶ, φησί, τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Ὅτε τοίνυν ἐκ τῆς τῶν κατωρθωμένων ὑπερφυοῦς λαμπρότητος ἡ θεία φύσις διαγινώσκεται, ἐπράττετο δὲ ταυτὶ δι᾽ ἐνεργείας τοῦ Πνεύματος, πῶς ἂν ἔτι κτιστὸν τὸ ἰσουργὸν τῷ Θεῷ καὶ συγκτίζον καὶ συζωοποιοῦν τὸ ζωῆς ἐπιδεές;

Ἦ γὰρ οὐχὶ καὶ τὸ δύνασθαι ζωοποιεῖν μόνῃ περ ἂν πρέποι τῇ γε ἀληθῶς κατὰ φύσιν ζωῇ, τουτέστι Θεῷ; Β. Σύμφημι· γέγραπται γὰρ περὶ αὐτοῦ· «Ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον.» Α. Μόνου τοιγαροῦν τὴν ἀθανασίαν οἴκοθέν τε καὶ ἐν ἰδίᾳ φύσει λαχόντος Θεοῦ καὶ ζωῆς εἶναι πεπιστευμένου, πῶς ἂν εἴη τὸ Πνεῦμα ζωοποιόν, καίτοι τελοῦν κατ᾽ ἐκείνους ἐν τοῖς ζωοποιουμένοις, εἰ μὴ διαπέφευγε τὸ εἶναι κτιστός;

Ἀλλὰ μὴν οὐχ ὧδε ἔχει· ζωοποιὸν γὰρ τὸ Πνεῦμα, ἥκιστά γε μὴν τῆς παρ᾽ ἑτέρου ζωῆς μέτοχον ἢ ἐπιδεές· φενακισμὸς ἄρα καὶ ψευδηγορία τηνάλλως τὰ κατ᾽ αὐτοῦ τοῖς θεομάχοις ἐξευρημένα. Ἀλλ᾽ οὐκ ἀδελφὴν καὶ συμβαίνουσαν ταῖς παρ᾽ ἐκείνων τερθρείαις εἰσδεδεγμένοι τὴν δόξαν, τὴν ἐπ᾽ εὐθὺ βαδιούμεθα, διανευμάτων μὲν ὥσπερ καὶ ῥοπῆς τῆς εἰς πᾶν ὁτιοῦν ἀκαλλὲς καὶ ἐξεστραμμένον τὸν νοῦν ἀπαλλάττοντες, μόνοις δὲ τοῖς ἱεροῖς μυσταγωγούμενοι Γράμμασι, καὶ τὴν ἀκραιφνῆ τοῦ Πνεύματος δόξαν ἐνθένδε καταθεώμενοι, Θεὸν εἶναί τε καὶ ἐκ Θεοῦ πιστεύομεν, οὐκ ὀθνείοις τισὶ καὶ τοῖς θύραθεν ἀγαθοῖς κατηγλαϊσμένον, ἀλλ᾽ αὐτὸ κατὰ φύσιν ὑπάρχον, ὅσα καὶ Θεός. Καὶ γοῦν προσεκτέον γὰρ πανταχῇ ταῖς τῶν ἀποστόλων φωναῖς, «Ἐν Θεῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν.» Καὶ περὶ μὲν τοῦ Θεοῦ καὶ Πατρὸς Τιμοθέῳ φησὶν ὁ σοφώτατος Παῦλος· «Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ, τοῦ ζωογονοῦντος τὰ πάντα.» Λαζάρου δὲ τὴν ὁμαίμονα μυσταγωγῶν ὁ Χριστός· «Ἐγώ εἰμι, φησίν, ἡ ἀνάστασις καὶ ἡ ζωή.» Περὶ δέ γε τοῦ ἁγίου Πνεύματος· «Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν, τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν.»

Ὅτε τοίνυν ζωογονοῦντος τὰ πάντα τοῦ Θεοῦ καὶ Πατρός, ὄντος τε ζωῆς τοῦ Υἱοῦ, τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν, τίς ἂν ἀποτέμοι καὶ ἐξοικίσαιτο τῆς ζωῆς τὴν ζωοποιὸν αὐτῆς δύναμιν, καὶ οὐχ ἕτερόν τι τὴν ζωὴν ἀποφανεῖ παρ᾽ ὅπερ εἶναι πεπίστευται, μᾶλλον δὲ ζωὴν οὐκ ἔτι;

Τὸ γὰρ τοῦ ζωοποιεῖν δύνασθαι κατὰ φύσιν τητώμενον, πῶς ἂν ἔτι νοοῖτο ζωή; Β. Ζωοποιὸν τὸ Πνεῦμά φασιν, ὡς διακονοῦν τοῖς κτίσμασι τὴν παρὰ Θεοῦ ζωήν, οὐ μὴν αὐτόχρημα ζωήν. Α. Ἀλλ᾽ οὐ θεσμοθέται καὶ ὁρισταὶ τῶν ὑπὲρ νοῦν καὶ λόγον οἱ κίβδηλον οὕτω νοσοῦντες τὴν παραφθορὰν εἰσδεχθεῖεν ἄν, ἄμαχον ὥσπερ τι τὸ σφίσι δοκοῦν εἰσκεκομικότες· ὑποτετάξονται δὲ μεθ᾽ ἡμῶν τοῖς ἱεροῖς τε καὶ θείοις Γράμμασιν, οὐ τῆς παρ᾽ ἑτέρου ζωῆς ὑπουργόν, ἀλλ᾽ αὐτόχρημα ζωὴν ὑπάρχειν διακηρύττουσιν ἐναργῶς τὸ τῆς κατὰ φύσιν ζωῆς ζωοποιόν τε καὶ ἅγιον Πνεῦμα.

Ὧδε γάρ που πάλιν ὁ μακάριος ἔφη Παῦλος· «Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Τὸ ζωῆς οὖν Πνεῦμα τῆς κατὰ φύσιν εἴη δή που πάντως ἂν παρ᾽ αὐτὴν οὐχ ἕτερον, κατά γε τὸ ἀμωμήτως ἔχον εἰς ὀρθότητα λογισμῶν. Εἴη γὰρ ἂν ὅπως οὐ ζωὴ τὸ ῥίζαν ἔχον τὴν ζωὴν καὶ πηγὴν ὥσπερ τινὰ τὴν ἀκήρατον καὶ παντὸς ἐπέκεινα γενητοῦ τοῦ Θεοῦ φύσιν; Ὅτι γὰρ ἐξ αὐτῆς ἐκπορεύεται τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας οὐκ ἀσυμφανές, προκείσεται δὲ τοῖς γε ἀληθῶς ἀρτίφροσιν εὐκόλως ἰδεῖν, ἔκ γε τοῦ λελέχθαι σαφῶς· «Ὁ ἐγείρας Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Ἴδιον γὰρ τοῦ Θεοῦ τὸ ταῖς ἡμετέραις καρδίαις ἐνηυλισμένον ζωοποιόν ἐστι Πνεῦμα. Τὸ δὲ ἴδιον τοῦ Θεοῦ καὶ ἐξ αὐτοῦ κατὰ φύσιν, εἰ ζωῆς τητᾶσθαι δώσομεν, εἴπερ ἐπακτὴν ἔχει τὴν ζωήν, πῶς οὐκ ἂν νοοῖτο δυνάμει νεκρόν;

Ὃ γὰρ ἂν ἐνδέχοιτο παθεῖν, εἴπῃ τις ἄν, καὶ εἰ μήπω γέγονεν ἐν τῷ παθεῖν, ὡς ἅπαν, οἶμαί που, τὸ εἰσκεκρίσθαι δοκοῦν, ἢ καὶ εἰσποίητον ἀληθῶς, οὐκ ἀνύποπτον εἰς ἀπόστασιν, ἀλλ᾽ ἐν φόβῳ τοῦ διαπεσεῖν. Φύσεως γὰρ οὐκ ἐρήρεισται νόμοις, οὔτε μὴν ἀκατάσειστον ἔχει τὴν ἕδραν τὸ ὡς ἐν τάξει συμβεβηκότος καὶ ὡς ἐν εἴδει βαφῆς τοῖς ἅπαξ ἑλοῦσιν ἐπερριμμένον. Β. Ἄραρεν οὖν ὅτι τὸ Πνεῦμα ζωή, φυσικῶς δηλονότι καὶ οὐ μεθεκτῶς. Α. Παντάπασι μὲν οὖν, ὦ ἑταῖρε, τοῦτο δὲ εἴσῃ καλῶς καὶ ἐξ ἑτέρων ἐννοιῶν. Θεοῦ μὲν γὰρ λέγοντος ἐπαΐοι τις ἄν, καὶ μονονουχὶ λειποταξίου γραφὴν καταχέοντος τῶν τῇ κτίσει λελατρευκότων· «Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.» Προσπεφωνηκότα δὲ τοῖς Ἰουδαίοις εὑρήσομεν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν· «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.

Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.» Ὃ δὴ καὶ διατρανῶν εὖ μάλα καὶ καθιστὰς ἐναργὲς ὁ θεσπέσιος εὐαγγελιστὴς Ἰωάννης εἰς τὴν τοῦ ἁγίου Πνεύματος φύσιν τε καὶ ἐνέργειαν ἀποφέρει λέγων· «Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.» Ἰδοὺ δὴ αὖ σαφῶς τε καὶ ἐναργῶς, ὕδωρ ζωῆς ἰσοτρόπως καὶ ἰσοσθενῶς, τὸ Πνεῦμα καὶ ὁ Πατήρ, ἤγουν ὁ Υἱός, τῇ τῆς οὐσίας ταὐτότητι παρεπομένης, οἶμαί που, τῆς ὁμωνυμίας. Ὧδε γὰρ ἔχον τῇ φύσει τὸ χρῆμα, καὶ καθ᾽ ἕτερόν τινα τρόπον ἐπιδείξαι τις ἄν. Ἁγίου γὰρ ὄντος Θεοῦ κατὰ φύσιν, ἅγιον οὐσιωδῶς τὸ Πνεῦμά ἐστι, δι᾽ αὐτοῦ τε καὶ ἐν αὐτῷ τοῦ ἁγίου Θεοῦ μεταλάχοι τις ἄν. Β. Οὐχ ὡς ἴδιον, φασίν, ἀλλ᾽ ὡς ἐπακτὸν ἔχοντος τὸν ἁγιασμόν, διακομίζοντός τε τῇ κτίσει παρὰ Θεοῦ. Α. Προηγιασμένον οὖν ἄρα τὸ Πνεῦμα, τὸν οὐχ ἑαυτοῦ τοῖς κτίσμασιν ἐνίησιν ἁγιασμόν, εἴπερ εἶναί φαμεν ἀληθὲς ὡς ἔν γε παντὶ τῷ διακομίζειν ὑπειλημμένῳ τὸ δι᾽ αὐτοῦ τυχὸν εἰς ἑτέρους διᾴττον εἴη δή που πάντως ἂν καὶ ἕτερον παρ᾽ αὐτό. Διακομίσαι γὰρ ἂν οὔτι που τῶν ὄντων οὐδὲν ἑαυτὸ πρὸς ἑτέρους, οὐχ ὡς ἑαυτό. Β. Ἀληθές. Α. Οὐκοῦν, εἰ μὴ ἔστιν ἅγιον φύσει τὸ Πνεῦμα τὸ ἐν ἡμῖν, φραζόντων ἐκεῖνοι τίνα δὴ ἄρα λοιπὸν ἀπεκληρώσατο φύσιν.

Καὶ εἰ μὴ βούλοιντο τὴν ἁγίαν ἀπονέμειν αὐτῷ, ἆρ᾽ οὐχὶ πάντη τε καὶ πάντως ἀποκινδυνεύσειεν ἂν αὐτοῖς εἰς ἀδιάφυκτον δυσφημίαν ὁ λόγος; Β. Ἔοικε. Πλὴν ἐκεῖνό φασιν ὅτι Χριστὸς ἔφη περὶ αὐτοῦ· «Ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν.» Μέτοχον οὖν ἄρα φασὶ τὸ Πνεῦμα τοῦ Υἱοῦ. Α. Ἥκιστά γε, πολλοῦ γε, οἶμαι, καὶ δεῖ. Τὸ γὰρ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ καὶ ἴδιον αὐτοῦ, πῶς ἂν αὐτοῦ μεταλάχοι πώποτε, καὶ ἐν ἴσῳ τοῖς θύραθεν σχετικῶς ἁγιάζοιτο, καὶ ἀλλότριον ἔσται κατὰ φύσιν, οὗ καὶ ἴδιον εἶναι λέγεται; Δεινοὶ δέ, ὡς οἴονται, τῶν θείων λόγων γεγονότες βασανισταί, καὶ ἰσχνοὶ λίαν, ἀνθότου, παρέντες τὸ κατασκέπτεσθαι δεῖν τὸ ἐτύμως ἔχον, κεκιβδηλευμένοις καὶ νόθοις ἐπινήχονται λογισμοῖς; Οὐ γάρ τοι φύσεως ἐδήλου διαφορὰν ἑαυτοῦ τε πέρι καὶ τοῦ Πνεύματος λέγων ὁ Υἱὸς ὅτι «Ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν.» Ἢ γὰρ ἂν ἔφη καὶ μάλα σαφῶς ὡς Λήψεται μὲν ἐξ ἐμοῦ τὸν ἁγιασμόν, ἀνθαγιάσει δὲ καὶ ὑμᾶς αὐτό. Φύσεως γὰρ ἐδήλου ταυτὶ τὴν εἰς ἀνισότητα διακοπὴν καὶ ὡς ἕτερον ἐν ἑτέρῳ τὸν ἁγιασμὸν ἐν τῷ Πνεύματι κατεδείκνυ σαφῶς.

Ἀλλὰ τουτὶ μὲν οὐκ ἔφη, λόγοις δὲ ὅτι κεχρήσεται τοῖς αὐτοῦ διὰ τὸ τῆς οὐσίας ταὐτὸν καὶ εἰσάπαν ἰσοφυές, ἰσουργόν τε καὶ ἰσοεπές, ὡς εἴπερ τι καὶ ἐνηχεῖν τοῖς ἁγίοις ἕλοιτο τυχόν, λόγον εἶναι τοῦτο Χριστοῦ. «Οὐ γὰρ λαλήσει, φησίν, ἀφ᾽ ἑαυτοῦ οὐδέν, ἀλλὰ ὅσα ἀκούσει λαλήσει.» Ὥσπερ οὖν ὁ Υἱός, ὁμοούσιος ὑπάρχων τῷ Θεῷ καὶ Πατρί, Λόγος τε ὢν αὐτοῦ, τὰ αὐτοῦ λαλεῖ—» Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ,» κατὰ τὴν Ἰωάννου φωνήν, ἐπεὶ μὴ ἕτερον παρά γε τὸ ἐν τῷ Θεῷ καὶ Πατρὶ τὸ θέλημα τοῦ Υἱοῦ—, κατὰ τὸν ἴσον, οἶμαι, τρόπον τε καὶ λόγον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὰ Χριστοῦ λαλεῖ, Πνεῦμα ὑπάρχον αὐτοῦ, καὶ τῇ πρὸς πᾶν ὁτιοῦν ταὐτότητι φυσικῇ τὴν αὐτοῦ δόξαν τε καὶ ταὐτοέπειαν ἔχον. Ἅγιον τοίνυν οὐ μεθεκτῶς οὐδὲ τῇ ἔξωθεν σχέσει τῇ πρὸς τὸν Υἱόν, ἀλλὰ φύσει καὶ ἀληθείᾳ τὸ Πνεῦμα αὐτοῦ. Καὶ ὥσπερ ἐστὶν ἀπόπληκτόν τε καὶ ἀμαθὲς ἄνθρωπον μὲν ὀνομάζεσθαι τὸν ἄνθρωπον ἀληθῶς, νοεῖσθαί γε μὴν παρὰ τοῦτο ἕτερον, οὕτω ἠλίθιον κομιδῇ Πνεῦμα μὲν ἅγιον ὀνομάζειν τὸ Πνεῦμα, τοῦ γε μὴν εἶναι κατὰ φύσιν ἅγιον ἀποσοβεῖν αὐτό, καὶ εἰς ἑτέραν ἐκτόπως καταβιάζεσθαι φύσιν.

Οὐ γὰρ δόξης ἢ ὑπεροχῆς κατασημανεῖ τινα τρόπον τοὔνομα αὐτῷ, καθάπερ ἀμέλει τὸ Ἀρχὴ καὶ Θρόνος καὶ Κυριότης ἐπὶ τῶν εἰς τὸ εἶναι δι᾽ αὐτοῦ παρενηνεγμένων· ἔσται δὲ μᾶλλον οἱονεὶ τῆς οὐσιώδους ποιότητος δεικτικόν, ὡσπερανεὶ καὶ τῷ Πατρὶ τὸ Πατὴρ καὶ τῷ Υἱῷ τὸ Υἱός. Καὶ εἴπερ ἐστὶ τῆς ἐσχάτης ἀσυνεσίας μήνυσις ἀκριβὴς τὸ Πατέρα μὲν ὀνομάζειν τὸν Θεόν, οὐκ εἶναι δὲ αὖ Πατέρα νοεῖν αὐτόν, ἢ καὶ Υἱὸν μὲν τὸν Υἱόν, οὐκ εἶναι δὲ τοῦτο λέγειν, πῶς ἂν ἀπαλλάξαιμεν τῶν ἐξ ἀμαθίας αἰτιαμάτων τοὺς ἁγιότητος φυσικῆς κατατολμῶντας ἀπογυμνοῦν τὸ φύσει τε καὶ ἀληθῶς ἅγιον Πνεῦμα; Εἴπερ οὖν ἅγιος κατὰ φύσιν Θεός, ἅγιον δὲ κατ᾽ αὐτὸν καὶ τὸ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ νοούμενον Πνεῦμα, τίς ἂν εἴη λοιπὸν ὁ τῆς ἑτερότητος τρόπος, φημὶ δὲ τῆς κατ᾽ οὐσίαν;

Ἢ πῶς οὐχ ἁλοῖεν ἂν σαθροὶ καὶ ὀλιγογνώμονες οἱ κτίσει συγγράφοντες τὸ δι᾽ οὗ καὶ ἐν ᾧ θεότητος φύσις ἐστὶν ἐν ἡμῖν; Οὐ γὰρ ἐν κτίσματι μεθεκτὸν τὸ ὑπὲρ τὴν κτίσιν; ἢ οὐκ ἀληθὴς ὁ λόγος; Β. Καὶ μάλα. Α. Τί δέ; Οὐχὶ σοφός, μᾶλλον δὲ αὐτόχρημα σοφία Θεός; Β. Καὶ πῶς τοῦτο ἀμφίλογον; Α. Σοφὰ δὲ ἐν τίνι τὰ σοφούμενα, φράζε δή μοι πάλιν. Β. Ἐν σοφίᾳ δηλονότι. Α. Οὐκοῦν εἰ σοφοῖ τὸ Πνεῦμα τὰ σοφίας δεκτικά, σοφία που πάντως ἔσται καὶ νοηθήσεται. Τοῦτο δὲ ἔφαμεν εἶναι τὸν Θεόν. Β. Τί οὖν, εἰ καὶ ἄνθρωποι καὶ ἄγγελοι, φασί, σοφοί τέ εἰσι καὶ εἰς τὸ σοφοῦν ἑτέρους ἐπιτήδειοι; Α. Ἀλλ᾽ οὐ σοφίαν, ὦ τᾶν, τοῖς παρὰ σφῶν σοφοῦσθαι λεγομένοις ἐνιέντες ὡς Θεός, ἀλλ᾽ εὐμαθείας τῆς σφῶν κοινωνοὺς ἀποφαίνοντες. Χρησμῴδημα γὰρ ἁγιοπρεπὲς φαίην ἂν ἔγωγε τὸ «Δωρεὰν ἐλάβετε, δωρεὰν δότε.» Τὸ δέ γε Πνεῦμα τὸ ἅγιον ἰσουργεῖ τῷ Θεῷ. Ὥστε, εἴπερ τῷ κατὰ μέθεξιν καὶ ἐναυλισμὸν ἑαυτὸ χαρίσαιτο, σοφόν που πάντως ἀποτελεῖ δι᾽ ἑαυτοῦ, καὶ τῆς ἀνωτάτω φύσεως ἀποπληροῖ τὴν ἔν γε τούτῳ πάλιν ἐνέργειαν. Καὶ γοῦν πρὸς Μωσέα μὲν ἔφη τὸν ἱεροφάντην ὁ πάντα ἰσχύων Θεός· «Τίς ἔδωκε στόμα ἀνθρώπῳ; καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφόν, βλέποντα καὶ τυφλόν;

Οὐκ ἐγὼ Κύριος ὁ Θεός·» Καὶ μὴν καὶ ἑτέρωθι δι᾽ ἑνὸς τῶν προφητῶν περὶ τῆς Ἰουδαίων ἀγέλης ὅτι «Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾽ οὕτως πιστεύσουσιν.» Ἐν δέ γε ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων τῇ τοῦ Πνεύματος ἐνεργείᾳ τὸ χρῆμα πράττεται· «Καὶ ἤρξαντο γάρ, φησί, λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς.» Χριστοῦ δὲ αὖ λέγοντος τοῖς ἰδίοις μαθηταῖς ὡς ἀχθήσονται μὲν ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς, ἥκιστα δ᾽ ἂν αὐτοὺς δεδιέναι πρέποι· «Μὴ γὰρ δὴ μεριμνᾶτε, φησί, τί εἴπητε ἢ τί λαλήσητε.

Ἐγὼ γὰρ δώσω ὑμῖν γλῶτταν τῇ τοῦ ἁγίου Πνεύματος ἐνεργείᾳ καὶ φύσει,» τὸ Γράμμα τὸ ἱερὸν ἐκπεπεράνθαι φησὶ τοῖς ἁγίοις τὴν ὑπόσχεσιν. Αὐτὸς γὰρ ἔφη Χριστός· «Οὐχ ὑμεῖς ἐστὲ οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.» Πῶς οὖν ἔτι κτιστὸν καὶ πεποιημένον καὶ τῆς ἀνωτάτω φύσεως ἐν δευτέροις καὶ ἐν ὑφέσει λοιπὸν τὸ ὡς σοφία σοφοῦν, καίτοι σοφίας ὄντος τοῦ Θεοῦ; Πῶς δὲ τὸ πάντα εἰδὸς καὶ τὰ βάθη τοῦ Θεοῦ πολυπραγμονοῦν τοῖς οὐκ εἰδόσι τὰ ἐν Θεῷ συντετάξεται, καὶ δουλοπρεπῆ τὴν δόξαν ἐφ᾽ ἑαυτῷ πρὸς ἡμῶν εἰσδέξεται, καίτοι τοῦ Σωτῆρος λέγοντος ἐναργῶς· «Ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ κύριος;» Εἰδὸς οὖν ἄρα τὸ Πνεῦμα τὰ ἐν Θεῷ καὶ Κυρίῳ τῷ κατὰ φύσιν, πῶς οὐκ ἐλεύθερον καὶ ὑπὲρ τὴν κτίσιν; Πῶς δὲ οὐχὶ τὸ ὑπὲρ τὴν κτίσιν τῇ τῆς οὐσίας ταὐτότητι συντετάξεται μὲν τῷ Θεῷ καὶ Πατρί, συντετάξεται δὲ αὖ τῷ Υἱῷ;

Δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν αὐτῷ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.